Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια.

Στιχηρὰ τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Νύμφην ἀδιάφθορον, καλλωπισθεῖσαν ἐν Πνεύματι, τῷ Ἁγίῳ γινώσκοντες, τελοῦμεν τὴν μνήμην σου, τὴν φωτεινοτάτην, Μάρτυς ἀθληφόρε, καὶ προσκυνοῦμεν εὐσεβῶς, τὴν τῶν λειψάνων ἁγίαν λάρνακα, τὴν ῥῶσιν ἀρυόμενοι, τὴν τῶν παθῶν ἡμῶν πάντοτε, Ἀκυλῖνα πανεύφημε, οἱ πιστῶς σε γεραίροντες.
Ἦχος δ'
Ἔρωτι πανεύφημε, κεκρατημένη τοῦ Κτίστου σου, τὰ ἐκείνου παθήματα, σαρκὶ ἐξεικόνισας, πᾶσαν τρικυμίαν, πόνων ἐνεγκοῦσα, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, ἄπονον δόξαν καὶ στέφος φέρουσα, ἀμάραντον καὶ βλέπουσα, ἃ θεωροῦσι γηθόμενα, τῶν Ἀγγέλων τὰ τάγματα, Ἀκυλῖνα θεόπνευστε.
Ἦχος δ'
Προῖκα προσενήνοχας, τῶν σῶν μελῶν τὰ λακτίσματα, τῷ νυμφίῳ σου πάνσεμνε· διὸ τῶν θαλάμων σε, τῶν φωτεινοτάτων, αὐτὸς ἀξιώσας, καταλαμπρύνει τῷ φωτί, τῆς θείας δόξης ὁ ὑπερούσιος, ᾧ παρεστῶσα χαίρουσα, ὑπὲρ ὑμῶν καθικέτευε, τῶν πιστῶς ἐκτελούντων νῦν, Ἀκυλῖνα τὴν μνήμην σου.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Μαρία Θεόνυμφε, τῆς ταλαιπώρου καρδίας μου, ἀποπλύνουσα βόρβορον, ῥείθρῳ τοῦ ἐλέους σου, ξήρανον πελάγη, τῶν ἐμῶν πταισμάτων, καὶ πρὸς μετάνοιαν ἁγνή, τόν ἀδιόρθωτον ἐγκαθόρμισον· λιμένα εὐσπλαγχνίας γάρ, ὡς τετοκυῖα πανάμωμε, ἐπὶ σοὶ τὴν ἐλπίδα μου, ἀνατίθημι Παναγνε.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ ὡς ἐθεάσατο, ἐπὶ Σταυροῦ ἀνυψούμενον, ἡ τεκοῦσα Φιλάνθρωπε, κραυγάζουσα ἔλεγε· Πῶς ἐθελουσίως, πάθος ὑπομένεις, ὁ ἀπαθῶς ἐκ τῆς ἐμῆς, γαστρὸς ἐκλάμψας ὡς Παντοδύναμος, καὶ λύσας τὴν κατάκριτον, φύσιν βροτῶν κατακρίσεως; Ἀνυμνῶ σου τὴν ἄμετρον, νῦν Υἱὲ συγκατάβασιν.

Ἀπολυτίκιον τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Η αμνάς σου Ιησού, κράζει μεγάλη τή φωνή Σέ νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω συν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί αλλ' ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Δέχου τὸν ὕμνον καλλίπαις Ἀκυλῖνα.
Ἰωσήφ.

ᾨδὴ α', τῆς Ἁγίας

Ἦχος πλ. δ'
Ἡ κεκομμένη ΤΟ ΑΚΟΥΤΕ
Δεδοξασμένη Χριστῷ τῷ νυμφίῳ σου, ἐν οὐρανοῖς ἀληθῶς, χαίρουσα παρίστασαι· διὸ σε ἐπὶ γῆς τοὺς εὐσεβῶς γεραίροντας, εὐχαῖς σου ἀντιδόξασον Σεμνή, καὶ σοῦ μετόχους ποίησον, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.

Εἰσεποιήσω τὴν χάριν τοῦ Πνεύματος, τὴν σὴν ψυχὴν καθαράν, Ἔνδοξε τελέσασα, καὶ στίγμασι σαρκὸς ὡραιοτάτη πέφηνας· διὸ σε ὁ νυμφίος τῶν ψυχῶν, ἁγνή, τελείως ἄμωμον, ὅλην χρηματίσασαν, ἡρμόσατο πανεύφημε.

Χειμῶνος πλάνης τῆς γῆς τὰ πληρώματα, πληροῦντος πάλαι δεινῶς, πλήρης οὖσα Πνεύματος, ὡς Μάρτυς ἀπλανὴς Κυρίου παντοκράτορος, ἐπέφθασας τὸ ἔαρ τῆς ζωῆς, καὶ νίκης ἦρας τρόπαιον, Ἀκυλῖνα ἔνδοξε, θεόφρον ἀξιάγαστε.
Θεοτοκίον
Ὁ τῷ ἀνάρχῳ Πατρὶ συννοούμενος, ὑπέδυ μήτραν τὴν σήν, ἄνθρωπος γενόμενος, καὶ ἔσωσεν ἡμᾶς, κακίᾳ ὑποκύψαντας, καὶ πλάνῃ δουλωθέντας τοῦ ἐχθροῦ, Μαρία Θεονύμφευτε· διὰ τοῦτο πίστει σε, καὶ πόθῳ μακαρίζομεν.

Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ὕφανας ἐν χάριτι, καταστολὴν φωτὸς ἔνδοξε, αἵματι σῷ, ταύτην Ἀκυλῖνα, ἱερῶς ἐπιχρώσασα.

Τέτρωσαι τῷ ἔρωτι, τῷ θεϊκῷ σαφῶς Πάνσεμνε· ὅθεν στερρῶς, τρώσεις τε καὶ πόνους, χαλεποὺς ἐκαρτέρησας.

Ὅλην σε ἡγίασεν, ὁ λυτρωτὴς σεμνὴ Κύριος, ὁλοσχερῶς, τοῦτον Ἀκυλῖνα, ἐκ ψυχῆς ἀγαπήσασα.
Θεοτοκίον
Νύμφην σε ἀνύμφευτον, καὶ καθαρὸν Ἁγνὴ σκήνωμα, τοῦ Ποιητοῦ, καὶ ἁγιωτέραν Χερουβὶμ ἐπιστάμεθα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα,
τῶν προστρεχόντων σοι Κύριε,
σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων,
καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Ἀρετῶν πυρσευθεῖσα θείῳ φωτί, ἀθλητῶν ἐκοσμήθης πανευκλεῶς, σεμνὴ διαδήματι, καὶ ὡραία ἐν κάλλει, γεγονυῖα πίστει, τῷ πάντων δεσπόζοντι, ἐνυμφεύθης ὄντως, ἀμίαντος ἄφθορος· ὅθεν οὐρανίων, ἠξιώθης θαλάμων, καλῶς ἐναθλήσασα, καὶ τὸν δόλιον κτείνασα, Ἀκυλῖνα θεόσοφε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πίστει, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, Οἴμοι! Τὶ ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐπὶ Σταυροῦ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὑπερήφανον δράκοντα, σὺ δι' ἀσθενείας σαρκὸς κατέβαλες, ἀριστεύσασα λαμπρότατα, καὶ τυράννων θράσος ἀφανίσασα.

Μαρτυρίου λαμπρότησι, καὶ τῆς παρθενίας θείοις ἐν κάλλεσιν, Ἀκυλῖνα ἐχρημάτισας, τοῦ Δεσπότου νύμφη περιδέξιος.

Νεκρωθὲν τὸ σαρκίον σου, ταῖς πολυειδέσι στρέβλαις θεόπνευστε, τὴν ζωὴν σοι προεξένησε, τὴν εἰς τοὺς αἰῶνας διαμένουσαν.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας τὸ πῦρ κατέσβεσαν, τῶν θαυμάτων δὲ τὰ ῥεύματα, τῶν βροτῶν ἐκπλύνει τὰ νοσήματα.
Θεοτοκίον
Νυσταγμῷ ἀμελείας με, ὕπνος ἁμαρτίας Κόρη κατέλαβε, τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, διανάστησόν με πρὸς μετάνοιαν.

Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Ὁ ἐκ νυκτὸς ἀγνοίας ΤΟ ΑΚΟΥΤΕ
Κυμαινομένης ὥσπερ, ἀγριαινούσης θαλάσσης τῆς πλάνης ποτέ, ὤφθης κυβερνωμένη, Μάρτυς Ἀκυλῖνα Χριστοῦ δεξιᾷ.

Ἀποσκοποῦσα Μάρτυς, πρὸς τὰ βραβεῖα ὑπέστης στερρότατα, σπαραγμοὺς τῶν μελῶν σου, καὶ τὸν βιαιότατον θάνατον.

Λαμπροφανὴς ὡράθης, τοῖς πολεμίοις αὐτοὺς καταπλήττουσα, τῷ ὡραίῳ σου κάλλει, καὶ τῷ τῆς ψυχῆς ἀναστήματι.
Θεοτοκίον
Λελυτρωμένοι πάντες, προγονικῆς καταδίκης τῷ τόκῳ σου· Χαῖρέ σοι προσφωνοῦμεν, Κεχαριτωμένη πανύμνητε.

Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Τὸν Ἰωνᾶν ἐν τῷ κήτει ΤΟ ΑΚΟΥΤΕ
Ἰχνηλατεῖν τοῦ Χριστοῦ τὰ ἔνδοξα, ἐπόθησας παθήματα, Παρθένε καὶ ἀνδρειοφρόνως, ὑπέστης τοὺς αἰκισμούς, καὶ σπαραγμούς, τοῦ ἁγνοῦ σου σώματος.

Πολυειδεῖς πόνους ἐκαρτέρησας, πυρός τε κατεφρόνησας· παρθένε ὅθεν Ἀκυλῖνα, καὶ τὰς ὀδύνας ἡμῶν, διαπαντὸς κουφίζεις πρεσβείαις σου.

Ἀποσκοπῶν ἄνωθεν ἐθαύμασε, χορὸς Ἀγγέλων ἔνδοξε, Παρθένε τὴν ὑπομονήν σου, ὅπως ἀσάρκους ἐχθρούς, μετὰ σαρκὸς ἐνίκησας ἐν χάριτι.
Θεοτοκίον
Ἵνα Θεὸς ὁ ἄνθρωπος γένηται, Θεὸς ὡράθη ἀνθρώποις, Παρθένε ἐκ τῶν σῶν λαγόνων, ἀνερμηνεύτως τεχθείς, καὶ ὅπερ ἦν μείνας ἀναλλοίωτος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε,
μονώτατον κατῴκισας,
ἐμὲ δὲ τὸν πεπεδημένον,
ἐν ἄρκυσι τοῦ ἐχθροῦ,
ὡς ἐκ φθορᾶς ἐκείνον διάσωσον».

Κοντάκιον
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ῥαντισμοῖς αἱμάτων σου, καθηγνισμένην παρθένε, καὶ Μαρτύρων στέμμασι, σὲ Ἀκυλῖνα στεφθεῖσαν, δέδωκε, τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν, καὶ σωτηρίαν ὁ σὸς νυμφίος, τοῖς προστρέχουσιν ἐν πίστει, Χριστὸς ὁ βρύων ζωὴν αἰώνιον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης.
Στίχοι
Τὸν παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε.
Ἀκυλῖνα σοι τέμνεται Νύμφη νέα.
Ἀμφὶ τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλῖνα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀννης καὶ τοῦ υἱοῦ αὐτῆς, Ἰωάννου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Σώματος πάσχοντος θεόφρον, οὐκ ἐφρόντισας σκοποῦσα τὰς ἐκεῖθεν, ἀντιδόσεις σαφῶς, καὶ δόξαν Ἀκυλῖνα, καὶ τοῦ Θεοῦ τερπνότητα, καὶ τὴν θείαν εὐφροσύνην.

Ἄσπιλον φέρουσα τὸ σῶμα, τὴν καρδίαν τε Κυρίῳ ἡνωμένην, πρὸ βημάτων Ἁγνή, δικαστικῶν παρέστης, ἀσυνετοῦντα τύραννον, διελέγχουσα θεόφρον.

Κόσμου ἠλλάξω φθειρομένου, ὑπερκόσμιον ζωὴν μὴ φθειρομένην, καὶ προσκαίρου τρυφῆς, τὴν μένουσαν Παρθένε, τοῦ σαρκικοῦ μνηστῆρός τε, τὸν ἀθάνατον νυμφίον.
Τριαδικὸν
Ὕμνοις τὴν θείαν Μοναρχίαν, τρισσουμένην μὲν προσώποις παραδόξως, τῇ δὲ φύσει ἁπλήν, ὑπάρχουσαν τιμῶμεν, ἀναβοῶντες· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Οἱ θεορρήμονες Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Λελαμπρυσμένη τῷ φέγγει τῷ τῆς ἁγνείας, καὶ ταῖς βαφαῖς τῶν αἱμάτων, διηνθισμένη παρίστασαι, Ἀκυλῖνα παρθένε, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ἱερωτάτη θυσία προσηνέχθης, καὶ προσφορὰ λαμπροτάτη, καὶ ὡς εὐῶδες θυμίαμα, θεόφρον Ἀκυλῖνα, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Νόσους ἀνθρώπων θεραπεύει, καὶ ἀπελαύνει δαιμόνων, λώβην τὸ ἅγιον σῶμά σου, Ἀκυλῖνα ἐν τάφῳ, πανένδοξε κείμενον.
Θεοτοκίον
Ἀδιαφθόρως τὸν Λόγον ὑπὲρ λόγον, κατὰ φθορᾶς ἡμᾶς πάσης, ἀπολυτρούμενον τέτοκας· διὰ τοῦτο σε πάντες, Παρθένε δοξάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ,
σὺν τῷ πυρὶ καὶ τὴν πλάνην,
καταπατοῦντες ὑπέψαλλον·
Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας
Ἦχος πλ. δ'
Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Ἰκρίῳ προσπαγέντι, Σῶτερ ἡ Παρθένος, συνεσταυρώθη σοι γνώμῃ ἀθλήσασα, καὶ τὴν τοῦ δράκοντος κάραν, καταπατήσασα.

Ὡραῖόν σου τὸ κάλλος, καὶ ὑπερφερής σου, ἡ τῆς ψυχῆς ἀπεφάνθη εὐγένεια, θεοειδὴς Ἀκυλῖνα, ἀξιοθαύμαστε.

Συνοῦσα ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, καὶ τῶν Μαρτύρων τοῖς δήμοις πανεύφημε, ὑπὲρ ἡμῶν τὸν τῶν ὅλων Θεὸν ἱκέτευε.

Ἡ ἔνδοξός σου μνήμη, πάντας συγκαλεῖται, περιχαρῶς Ἀκυλῖνα ὑμνῆσαί σου, τοὺς εὐκλεεῖς Μάρτυς πόνους, καὶ τὰ παλαίσματα.
Θεοτοκίον
Φωνὴν σοι τοῦ Ἀγγέλου, Πάναγνε βοῶμεν· Χαῖρε ἀνθρώπων ἁπάντων διάσωσμα, καὶ πανενδόξων Μαρτύρων, θεῖον στεφάνωμα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κυρίως Θεοτόκον,
σὲ ὁμολογοῦμεν,
οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,
σὺν Ἀσωμάτοις χορείαις,
σὲ μεγαλύνοντες».