Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ῥώμη σε προβάλλεται, ὥσπερ λειμὼν ῥόδον εὔοσμον, Ἀγριππῖνα πολύαθλε, πιστῶν τὴν διάνοιαν, κατευωδιάζον, ὀδμαῖς ἐναρέτοις, καὶ τὸ δυσῶδες τῶν παθῶν, ἀποδιῶκον χάριτι πάντιμε, Μαρτύρων ἐγκαλλώπισμα, τῆς Ἐκκλησίας ἑδραίωμα, τῶν παρθένων τὸ καύχημα, τῶν θαυμάτων τὸ πέλαγος.
Ἦχος δ'
Ὄλβον ὡς πολύτιμον, τῇ Σικελίᾳ σε δίδωσιν, ἐν τῇ Ῥώμῃ ἀθλήσασαν, Χριστὸς ὁ Θεὸς ἡμῶν, ἔνθα γενομένη, ἀοίδιμε Μάρτυς, τὴν τῶν δαιμόνων πονηράν, πληθὺν διώκεις ἐπιστασίᾳ σου· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἑορτάζομεν ἄθλησιν, Ἀγριππῖνα πολύαθλε.
Ἦχος δ'
Ἔφερον ἐπ' ὤμων σε, Βάσσα καὶ Παῦλα προστάξεσι, τοῦ τὰ σύμπαντα φέροντος, τόπους διαμείβουσαι, καὶ μακρὰ πελάγη, Μάρτυς Ἀγριππῖνα, θαυματουργίας φοβεράς, ἐπιτελοῦσαν τῇ θείᾳ χάριτι, κατέπαυσας ἐν τόπῳ δέ, ἐν ᾧ Θεὸς ᾠκονόμησε, κεκμηκότων ἀνάπαυσις, γενομένη πανεύφημε.
Θεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε. Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν μεσιτείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος ἱκέτης σου.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ ὡς ἐθεάσατο, ἐπὶ Σταυροῦ ἀνυψούμενον, ἡ τεκοῦσα Φιλάνθρωπε, κραυγάζουσα ἔλεγε· Πῶς ἐθελουσίως, πάθος ὑπομένεις, ὁ ἀπαθῶς ἐκ τῆς ἐμῆς, γαστρὸς ἐκλάμψας ὡς παντοδύναμος, καὶ λύσας τὴν κατάκριτον, φύσιν βροτῶν κατακρίσεως; Ἀνυμνῶ σου τὴν ἄμετρον, νῦν Υἱὲ συγκατάβασιν.

Ἀπολυτίκιον τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Η αμνάς σου Ιησού, κράζει μεγάλη τή φωνή Σέ νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω συν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί αλλ' ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῆς Ἁγίας Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).
Τὴν Χριστονύμφην Ἀγριππίνην αἰνέσω.

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Τῷ φέγγει τῆς χάριτος, τῆς ἀστραψάσης σοι ἄνωθεν, τὸν ζόφον ἀπέλασον τῆς ἀγνωσίας μου, καὶ παράσχου μοι, εὐχαῖς σου Ἀγριππῖνα, χάριν ἀνυμνῆσαί σου, Μάρτυς τὰ θαύματα.

Ἡλίου φαιδρότερον, ὡς ἀληθῶς ἐξανέτειλας, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας Χριστοῦ, καὶ κατηύγασας, ἀκτῖσι τῶν ἀγώνων, Μάρτυς καὶ θαυμάτων σου, κόσμου τὰ πέρατα.

Νυμφίον ἀθάνατον, τὸν ζωοδότην ποθήσασα, ὡς μνῆστρα τὴν ἄθλησιν, τούτῳ προσήνεγκας, καὶ ἀντέλαβες, οὐρανῶν Βασιλείαν, καὶ στέφανον ἄφθαρτον, Μάρτυς ἀοίδιμε.

Χειρὶ τοῦ Δεσπότου σου, κυβερνωμένη διέπλευσας, τὴν ἄστατον θάλασσαν, τῆς ἀσεβείας σεμνή, καὶ προσώρμισας, λιμένι Ἀγριππῖνα, τῆς ἄνω λαμπρότητος, θεομακάριστε.
Θεοτοκίον
Παρθένε πανάμωμε, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ τοῦτον ἀγκάλαις σου, θείαις κατέχουσα, κυριώνυμε, διάλυσον τὸν γνόφον, ψυχῆς μου καὶ φώτισον, ταύτην γεραίρειν σε.

Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Τόξον δυνατῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδοις τυπτομένη ἔχαιρε, τούτοις τὰ ὀστᾶ τῆς ἀσεβείας συντρίβουσα, καὶ βοῶσα· Τῆς σῆς οὐδὲν με, ἀγαπήσεως χωρίσει Χριστέ.

Ἵνα τῶν ἐχθρῶν τὴν γύμνωσιν, Μάρτυς στηλιτεύσης, τοῦ χιτῶνος γεγύμνωσαι· διὰ τοῦτο τῆς ἀφθαρσίας, τὴν στολὴν Χριστὸς σοι δίδωσι.

Στόμα τὸ λαλοῦν παράνομα, τῆς εὐνομωτάτης, κατὰ σοῦ Χριστομάρτυρος, ἐνεφράγη, τὰ μεγαλεῖα τοῦ Σωτῆρος κηρυττούσης σου.

Τείνας ἐπὶ γῆς τὸ σῶμά σου, ὁ τῆς ἀσεβείας ὑπουργὸς μεματαίωται, τεταμένην πρὸς τὸν Δεσπότην, τὴν διάνοιαν ἐχούσης σου.
Θεοτοκίον
Ῥῆσις εὐσεβὴς πεπλήρωται, ἡ τοῦ Ἡσαΐου· Παρθένος γὰρ τέτοκε, σαρκωθέντα τὸν ζωοδότην, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Κάθισμα τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ παρθενίᾳ τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὡς Παρθένος καὶ Μάρτυς· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων, σεμνὴ παμμακάριστε.
Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ. Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸ θέλημα τῶν τοῦτον, φοβουμένων ποιούμενος, δι' Ἀγγέλου Μάρτυς, λύει σε δεσμῶν καὶ στρεβλώσεων, τὴν διαλύσασαν πᾶσαν τὴν ἀσέβειαν, τῷ δεσμῷ τῆς ἀγάπης Χριστοῦ τοῦ νυμφίου σου.

Νεκρωθεῖσα δι' ἀγάπην, τοῦ νεκρώσαντος ἅπασαν, τὴν ἰσχὺν θανάτου, χάριν ἀναβλύζεις ἀείζωον, τοὺς ἐκ παθῶν νεκρωθέντας θεραπεύουσα, Ἀγριππῖνα, Μαρτύρων Χριστοῦ ἐγκαλλώπισμα.

Ὑπερβᾶσα τῇ ἀγάπῃ, τοῦ νυμφίου σου ἅπαντα, τῆς σαρκὸς τὸν πόθον, ἔφερες στερρῶς ἐν τῷ τύπτεσθαι, τὰς ἀλγηδόνας βοῶσα· Οὐ χωρίσει με, τῆς στοργῆς σου Χριστέ, τῶν παθῶν ἡ ἐπίτασις.

Μακαρίας ξυνωρίδος, τῆς Τριάδος τῷ ἔρωτι, ὑπεραθλησάσης, Βάσσης Ἀγριππίνης τε σώφρονος, τὶς τὴν ἀνδρείαν ἐξείποι; ὅπως ἔδειξαν, ἀδρανῆ τῶν εἰδώλων ἰσχύν κραταιότατα.
Θεοτοκίον
Ἡ Βασίλισσα Παρθένος, διαχρύσῳ στολίσματι, ὡραϊζομένη, Υἱῷ Βασιλεῖ νῦν παρίσταται, ἡ ἀσυγκρίτως Ἀγγέλους ὑπερέχουσα, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Φῶς ἄδυτον τῷ σῷ, ἐνσκηνῶσαν σκηνώματι, ἐδείκνυ σε τοῖς ὁρῶσιν, ἐν νυκτὶ ὡς ἡμέραν, βολὰς θαυμάτων πέμπουσαν.

Ἡ ἄσπιλος ἀμνάς, τοῦ ποιμένος τοῖς ἴχνεσι, βαδίζουσα ἱερεῖον, ὥσπερ ἄμωμον τούτῳ, ἐνθέως προσενήνεκται.

Νοῦν ἔχουσα φωτός, προφητείας ἀνάπλεων, τὰ μέλλοντα, ὡς παρόντα, ἡ ἀοίδιμος Βάσσα, προλέγειν κατηξίωται.
Θεοτοκίον
Ὦ Μῆτερ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκοῦσα, τὸν πανάγαθον Λόγον, τὸν πάντας ἀγαθύνοντα.

Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἀστράψαν, ἐκ τῆς Ῥώμης ὡς ἄδυτον ἥλιον, ἡ Σικελία τὸ σῶμα, τῆς Ἁγίας Μάρτυρος δεξαμένη, τῆς ζοφώδους, τῶν δαιμόνων λυτροῦται δεινότητος.

Γενναίως, αἱ τρισόλβιοι Ἅγιαι Μαρτυρες, αἱ πρὸ θανάτου θανοῦσαι, ἐν τῇ προσδοκίᾳ τοῦ μαρτυρίου, νεκρωθέν σου, ζωηφόρον τὸ σῶμα κομίζουσι.

Ῥομφαῖαι, τοῦ ἐχθροῦ ἐπὶ σὲ ἐξησθένησαν· καὶ γὰρ ὡς πόλεις καθεῖλες, ἀθεμελιώτους τούτου τὰ θράση, Ἀγριππῖνα, τῷ μοχλῷ τῶν ἐνδόξων ἀγώνων σου.

Ἰᾶται, τῇ προσψαύσει αἱμόρρους τοῦ, σκήνους σου, λεπροὶ καθαίρονται πίστει· δραπετεύει ἄλλη δὲ πᾶσα νόσος, τῇ προσκλήσει, τοῦ Ἁγίου σου Μάρτυς ὀνόματος.
Θεοτοκίον
Ῥήμασι, τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε Μήτηρ μόνη εὐλογημένη, Χαῖρε πύλη, δικαιοσύνης ἥλιον ἔχουσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ Δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.
Στίχοι
Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,
Πολλῶν μετέσχε στεμμάτων Ἀγριππῖνα.
Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππῖνα,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀριστοκλέους Πρεσβυτέρου, καὶ Δημητρίου Διακόνου καὶ Ἀθανασίου Ἀναγνώστου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Περιστερὰ οἷα χρυσῆ, ὅπλῳ τοῦ Σταυροῦ φραττομένη, Ἀγαρηνοὺς τοὺς ἐν νυκτί, τῷ φρουρίῳ τῷ σῷ προσεγγίσαντας, ἐξηφάνισας σώσασα, τοὺς πιστοὺς μιαιφονίας, τῆς τούτων Μάρτυς.

Πολυειδεῖς διά, Χριστόν, πόνους ὑπομείνασα Μάρτυς, ἄπονον εὗρες ἐν αὐτῷ, καὶ ἀθάνατον λῆξιν κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Ἱερουργὸς ὁ θαυμαστός, καὶ θαυματουργίαις ἐκλάμπων, σοῦ τὰ θαυμάσια ὁρῶν, Ἀγριππῖνα Θεὸν ἐμεγάλυνε, καὶ γηθόμενος ἔψαλλεν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Νενευρωμένῳ λογισμῷ, σοῦ τὸ ῥωστικὸν παθημάτων, διακομίζουσαι σῶμα, γυναικείας οὐδόλως ᾐσθάνοντο, ἀσθενείας κραυγάζουσαι, αἱ παρθένοι τῷ Δεσπότῃ· Εὐλογητός εἶ.
Θεοτοκίον
Κυοφορήσασα Θεόν, μένεις μετὰ τόκον παρθένος, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ κόσμου Πανάμωμε, ὃν ὑμνοῦντες κραυγάζομεν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Ἡ νὺξ ὡς ἡμέρα καθωρᾶτο, τοῖς φέρουσι Μάρτυς σου τὸ λείψανον, τόπος εὐωδίαστος, ἅπας σε δεχόμενος, δαιμονικὴ παράταξις, σφοδρῶς ἠλαύνετο, ἰάσεων ἀπέρρει πλημμύρα, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νυμφίον ἀθάνατον ποθοῦσα, ὀπίσω τῶν μύρων τούτου ἔδραμες, τούτου τὰ παθήματα, Μάρτυς καὶ τὸν θάνατον, ἐκμιμουμένη ἔνδοξε, καὶ ἀνακράζουσα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀνύστακτον ἔχουσα τὴν πίστιν, ἐλαίῳ τε φαιδρυνθεῖσαν τῶν αἱμάτων σου, Μάρτυς τὴν λαμπάδα σου, ἔνδον εἰσελήλυθας, εἰς τὸν νυμφῶνα χαίρουσα, τῆς οὐρανίου χαρᾶς. Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἰδεῖν τὴν τερπνότητα Κυρίου, τὸν τούτου ναόν τε ἐπισκέψασθαι, ποθοῦσα ὡς ἅρματι, αἵματι οἰκείῳ σύ, ἐποχουμένη ψάλλουσα πρὸς τοῦτον ἔφθασας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἡ βάτος τὸ πρὶν προδιετύπου, τὸ ξένον τοῦ τόκου σου μυστήριον, ἄκαυστος τῷ φλέγεσθαι, μένουσα πανάμωμε· καὶ γὰρ τὸ πῦρ ἐκύησας, τὸ τῆς Θεότητος, καὶ ἄφλεκτος διέμεινας Κόρη· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας Μάρτυρος
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Νεύσει τοῦ τὰ πάντα ποιοῦντος, τοῦ μαρτυρίου πρὸς τὸ πέρας, ἡ Ἀγαθονίκη σὺν Βάσσᾳ, ὁμοῦ καὶ Παῦλα προθύμως σπεύδουσαι, ὡς ἀληθῶς κατάλληλον, εὗρον τοῦ πόθου τὸ συμπέρασμα.

Ἐν ἐπουρανίοις θαλάμοις, κατασκηνώσασα Παρθένε, καὶ τῶν ἀθεάτων τὰ κάλλη, κατανοοῦσα καὶ ἀπολαύουσα, τῆς τοῦ Θεοῦ λαμπρότητος, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

Στέφανος ἐτέθη χαρίτων, τῇ κορυφῇ σου Ἀγριππῖνα, ὡς τελειωσάσης τὸν δρόμον, καὶ τηρησάσης τὴν πίστην ἄσυλον, καὶ τῶν δικαίων τάγματα, περιχαρῶς σε ὑπεδέξαντο.

Ὡς παρισταμένη τῷ θρόνῳ, ἐν παρρησίᾳ τοῦ Δεσπότου, μάρτυς Ἀγριππῖνα σὺν πᾶσι, τοῖς ἀπ' αἰῶνος Ἁγίοις αἴτησαι, ἁμαρτιῶν τὴν λύτρωσιν, τοῖς σὲ ὑμνοῦσι καλλιπάρθενε.
Θεοτοκίον
Ὡς τὸν τοῦ παντὸς δεδραγμένον, μητροπρεπῶς ταῖς σαῖς ἀγκάλαις, φέρουσα Παρθένε Μαρία, χειρὸς με ῥῦσαι τοῦ πολεμήτορος, ὅπως τὴν σὴν σῳζόμενος, ἀνευφημῶ μεγαλειότητα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».