Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια.

Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον, εἰς ὁδὸν εὐθεῖάν με, ἀρετῶν χειραγώγησον, πρὸς μετανοίας, τρίβον πρεσβείαις σου, πρὸς θελημάτων, Θεοῦ ἐκπλήρωσιν, πρὸς ἀδαπάνητον τῶν καλῶν ἀπόλαυσιν, ὅπως τὸ σόν, χαίρων παναοίδιμε, τελῶ μνημόσυνον.
Ἦχος πλ. δ'
Πάτερ θεόφρον Ὀνούφριε, τὸν παγετὸν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, τῇ ἐλπίδι Ὅσιε, τῶν μελλόντων ὑπέμεινας· τὰ ἐπὶ γῆς σου, μέλη νεκρώσας γάρ, τῆς οὐρανίου ζωῆς ἐπέτυχες, ἔνδον γενόμενος, τῆς παστάδος Ἅγιε, περιχαρῶς, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου.
Ἦχος πλ. δ'
Πάτερ θεόφρον Ὀνούφριε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεονύμφευτε, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
ΤΟ ΑΚΟΥΤΕ
Τῆς μακαριότητος τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδόξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος τῶν Ἁγίων Ὀνούφριε.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης· ὃν σοι ἡτοίμασε Χριστὸς ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν καὶ νῦν ἡμᾶς ῥύσασθαι, ἐκ κινδύνων δυσώπησον.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίας, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ὀνούφριε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου ΤΟ ΑΚΟΥΤΕ
Ἡ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι ἐκ σοῦ παμφίλτατε;

Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος
καὶ θαυματουργὸς ἀνεδείχθης
θεοφόρε πατὴρ ἡμῶν (Κυριακὲ)
νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ,
οὐράνια χαρίσματα λαβὼν·
θεραπεύεις τοὺς νοσοῦντας
καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι.
Δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Ὀνουφρίῳ τὸν αἶνον ἐξᾴδω πόθῳ.

ᾨδὴ α'
Ἦχος β'
Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Ὅλον Χριστόν, εἰσοικισάμενος ἔνδοξε, καὶ κόσμον παρωσάμενος, δόξαν τὴν ἄστατον, τῆς αὐτοῦ ἀπολαύεις, Ὀνούφριε ἀξίως, χαρᾶς ἀοίδιμε.

Νόμῳ Χριστοῦ, ἐμμελέτησας θεσπέσιε, δένδρον ζωῆς κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν, τῶν θείων ἰαμάτων, τοῖς κατορθώμασι.
Θεοτοκίον
Οἶκος ἁγνή, ὁ τῆς σοφίας ἐγνώρισαι· ἐκ τῶν αἱμάτων σάρκα γάρ, τῶν σῶν ἁγνῶν λαβών, καὶ σταυρῷ ὁμιλήσας, Θεὸς τῆς ἀπαθείας, ἡμῖν μετέδωκεν.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ὑπῆλθες τὸν Χριστοῦ ζυγόν, Ὀνούφριε, ἐρήμοις ἀβάτοις σὺ καταμόνας, ὁμιλεῖν ἐπιποθῶν αὐτῷ, καὶ τοῦ κάλλους τρυφᾷν, δόξης τῆς θείας αὐτοῦ.

Φωτίσας σεαυτὸν φωτὶ τῆς γνώσεως, καὶ γνόφον σκεδάσας τῶν παθημάτων, ἐν πλαξὶ ταῖς τῆς καρδίας σου, ἀπαθείας τὸν νόμον Πάτερ εἴληφας.
Θεοτοκίον
Ῥανίδι συμπαθῶς τῇ τῆς πρεσβείας σου, τὴν φλόγα κατάσβεσον τῆς ψυχῆς μου, Θεοτόκε ἀειπάρθενε, συμπαθείας πηγὴν μοι ἐπαρδεύουσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε,
ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον,
εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Κάθισμα τοῦ Ὁσίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἐμάκρυνας Ὅσιε, καὶ ἐν ἐρήμοις σαφῶς, ηὐλίσθης τὸν Κύριον, ῥυόμενόν σε δεινῶν, ἀεὶ ἐκδεχόμενος. Ὅθεν εὐαρεστήσας, τῷ Δεσπότῃ παμμάκαρ, εἴληφας τὴν ἀγήρω, οὐρανῶν βασιλείαν, ἐν ᾗ νῦν αὐλιζόμενος, μνήσθητι τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Ὑψούμενος ὕψωσας, τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες, τῇ ἀνυψώσει τῇ σῇ, ὦ φῶς τῶν ὀμμάτων μου. Δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως, φέρε Σταυρόν, τοὺς Ἥλους, καὶ τὸν Σπόγγον, τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας, τὴν χάριν ἑβράβευσας.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ἱδρυμένος ἀκλόνητος, παρὰ Χριστοῦ δαιμόνων τρικυμίας, ὡς ἀφρὸν Ὀνούφριε διαλέλυκας.

Ὡς ἀδάμας τοῖς θάλπεσι, καὶ τοῖς κρυμοῖς στερρῶς ἐγκαρτερήσας, τῶν δαιμόνων ἔλυσας τὰ παλαίσματα.
Θεοτοκίον
Τῆς ψυχῆς μου τὴν κάκωσιν, τοῦ σοῦ Υἱοῦ τῇ λάμψει Θεοτόκε, ἀφελοῦσα σύναψον σωτηρίᾳ με.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁλοκαυτώσας τὸν νοῦν, τῷ δι' ἡμᾶς ὑπὲρ ἡμῶν θάνατον, διὰ Σταυροῦ κεκαρτερηκότι, ἀξίως κοινωνός, καὶ συγκληρονόμος τῆς δόξης γεγένησαι.

Ναὸν εἰργάσω σαυτόν, ὁλολαμπῆ ταῖς ἀρεταῖς Ὅσιε, διαφανεῖς βολίδας ἐνθέους, ἀστράπτων τηλαυγῶς, θείων θαυμασίων παμμάκαρ Ὀνούφριε.
Θεοτοκίον
Ἀγαθοδότην Χριστόν, Θεοκυήτρια ἁγνὴ τέξασα, τὸν πονηραῖς παθῶν τρικυμίαις, κλονούμενόν με νῦν, τῇ σῇ εὐσπλαγχνίᾳ Παρθένε θεράπευσον.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἰθυνόμενος αὔραις τοῦ Πνεύματος, ὅρμῳ γαληνῷ προσεπέλασας Ὅσιε, τὸ βάρος παρωσάμενος, τῆς σαρκὸς ἐγκρατείᾳ Ὀνούφριε.

Νεύσει θείᾳ θεούμενος γέγονας, ἄγγελος ἐπίγειος· τὴν Ἰωάννου γάρ, καὶ Ἠλιοὺ ἐζήλωσας, πολιτείαν παμμάκαρ Ὀνούφριε.
Θεοτοκίον
Ὀδυνώμενος πάθεσιν Ἄχραντε, καὶ συμποδιζόμενος τοῖς παραπτώμασιν, ἡ τὴν χαρὰν κυήσασα, τῶν κακῶν μοι λύσιν παράσχου δέομαι.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος,
τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου,
ἐπικαλοῦμαι ἄβυσσον·
Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Κοντάκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Πίστιν Χριστοῦ ΤΟ ΑΚΟΥΤΕ
Φῶς νοητὸν καὶ οὐράνιον, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τῆς ἀκηράτου Τριάδος δοχεῖον ὤφθης Ὀνούφριε, καὶ νῦν μετὰ Ἀγγέλων ἠρίθμησαι, κραυγάζων· Ἀλληλούϊα.
Ὁ Οἶκος
Ὦ ἀγάπη, τὸ φῶς τὸ ὑπέρλαμπρον! ὦ πασῶν ἀρετῶν τὸ κεφάλαιον! ἡ ἀεὶ τὰ οὐράνια τάγματα εὐφροσύνης πληροῦσα καὶ χάριτος, ἡ ἐνοικήσασα τοῖς Ἁγίοις, Πατριάρχαις Προφήταις καὶ Ἀποστόλοις, ὧν ταῖς εὐχαῖς καὶ ἡμῖν ἐνοίκησον, ἵνα σὺν αὐτοῖς μελῳδῶμεν τῷ Θεῷ, Ἀλληλούϊα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.
Στίχοι
- Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
- Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος.
- Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.
Στίχοι
- Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,
- Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Νεώσας ψυχήν, τῷ ἀρότρῳ προσευχῆς Πάτερ Ὀνούφριε, καὶ κατασπείρας τὴν ἐγκράτειαν, στάχυν ἁγνείας ἐθέρισας, ᾗ συνδιαιτώμενος μάκαρ, σὺν Ἀγγέλοις ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐμάκρυνας μέν, σεαυτὸν ἐκ κοσμικῆς διαίτης Ὅσιε, ἐν ἐρημίαις δ' αὐλιζόμενος, ἄρτον οὐράνιον εἴληφας· εἶχες γὰρ Χριστὸν σιτοδότην, ᾧ γεγηθὼς ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ξενίζει βροτούς, καὶ ἀΰλους Πάναγνε τῆς σῆς λοχείας, θεῖον μυστήριον· μόνη γάρ, ἄνευ σπορᾶς Λόγον τέτοκας, σάρκα γεγονότα δι' οἶκτον, ᾧ σωθέντες κραυγάζομεν· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Αἴγλῃ τοῦ Πνεύματος σαφῶς, πυρσευόμενος τὸν νοῦν φωστῆρος δίκην, θεωριῶν ἀκτῖνας, καὶ ἰαμάτων αὐγάς, ἀστράπτεις Παμμάκαρ Ὀνούφριε, τοῖς ὑπερυψοῦσι, Χριστόν εἰς τοὺς αἰῶνας.

Δυνάμει θείᾳ εὐσθενής, γνωριζόμενος ἀεὶ δαιμόνων θράσος, καθελὼν τῶν ἀλόγων, ζώων τὴν φύσιν σαφῶς, κραυγάζων ὑπέταξας, ὅσιε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὥσπερ νεφέλη φωτεινή, τὸν ὑπέρθεον Χριστὸν ἥλιον φέρεις, ἐν ἀγκάλαις σου Μῆτερ, δι' οὗ τὸν ζόφον παθῶν, ψυχῆς μου λαμπρύνασα αὔγασον, τῷ τῆς ἀπαθείας, φωτὶ Θεογεννῆτορ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός,
τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα,
καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν,
ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Πυρὶ Θεοῦ τῆς ἀγάπης, ἡδονὰς καταφλέξας σαρκός, καὶ ὡραΐσας τὴν ψυχήν, οἷα ἀστὴρ Πάτερ ἔλαμψας, ἐν ἐρήμῳ, φωτίζων τὴν πᾶσαν οἰκουμένην ἐμφανῶς, τοῦ σοῦ βίου ἀκτῖσι, καὶ φέγγει τῶν ἰάσεων.

Ὅλος Θεῷ κεκραμένος, δι' ἀγάπης τρισμάκαρ, μετέσχες βασιλείας τῆς αὐτοῦ, καὶ τῆς τρυφῆς τὴν ἀπόλαυσιν, καὶ ζωῆς τὸν χειμάρρουν, καὶ τῶν ἑορταζόντων τόν χορόν, καὶ χαρὰν τὴν ἀγήρω, ἀπείληφας Ὀνούφριε.

Θεὸν εὐΐλατον ἔχων, τῆς ἀσκήσεως πόνοις, ἱδρῶσί τε καμάτων νῦν τῶν σῶν, τοῦτον ἡμῖν ἐξευμένισαι, τοῖς ὑμνοῦσί σε πᾶσι, λυτρούμενος σοφὲ ἐκ συμφορῶν, καὶ παθῶν καὶ ὀδύνης, Ὀνούφριε ἀοίδιμε.
Θεοτοκίον
Ὡς προστασίαν σε μόνην, καὶ ἰσχὺν Θεοτόκε, καὶ τεῖχος καὶ προπύργιον στερρόν, ἔχων τροποῦμαι ἐχθρῶν προσβολάς, καὶ παθῶν ἐπικλύσεις· ἐν σοὶ γὰρ τὰς ἐλπίδας μου ἀεί, ἀνεθέμην τῇ μόνῃ, φθορᾶς ἀπαλλαττούσῃ με.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον,
τὸν ἀρρήτῳ σοφίᾳ
ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ,
βρώσει φθορᾷ πεπτωκότα δεινῶς,
ἐξ ἁγίας Παρθένου,
ἀφράστως σαρκωθέντα δι' ἡμᾶς,
οἱ πιστοὶ ὁμοφρόνως,
ἐν ὕμνοις μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑψηλός σου βίος τοῖς μονοτρόποις, κανὼν θεοσεβείας τελειοτάτης· σὺ γὰρ λογισμῷ ἐνζυμωμένος, ἐν ζυγῷ διακρίσεως, ποιεῖς Ὀνούφριε τούτους, εὐπαρακλήτως ὁδεύειν.
Θεοτοκίον
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν, ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ προσόμοια γ' δευτεροῦντες τὸ α'.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Ὀνούφριε, τοῦ Ἠλιοὺ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς τοῦ κόσμου συγχύσεως, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν ἐρήμῳ συναυλιζόμενος, χαίρων μακάριε, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Ὀνούφριε, τοῦ Ἠλιοὺ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς τοῦ κόσμου συγχύσεως, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν ἐρήμῳ συναυλιζόμενος, χαίρων μακάριε, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο.
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Ὀνούφριε, ἱερωτέραν ψυχήν, θεοφρόνως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, τῇ τῶν πραέων γῇ κατεσκήνωσας, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.
Ἦχος πλ. δ'
Πάτερ παμμάκαρ Ὀνούφριε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι τρισόλβιε, τῆς σῆς ἀσκήσεως τὰ γνωρίσματα, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον γενόμενος, τοῦ νυμφῶνος ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἀξιοθαύμαστε.
Δοξαστικὸν
Ἦχος β'
Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῷ μόνῳ, προσομιλεῖν ἐπεπόθησας. Ὅθεν κόσμον κατέλιπες φυγαδεύων, καὶ διαιτώμενος ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα σεαυτῷ ἐμπορευόμενος, μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε Ὅσιε.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.