Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ἰούδα μακάριε Χριστοῦ, Μαθητὴς γεγένησαι, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, ὑφ' οὗ ὡς πρόβατον, μέσον λύκων ὄντως, ἀπεστάλης λόγῳ σου, τὴν τούτων μεταπλάττων δυσσέβειαν, πρὸς τὴν εὐσέβειαν, καὶ τὴν ἔνθεον ἐπίγνωσιν, τῆς Τριάδος· ὅθεν εὐφημοῦμέν σε.
Ἦχος α'
Ἰούδα θαυμάσιε βολίς, ἀπεστάλης πλήττουσα, καὶ παντελῶς ἀφανίζουσα, δαιμόνων φάλαγγας, καὶ τοὺς ὑπ' ἐκείνων, πληγωθέντας χάριτι, τοῦ μόνου θεραπεύων Θεοῦ ἡμῶν, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Ἰούδα θεόπνευστε ἀκτίς, τοῦ ἡλίου γέγονας, τοῦ ἐκ Παρθένου ἐκλάμψαντος, καὶ κατεφώτισας, εὐσεβῶν καρδίας, καὶ τὸν ἐπικείμενον, τῇ κτίσει σκοτασμὸν ἀπεδίωξας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'

Ἰούδα, οἱ ἀδελφοί σου σὲ ἐπαινέσουσιν, ἀδελφὸν φανέντα Λόγου τοῦ πρὸ αἰώνων, ἐξ ἀϊδίου ἀναλάμψαντος τοῦ Γεννήτορος, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀφράστως σαρκωθέντος, ἐκ τῆς Ἁγίας Παρθένου, καὶ ἐνανθρωπήσαντος, ὃν Ἀπόστολε ἐκτενῶς ἱκέτευε, δωρηθῆναι εἰρήνην τῷ κόσμω, καὶ ἡμῖν τοῖς τιμῶσί σε, τῶν πταισμάτων ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ἡ Πάναγνος ὡς εἶδὲ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Ἀπολυτίκιον
Ἦχος γ'
Ἀπόστολε Ἅγιε Ἰούδα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἀποστόλου ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς.
Μέλπειν Ἰούδαν τὸν θεόπτην σπουδάσω.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην ΤΟ ΑΚΟΥΤΕ
Μύστα τῶν οὐρανίων, Ἰούδα πάνσοφε, μαθητὰ τοῦ Σωτῆρος, καὶ κοινωνὲ τῆς ζωῆς, τὴν γλῶσσάν μου κίνησον, καὶ τὸν λόγον ἴθυνον, πρὸς τοὺς ὕμνους σου παμμακάριστε.

Ἕλκων τὸν τοῦ Σωτῆρος, ζυγὸν Ἀπόστολε, καὶ τὴν αὔλακα τέμνων, καὶ νεουργῶν τῇ χάριτι, τὸν σπόρον κατέβαλες, καὶ πολύχουν ἤνεγκας, τῷ καλέσαντι παμμακάριστε.

Λόγον τὸν σαρκωθέντα, εὑρὼν διδάσκαλον, καὶ ταῖς τούτου θεόπτα, μαρμαρυγαῖς πυρούμενος, ἐγένου φῶς δευτερον, ταῖς τοῦ πρώτου λάμψεσι, συμμορφούμενος ἀξιάγαστε.
Θεοτοκίον
Πίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ πάναγνε· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενον τὸ ἀνθρώπινον.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. α'
Ὁ πήξας ἐπ' οὐδενὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐπήρθη τῶν Μαθητῶν, Χριστοῦ ἡ εὐπρέπεια, ὑπεράνω πάσης μεγαλειότητος· οὗτοι γὰρ γεγόνασιν αὐτοῦ, φίλοι τε καὶ οἰκεῖοι, καὶ συμφυλέται καὶ συνέστιοι, καὶ τῶν μυστηρίων ἐκφάντορες.

Ἰουδα οἱ ἀδελφοί σου σὲ ἐπαινέσουσιν, ἀδελφὸν φανέντα καὶ νομιζόμενον, τοῦ φανερωθέντος ἐν σαρκί, Λόγου τοῦ πρὸ αἰώνων, συναϊδίου ἀναλάμψαντος, ἐκ τοῦ ἀϊδίου Γεννήτορος.

Νεκρώσας τὰ ἐπὶ γῆς σου μέλη συνῴκησας, τῇ ζωῇ τῶν ὅλων Χριστῷ Πανόλβιε, καὶ τῆς ζωηφόρου βιοτῆς, πάσῃ τῇ οἰκουμένῃ, καταγγελεὺς σὺ ἐχρημάτισας, ῥήματα τῆς ζωῆς προϊέμενος.
Θεοτοκίον
Ἰδοὺ σὺ ὑπὲρ πάσας Ἁγνὴ κεχαρίτωσαι, ὑπερέβης πάσας τῇ ἁγιότητι, πάσας ὑπερῆρας καὶ πασῶν, ὤφθης ὑψηλοτέρα, τῶν οὐρανίων σαφῶς δυνάμεων, Μήτηρ τοῦ Θεοῦ χρηματίσασα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Κάθισμα τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. δ'
Τὴν σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Τοῦ τεχθέντος Δεσπότου καὶ ἀδελφοῦ, χρηματίσαντος πάντων τῶν ἐκλεκτῶν, Ἰούδα μακάριε, ἀδελφὸς ἐχρημάτησας, καὶ ὑπ' αὐτοῦ Ἀπόστολος, εἰς πάντα τὰ πέρατα, ἀπεστάλης πανεύφημε, τὸν λόγον τῆς πίστεως, πᾶσι κατασπείρων, καὶ φωτίζων τοὺς σκότει, ἀγνοίας δουλεύοντας, πονηρῷ κοσμοκράτορι. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς ἔχων ἀντίληψιν, καὶ σκέπην σε Ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· Ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε, Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. α'
Τὴν θείαν ἐννοήσας σου ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγας τοῦ Κυρίου Ἀπόστολος, τῆς ἐμφανείας τοῦ Θεοῦ, ἠξιωμένος ἠγάπηται, καὶ τῆς αὐτοῦ θεωρίας, τὴν αἴγλην καὶ τὸ κάλλος τεθέαται.

Ὑπάρχων χαρισμάτων ἀνάπλεως, καὶ δωρεῶν τῶν ἐκ Θεοῦ, δεδωρημένων Ἀπόστολε, πρὸς σωτηρίας λιμένα, τοὺς σὲ ὑμνολογοῦντας ὁδήγησον.

Δυνάμει ἀηττήτῳ τοῦ Πνεύματος, τοῦ παναγίου Λειτουργέ, τῶν ἀπορρήτων φραξάμενος, τῆς πονηρίας διώκεις, πνεύματα τῷ λόγῳ τῆς χάριτος.
Θεοτοκίον
Ἀφράστως συλλαβοῦσα πανάμωμε, τὸν Ποιητήν σου καὶ Θεόν, δυσώπει σῶσαι κινδύνων ἡμᾶς, καὶ ψυχικὴν σωτηρίαν, βραβεῦσαι τοῖς ὑμνοῦσί σε Δέσποινα.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. α'
Ὁ ἀναβαλλόμενος ΤΟ ΑΚΟΥΤΕ
Νόμου παρωσάμενος, τὰ προσκιάσματα, τὸν χαρακτῆρα τῆς ἀληθείας, τηλαυγῶς ἐκήρυξας, αὐτὴν κεκτημένος, ὁδηγὸν τὴν ἀλήθειαν.

Τὸ τοῦ νόμου πρόσταγμα, πληρῶν Ἀπόστολε, τὰ ἔθνη πάντα ταῖς διδαχαῖς σου, μαθητεύων ἔδραμες, καὶ ταῦτα βαπτίζων, Τριάδος ἐπικλήσεσιν.

Ὄμβρος ὡς οὐράνιος, ὡς δρόσος ἄνωθεν, ὁ θεῖος φθόγγος σου θεοκήρυξ, τὸν αὐχμὸν διέλυσε, τῆς πολυθεΐας, ἑνὸς Θεοῦ κηρύγματι.
Θεοτοκίον
Νέκρωσον τὰ πάθη μου, Θεογεννήτρια, καὶ τὴν ψυχήν μου τὴν νεκρωθεῖσαν, ἁμαρτίας δήγματι, ἀνάστησον Μήτηρ, τῆς ὄντως ἀναστάσεως.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. α'
Μαινομένην κλύδωνι ΤΟ ΑΚΟΥΤΕ
Θεωρίας δόγματι, πολιτείας πράξεσι φαιδραῖς, τοῦ Χριστοῦ Ἀπόστολε λαμπόμενος, τοὺς ἐν βυθῷ τῆς ἀγνωσίας ἐφώτισας.

Ἐπιστέλλεις ἅπασι, τοῖς ἀνθρώποις τὴν φωτιστικήν, καὶ δογμάτων ἔμπλεων τοῦ Πνεύματος ἐπιστολήν, Ἱεροφάντα θεσπέσιε.

Ὁ θεόπτης φθέγγεται, οὐρανὸς τις ὥσπερ λογικός, τοῦ Θεοῦ τὴν δόξαν διηγούμενος, τοῦ δι' ἡμᾶς σαρκὶ φανέντος τὰ θαύματα.
Θεοτοκίον
Παναγία Δέσποινα, Θεοτόκε ῥῦσαί με φθορᾶς, καὶ παθῶν τὸν τάραχον κατεύνασον, ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Κοντάκιον τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκ ῥίζης εὐκλεοῦς, θεοδώρητον κλῆμα, ἀνέτειλας ἡμῖν, τοῦ Κυρίου αὐτόπτα, Ἀπόστολε θεάδελφε, τοῦ Χριστοῦ κήρυξ πάνσοφε, τρέφων ἅπαντα, κόσμον καρποῖς σου τῶν λόγων, τὴν ὀρθόδοξον, πίστιν Κυρίου διδάσκων, ὡς μύστης τῆς χάριτος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα.
Στίχοι
Καὶ συγγενείᾳ καὶ χορῷ αὐχεῖν ἔχεις.
Χριστοῦ μαθητῶν ὦ Ἰούδα, καὶ πάθει.
Ἐννεακαιδεκάτῃ βελέεσσιν Ἰούδας θνῄσκει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου.
Στίχοι
Ψυχὴν ὑπὲρ σοῦ Ζώσιμος θεὶς φιλτάτην,
Ξίφει θανών, ζῇ ψυχικὴν ζωήν, Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Παϊσίου του Μεγάλου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. α'
Ὁ ὑπερυψούμενος ΤΟ ΑΚΟΥΤΕ
Τὸν θεοειδέστατον, μεθέξει Θεότητος, γενόμενον ἅπαντες,, Ἰούδαν ὑμνήσωμεν, ἐνθέως μελῳδοῦντες, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἡ πνευματοκίνητος, καὶ θεόπνους γλῶσσά σου, τὸν κόσμον ἐπέστρεψε, Χριστοῦ τῷ κηρύγματι, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Νέμει σοι οὐράνιον, κληρουχίαν Κύριος, καὶ θρόνον ὑπέρλαμπρον, ἐν ᾧ καθεδούμενος, ἐνθέως μελῳδήσεις, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στόματι καὶ γνώμῃ σε, Θεοτόκον ἅπαντες, κηρύττομεν πάναγνε· Θεὸν γὰρ ἐγέννησας, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. α'
Σοὶ τῷ παντουργῷ ΤΟ ΑΚΟΥΤΕ
Πλοῦτον τῶν ἐθνῶν, καὶ βασιλέων γέρας, εὔκλειαν ἀπείληφας, βοῶν Ἀπόστολε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὅλην τὴν αὐγήν, τοῦ Παρακλήτου Μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων ἔνδοξε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὕμνοις οἱ πιστοί, τὴν σοὶ δοθεῖσαν αἴγλην, Ἰούδα γεραίρομεν, προθύμως ψάλλοντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Δεῦτε καλλονήν, τοῦ Ἰακὼβ ὑμνῶμεν, Μαρίαν τὴν ἄχραντον, συμφώνως κράζοντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος πλ. α'
Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ
Ἀπαστράπτων ἔνδοξε, φωτοχύτῳ Πνεύματος αὐγῇ, θαυμάτων τὰς ἀστραπάς, τῶν ὑπερφυῶν, τοῖς πάσιν ἀπέπεμπες, ὡς μαθητὴς τοῦ Ἐμμανουήλ, ὃν μεγαλύνοντες, σὲ θεόπτα μακαρίζομεν.

Σὺν Ἀγγέλων τάξεσι, παρεστῶτες οἱ θεοειδεῖς, αὐτόπται καὶ θεωροί, τοῦ μονογενοῦς, τοῦ σάρκα πτωχεύσαντος, ὑπὲρ ἡμῶν, τοῦτον ἐκτενῶς, νῦν ἱκετεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ὡς τεκοῦσα Πάναγνε, τῶν κτισμάτων τὸν Δημιουργόν, κατὰ παντὸς γεννητοῦ, φέρεις τὴν ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχὴν καὶ ὑπερφερῆ· ὅθεν τὸν τόκον σου, προσκυνοῦντές, σε δοξάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».