Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια.

Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀληθῆ, ἐν συμπαθείᾳ Πάτερ κτησάμενος, ὡς ἄγγελος ἐβίωσας, ἐπὶ τῆς γῆς μετὰ σώματος, Ἱλαρίων μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἐπίγειος Ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, ἐχρημάτισας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, ἐλαία ὄντως Θεοῦ κατάκαρπος, ἐλαίῳ τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, Ἱλαρίων μακάριε, τῶν πιστῶς εὐφημούντων σε.
Ἦχος δ'
Ὁ νοῦς σου λαμπόμενος, ταῖς θεϊκαῖς ἐπινεύσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισεν, ἀμιγεῖς τῶν κάτω, φέρων χαρακτῆρας, καὶ ἐκτυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος καὶ γνωριζόμενος, ὅλος φωτοειδέστατος, τῇ συνεργείᾳ τοῦ Πνεύματος, Ἱλαρίων Πατὴρ ἡμῶν, μοναζόντων ἀγλάϊσμα.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε, τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος ἱκέτης σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ ὡς ἐθεάσατο, ἐπὶ Σταυροῦ ἀνυψούμενον, ἡ τεκοῦσα Φιλάνθρώπε, κραυγάζουσα ἔλεγε· Πῶς ἐθελουσίως, πάθος ὑπομένεις, ὁ ἀπαθῶς ἐκ τῆς ἐμῆς, γαστρὸς ἐκλάμψας ὡς παντοδύναμος, καὶ λύσας τὴν κατάκριτον, φύσιν βροτῶν κατακρίσεως; Ἀνυμνῶ σου τὴν ἄμετρον, νῦν Υἱὲ συγκατάβασιν.

Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Εν σοί Πάτερ ακριβώς διεσώθη τό κατ' εικόνα,
λαβών γάρ τόν σταυρόν,
ηκολούθησας τώ Χριστώ
καί πράττων εδίδασκες,
υπεροράν μέν σαρκός, παρέρχεται γάρ,
επιμελείσθαι δέ ψυχής πράγματος αθανάτου.
Διό καί μετά Αγγέλων συναγάλλεται,
Όσιε Ἱλαρίων τὸ πνεῦμά σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Ἐν φωτὶ ἀΰλῳ καὶ νοητῷ, ἐκ τῆς κατηφείας, τῶν ἐνύλων ἀναδραμών, Ἱλαρίων Ὅσιε λιταῖς, σου, ταῖς πρὸς τὸν Κύριόν με φώτισον.

Ἐκ βρέφους θηλάσας τὴν ἀρετήν, ἐγκρατείας πόνοις, καὶ ἱδρῶσιν ἀσκητικοῖς, εἰς ἄνδρα κατήντησας καὶ μέτρον, πνευματικῆς τῆς ἡλικίας Χριστοῦ.

Τῶν παθῶν τὸ πέλαγος διελθών, καὶ τὰς τρικυμιας, τῶν δαιμόνων διεκφυγών, εἰς λιμένα ὥρμησας ἀβρόχως, τῆς ἀπαθείας Πάτερ Ὅσιε.
Θεοτοκίον
Λόγον τὸν ἀμήτορα ἐκ Πατρός, ἀπάτορα τοῦτον, ἐπ' ἐσχάτων θεανδρικῶς, ἐκύησας μόνη Θεομῆτορ, ὡς ὑπερτέρα πάσης κτίσεως.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ἔφλεξας τῷ ἄνθρακι, τῷ τῆς ἀσκήσεως Ἔνδοξε, τὴν τῶν παθῶν, ἄκανθαν καὶ θάλπεις, τῶν πιστῶν τὰ φρονήματα.

Ὅπλον τὴν ἐγκράτειαν, καὶ προσευχὴν ὥσπερ θώρακα, καθοπλισθείς, ἐχθρῶν ἀοράτων, ἐτροπώσω τὰς φάλαγγας.

Παρθενίας ἔρωτι, δαψιλευσάμενος Ὅσιε, καὶ ἀρετὰς τὰς πρὸς τὸν Δεσπότην, Ἱλαρίων κατώρθωσας.
Θεοτοκίον
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα,
τῶν προστρεχόντων σοι Κύριε,
σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων,
καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα τοῦ Ὁσίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Θεῷ καθιέρωσας, τὴν σὴν παμμάκαρ ζωήν, γενόμενος ἄριστος ἱερουργὸς ἀληθῶς, Χριστοῦ ἱερώτατε· ὅθεν μετὰ μυρίους, τοὺς ἱδρῶτας καὶ πόνους, χαίρων εἰς τάς ἀΰλους, μετετέθης σκηνώσεις, καὶ νῦν ἀναπηγάζεις ἡμῖν ῥεῖθρα ἰάσεων.
Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ ΣταυροΘεοτοκίον
Ὑψούμενος ὕψωσας, τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες, τῇ ἀνυψώσει τῇ σῇ, ὦ φῶς τῶν ὀμμάτων μου. Δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως, φέρε Σταυρόν, τοὺς ἥλους, καὶ τὸν σπόγγον τὴν λόγχην, δι' ὧν τῆς ἀπαθείας τὴν χάριν ἑβράβευσας.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Φυτευθεὶς ἐν τοῖς ὕδασι, τοῖς τῆς ἐγκρατείας Πάτερ μακάριε, κλῆμα ὤφθης εὐθαλέστατον, εὐσεβείας βότρυν προβαλλόμενον.

Ὅλος ἔνθους γενόμενος, καὶ πνευματοφόρος ὅλος ἐγνώσθης Θεῷ, Ἱλαρίων παμμακάριστε· διὸ μέτ' Ἀγγέλων συγχορεύεις ἀεί.

Ἐν τῇ πέτρα τῆς πίστεως, ἔστησας τὰ βήματα τῆς καρδίας σου, καὶ ἀσάλευτος διέμεινας, προσβολὰς δαιμόνων μὴ πτοουμενος.
Θεοτοκίον
Χερουβὶμ ὑπερτέραν σε, καὶ τῶν Σεραφὶμ ὑμνοῦμεν Πανάχραντε· ὃν γὰρ τρέμουσιν ἐβάστασας, ἐν σαρκὶ Θεὸν ἡμῶν ταῖς ἀγκάλαις σου.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὀρθρίζοντες βοῶμέν σοι ΤΟ ΑΚΟΥΤΕ
Τὸ ὄμμα τῆς καρδίας ἀκοίμητον, ἐν ταῖς θείαις ἐντολαῖς ἐτήρησας ἀκαταγνώστως, Ἀοίδιμε.

Εἰς ὄρος ἀρετῶν δι' ἀσκήσεως, θεοφόρε, πρακτικῆς ἀνέδραμες, πρὸς θεωρίας ἐπίβασιν.

Τὸν ἔλεον σκορπίσας τοῖς πένησιν, ἐκ καρδίας, Ἱλαρίων Ὅσιε, πλοῦτον οὐράνιον εἴληφας.
Θεοτοκίον
Τοῦ Λόγου Κιβωτὸν σε ἀνέδειξε, Θεοτόκε, ὁ τοῦ νόμου Κύριος, ἐν ᾗ ἀφράστως ἐσκήνωσεν.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τὸν νοητὸν Γολιάθ, κακίᾳ ὑπεραιρόμενον, ἀόπλῳ σου συμπλοκῇ, πιστῶς ἐσφενδόνισας, καὶ τούτου σπασάμενος, τὰ τῆς ἥττης ὅπλα, ὡς μεγάλαυχον ἀπέτεμες.

Τὸν μέγαν εἰς ἀρετήν, ἐζήλωσας Ἱλαρίωνα, καὶ τούτῳ πνευματικῶς, κατ' ἴχνος ἑπόμενος, ἐγκρατείας Ὅσιε, κορυφαῖος ὤφθης, καὶ τῆς ποίμνης ὑποτύπωσις.br/>
Ἱδρῶσιν ἀσκητικοῖς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ὁλικῶς, καὶ τὸ πῦρ τῆς πίστεως, ἀνάψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.
Θεοτοκίον
Συνείληφας ἀληθῶς, τὸν Θεὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον ὑπερφυῶς, Πανάμωμε τέτοκας, ὃν λιταῖς ἱλέωσαι, ὑπὲρ τῶν κυρίως, Θεοτόκον ἀνυμνούντων.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ·
πολλαὶ γὰρ αἱ ἀνομίαι μου,
καὶ ἐκ βυθοῦ τῶν κακῶν,
ἀνάγαγε δέομαι·
πρὸς σὲ γὰρ ἐβόησα,
καὶ ἐπάκουσόν μου,
ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον τοῦ Ὁσίου
Ἦχος α'
Τὸν τάψον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ προσομιλῶν, οὐδαμῶς κατεφλέχθης, Ἱλάριε σοφέ, ἀθλητὰ γενναιόφρον· τὴν δρόσον γὰρ ἐκέκτησο, τοῦ Θεοῦ ἀναψύχουσαν· ὅθεν ἤνυσας, τοὺς ὑπὲρ φύσιν ἀγῶνας, ἀγαλλόμενος, μετὰ Ὁσίων θεόφρον, μεθ' ὧν ἡμῶν μνήσθητι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Στίχοι
- Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων,
- Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ.
- Βῆ δ' ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀττάλου τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Παρθένων, καὶ τῆς συνοδίας αὐτῶν.
Στίχοι
- Κόρας φρονίμους πέντ' ἔφη Θεὸς Λόγος,
- Προϊστορῶν σοι τάσδε πέντε Παρθένους.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ χλόῃ τῆς ἄνω, βασιλείας τὴν ποίμνην Πάτερ ἐξέθρεψας, καὶ ῥάβδῳ τῶν δογμάτων, τοὺς θῆρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Τῶν θαυμάτων τὴν αἴγλην, ἐφαπλώσας σκεδάζεις τὴν τῶν νοσούντων ἀχλύν, καὶ ῥώσεως ἀκτῖνας, παρέχεις καὶ ἡμέραν, εὐεξίας κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῇ ἄνω εἰσῆλθες, νυμφικῇ εὐωχίᾳ τοῦ Βασιλέως Χριστοῦ, στολὴν ἐνδεδυμένος, ἀξίαν τοῦ καλοῦντος, ἐκβοῶν Παμμακάριστε· Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς Εὐλογητός εἶ.
Θεοτοκίον
Ὑπὲρ φύσιν καὶ λόγον, τὸν Δεσπότην τῶν ὅλων ἐκυοφόρησας, καὶ τρέφεις ἐκ μαζῶν σου, τὸν πᾶσιν εὐκαιρίᾳ, ἑτοιμάζοντα τράπεζαν· ὃν ἐκτενῶς ἀγαθὴ ὑπὲρ ἡμῶν δυσώπει.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Τοῖς τῶν δακρύων ῥεύμασι, τῶν παθῶν τὰ σκιρτήματα, καὶ τοὺς ἀκαθέκτους, λογισμοὺς κατέκλυσας, καὶ πέλαγος γέγονας, μακροθυμίας Ὅσιε, πρὸς γαλήνην ἄγων, ἱλαρὰν τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς καρτερὸν ἀδάμαντα, τῆς ἀσκήσεως ἔχοντες, τὰς σὰς παραινέσεις, Ἱλαρίων Ὅσιε, καρδίαν στομούμεθα, καὶ τῶν παθῶν τὰς φάλαγγας, τρέπομεν ὡς ἔθνη, καὶ πιστῶς ἐκβοῶμεν· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δι' ἐγκρατείας Ὅσιε, τῆς σαρκὸς τὴν εὐπάθειαν, ὑπωπιασμοῖς τε κατατήξας πάνσοφε, ἐπλήρωσας Πνεύματος, τὴν ψυχικὴν ἐνέργειαν, καὶ πρὸς ἀπαθείας, τρίβους ἔφθασας κράζων· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπὸ τὴν σκέπην Δέσποινα, τῶν Ἁγίων πτερύγων σου, οἱ κεκακωμένοι, πάντες καταφεύγομεν, δεινοῖς ἁμαρτήμασι, καὶ πειρασμοῖς καὶ θλίψεσι· σὲ γὰρ προστασίαν, κεκτημένοι βοῶμεν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον,
τῶν Χαλδαίων ὁ Τύραννος,
τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε,
δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών,
τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα·
οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Πηγὴν σε τῶν θαυμάτων ὡς ἀληθῶς, ὁ Χριστὸς ὦ Τρισμάκαρ ἀνέδειξε, τοὺς ἀλγεινούς, ῥύπους ἐκκαθαίρουσαν τῶν παθῶν, καὶ νοσημάτων ἔνδοξε, πόνους κατακλύζουσαν εὐχερῶς· διὸ καὶ ποταμὸν σε, ψυχικῶν καθαρσίων, καλοῦμεν πάντες παμμακάριστε.

Ἐξήνθησας ὡς φοίνιξ πνευματικός, ἐν τῷ οἴκῳ Θεοῦ παναοίδιμε, καρποφορῶν, πόνους ἐγκρατείας ὡς γλυκασμόν, ἐν ᾧ καρδίας ἥδυνας, Πάτερ τὰς τῆς ποίμνης σου λογικῶς· διὸ καὶ τῶν στεφάνων, τῆς οὐρανίου δόξης, ταύτην ἀξίωσον πρεσβείαις σου.

Τετέλεκας τὸν δρόμον ἀσκητικῶς, καὶ τὴν πίστιν θεόφρον ἐτήρησας, διπλοῦς τε νῦν, στέφανος ἐπλάκη σοι ἀληθῶς, ὃν κατὰ τὴν διάγνωσιν, τῶν βεβιωμένων παρὰ Θεοῦ, νομίμως ἀπολήψῃ, καὶ εἰς τὴν ἄνω λῆξιν, ἐναπολαύσεις σὺν Ἀγγέλων χοροῖς.
Θεοτοκίον
Σὲ ὅπλον ἐν κινδύνοις καὶ πειρασμοῖς, καὶ λιμένα καὶ τεῖχος ἐν θλίψεσι, καὶ θυρεόν, ἐν πολέμοις ἔχομεν νοητόν, καὶ μέγα ἱλαστήριον, ἐν δειναῖς πταισμάτων ἐπιδρομαῖς· διὸ σε Θεοτόκον, τιμῶμεν κατὰ χρέος, καὶ μεγαλύνομεν τὸν τόκον σου.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,
καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός,
ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,
καὶ ἡ γαστήρ σου γέγονεν,
εὐρυχωροτέρα τῶν οὐρανῶν·
διό σε Θεοτόκε,
Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσι».