Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Φεβρωνίας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τοῦ Προδρόμου γ'.

Στιχηρὰ τοῦ Προδρόμου
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη, φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν φωνὴν δι' ἀπιστίαν κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, δεσμὰ τῆς στειρώσεως λύονται μητρικά, ὁ λύχνος τοῦ φωτὸς προέρχεται, ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ἀνατολίου
Θεοῦ Λόγου μέλλοντος ἐκ Παρθένου τίκτεσθαι, Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων προέρχεται, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, καὶ Προφήτου περισσότερος· ἔδει γάρ θείων πραγμάτων, παραδόξους εἶναι τὰς ἀρχάς, παρ' ἡλικίαν τὸ γόνιμον, καὶ ἄνευ σπορᾶς σύλληψις, ὁ ποιῶν θαυμάσια, εἰς σωτηρίαν ἡμῶν δόξα σοι.
Καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Προσόμοια γ'
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἄθλησιν ὑπέμεινας, τῇ σῇ παλαίστρᾳ κατάλληλον, Φεβρωνία πανεύφημε, ἱδρῶσιν ἀσκήσεως, μαρτυρίου αἷμα, συγκερασαμένη· ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας, πεποικιλμένη λαμπρότητι, ὡς Παρθένος πανάμωμος, καὶ ὡς Μάρτυς ἀήττητος.
Ἦχος δ'
Κάλλει τὸ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν· ὡς κρίνον γὰρ ἔλαμψας, ἐν μοναῖς ὅσιαις, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη Νύμφη πανάμωμε· διὸ σε καὶ οὐράνιος, τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς Παρθένον καὶ Μάρτυρα.
Ἦχος δ'
Κύκλῳ παρενέβαλε, σοῦ Φεβρωνία πανεύφημε, ὁ ῥυόμενος Ἄγγελος· ἐκ βρέφους γὰρ Κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον τῷ παντοκράτορι, ἐντεῦθεν κατεπάτησας, τὴν τοῦ Σελήνου παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον· Ὁ ἔχων τὸ μέγα ἔλεος δόξα σοι.

Ἀπόστιχα
Θεοτοκίον
Ἦχος πλ. δ'
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην. Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρυξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἀπολυτίκιον τοῦ Προδρόμου
Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Ἀπολυτίκιον τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῶ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.
Τῷ Προδρόμῳ γέγηθα νῦν Γενεθλίῳ.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τριστάτας κραταιούς,
ὁ τεχθεὶς ἐκ Παρθένου,
ἀπαθείας ἐν βυθῷ,
ψυχῆς τὸ τριμερές,
καταπόντισον δέομαι,
ὅπως σοι ὡς ἐν τυμπάνῳ
τῇ νεκρώσει τοῦ σώματος,
ἐπινίκιον ᾄσω μελῴδημα».

Ὡς ὄρθρος εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ βλαστός, κηρύττει ἐμφανῶς, τῆς Παρθένου τὸ κύημα, πάση νῦν τῇ οἰκουμένῃ, ἀναλάμπειν τοῖς πέρασι, φωτισμὸν εὐσεβείας καὶ χάριτος.

Προφήτης ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ Χριστοῦ, βοᾷ σοι τῷ υἱῷ, Ἰωάννη πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος.

Ῥημάτων Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς, ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται, λύεται δὲ ἄφνω ταύτης· ἡ φωνὴ γὰρ γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.
Θεοτοκίον
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές, κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Ἕτερος Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.
Κοινῆς χαρὰς Πρόδρομον εὐφημῶ πόθῳ.
Ἐν δὲ τοῖς Θεοτοκίοις.
Ποίημα Γεωργίου.

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Κοσμεῖται τὴν χάριν νῦν, ἡ Ἐκκλησία τοῦ Πνεύματος, καὶ καταφαιδρύνεται καὶ ὡραΐζεται, τὴν γενέθλιον, ἡμέραν τοῦ Προδρόμου, εὐφροσύνως ἄγουσα, καὶ ἀναμέλπουσα.

Ὁ Κήρυξ τῆς χάριτος, καὶ ἑωσφόρου φαιδρότερος, τῆς δόξης τὸν Ἥλιον, μηνύει σήμερον, καὶ τὴν ἔλλαμψιν, αὐτοῦ νῦν προκηρύττει, ἐν πᾶσι τοῖς πέρασιν, αὐγάζειν μέλλουσαν.

Νὺξ τῆς ἀθεότητος, ἐν τῇ γεννήσει σου Πρόδρομε, ἐκ γῆς ἀπελαύνεται, καὶ αἱ τῆς χάριτος, ἐν τοῖς πέρασιν, ἀκτῖνες ἐφαπλοῦνται· σὺ γὰρ τὸν ἀνέσπερον, μηνύεις ἥλιον.
Θεοτοκίον
Γνῶσιν τῆς συλλήψεως, τῆς σῆς δεικνύει ἡ κύησις, τῆς στείρας Πανάχραντε, προκαταγγέλλουσα, καὶ μηνύουσα, τὸν ἄσπορόν σου τόκον· καρπὸν ἐξ ἀκάρπου γάρ, νηδύος ἤνεγκε.

Ὁ Κανὼν τῆς Ἁγίας Ὁσιομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Ὕμνοις σε μέλπω προσφόρως Φεβρωνία.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Ὑπέρμαχε δόξης τῆς τοῦ Χριστοῦ, παράσχου μοι χάριν, Φεβρωνία καὶ φωτισμόν, τὴν σὴν εὐφημῆσαι φωτοφόρον, καὶ σεβασμίαν πανήγυριν ᾄσμασι.

Μελέτῃ θανάτου διηνεκεῖ, λαμπρύνασα Μάρτυς, Φεβρωνία σοῦ τὴν ψυχήν, ἔδραμες πρὸς ὕψος μαρτυρίου, διὰ βασάνων πολλῶν προσαχθεῖσα Χριστῷ.

Νεώσασα πόνοις ἀσκητικοῖς, τὴν ἄρουραν Μάρτυς, τῆς καρδίας σου τηλαυγῶς, Μαρτύρων ἐδρέψω τοὺς στεφάνους, ἀθλητικῶς τῷ Θεῷ ἡμῶν ᾄδουσα.
Θεοτοκίον
Ὁ νεύματι πάντα δημιουργῶν, ἐκ σοῦ Θεομῆτορ, ἐσαρκώθη, ὃν εὐσεβῶς, ποθήσασα κόρη Φεβρωνία, μαρτυρικῶς ἐν αὐτῷ προσενήνεκται.

Κανών α', ᾨδὴ γ', τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ
καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα,
ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός,
ἐνυποστάτῳ Σοφίᾳ Χριστέ·
οὐ γάρ ἐστιν Ἅγιος,
πλὴν σοῦ φιλάνθρωπε».

Δεσποτικὴ μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις, ἀλλ' οἰκέτου προσφιλοῦς, ἐκ γηραλέας καὶ στείρας μητρός· εἰκότως προτρέχει γάρ, θαῦμα τοῦ θαύματος.

Ῥυσσὴ καὶ στεῖρα, τὴν Παρθένον μητέρα ἀσπάζεται, ἐπιγνοῦσα ἀψευδῶς, τῷ ταύτης τόκῳ ὡς λέλυται, δεσμὰ τῆς στειρώσεως, θείῳ βουλήματι.
Θεοτοκίον
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Κανών β', ᾨδὴ γ', τοῦ Προδρόμου
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Ἦχος τῆς ἐκ στείρας σου προόδου, δεσμὰ διαλύσας πατρικῆς, φωνῆς κηρύττει Ἔνδοξε, λαμπρῶς τῆς ὑπὲρ ἔννοιαν, Χριστοῦ συγκαταβάσεως, τὰ θεῖα νῦν προμηνύματα.

Στείρας ἐξ ἀκάρπου ἐκβλαστήσας, ὁ τῆς εὐκαρπίας μηνυτής, τῆς ἐν Χριστῷ ἐξέτεμε, τὴν ἄγονον καὶ ἄκαρπον, ἀξίνῃ τοῦ κηρύγματος, ἀγνωμοσύνην Ἰουδαίων λαοῦ.

Χάριτος τῆς νέας αἱ ἀκτῖνες, ἐξέλαμψαν σήμερον φαιδρῶς, τῇ σῇ γεννήσει Πρόδρομε, καὶ παλαιὰ αἰνίγματα, καὶ οἱ σκιώδεις γράμματος, μεταχωρεῖν τύποι ἀπήρξαντο.
Θεοτοκίον
Ἔλυσεν ὁ τόκος σου Παρθένε, δεσμὰ καταδίκης τῶν βροτῶν, καὶ ἑαυτῷ συνέδησεν, ἡμᾶς διὰ τῆς χάριτος, ἐπευλογήσας ἅπαντας, τοὺς Θεοτόκον σε γεραίροντας.

Κανών α', ᾨδὴ γ', τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ἴσχυσας τῷ Πνεύματι, καταβαλεῖν ὀφρὺν ἔνδοξε, τυραννικήν, καὶ πολυθεΐας, Φεβρωνία τὸ ἄθεον.

Σὺ νῦν ἐστερέωσας, τῇ κραταιᾷ χειρὶ Δέσποτα, μαρτυρικῶς, ἀγωνιζομένην, Φεβρωνίαν τὴν ἔνδοξον.

Σῶμά σου τεμνόμενον, ὑπὲρ Χριστοῦ ἁγνὴ πάνσοφε, μαρτυρικῶς, σὺ τοῦ Παραδείσου, ἐγεώργεις ἀπόλαυσιν.
Θεοτοκίον
Εὗρέ σε βοήθειαν, τὴν Θεομήτορα Πάναγνε, ἡ εὐκλεής, Μάρτυς Φεβρωνία, καὶ τυράννους κατῄσχυνε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα,
τῶν προστρεχόντων σοι Κύριε,
σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων,
καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα τοῦ Προδρόμου
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάλαι ταῖς ῥοαῖς, Ἰορδάνου βαπτίσας, τὴν κάθαρσιν παντός, Ἰωάννη τοῦ κόσμου, πολλοῖς με βυθιζόμενον, πλημμελήμασιν ἕλκυσον, καὶ ἀπόπλυνον, ἀπὸ παντοίας κηλῖδος, τὸν Φιλάνθρωπον· διὰ παντὸς ἱκετεύων, ὡς πρέσβυς εὐπροσδεκτος.
Δόξα... τῆς Ἁγίας
Ποθήσασα Χριστόν, τὸν ὡραῖον ἐν κάλλει, ἐχώρησας τομῶς, πρὸς μεγίστους ἀγῶνας, δι' ὧν τὸν ἀρχέκακον, παντελῶς ἐθανάτωσας· οὗ με λύτρωσαι, τῶν πολυπλόκων παγίδων, ὁδηγοῦσά με, ταῖς σαῖς εὐχαῖς Φεβρωνία, πρὸς θείαν μετάνοιαν.
Καὶ νῦν... Θεοτοκίον
Νηδύϊ μητρικῇ, Ἰωάννης σκιρτήσας, φερόμενον ἁγνή, τὸν Θεὸν ἐν γαστρί σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ Παρθένε, καθικέτευσον, ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι τὸν δοῦλόν σου.

Κανών α', ᾨδὴ δ', τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ,
ἐπὶ θρόνου Θεότητος,
ἐν νεφέλῃ κούφῃ,
ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,
τοὺς κραυγάζοντας·
δόξα Χριστὲ τῇ δυνάμει σου».

Μυστηρίων ἀπορρήτων, προοδεύει μυστήριον, τῇ καινοτομίᾳ, τῆς θεσμοθεσίας τῆς φύσεως, τῆς ἀρρωστίας ἡ λύσις προμηνύουσα, τὴν διόρθωσιν, ταύτης Χριστὲ καὶ τὴν θέωσιν.

Ὁ Ἡσαΐας πατρόθεν, τῷ Υἱῷ προεφήτευσε, σαρκωθησομένῳ, Ἄγγελον βροτὸν τὸν Ἰσάγγελον· Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸ προσώπου σου, προκραυγάζοντα· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὑπηρετῆσαι ὡς δοῦλος τῷ Δεσπότῃ γεγέννημαι· εἰς αὐτὸ γὰρ ἥκω, τούτου καταγγεῖλαι τὴν ἔλευσιν, ὡς τῆς Παρθένου τὸν τόκον προπιστώσηται, παραδόξως στειρεύουσα, γραῦς ἐκβλαστήσασα.
Θεοτοκίον
Ἡ Ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, οὐ διεφθάρη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.

Κανών β', ᾨδὴ δ', τοῦ Προδρόμου
Ἦχος δ'
Τὴν ἀνεξιχνίαστον ΤΟ ΑΚΟΥΤΕ
Ῥεῖθρα ἑτοιμάζουσιν οἱ ποταμοί, καὶ ὁ Ἰορδάνης τὰ νάματα, προευτρεπίζει, τῷ Δεσπότῃ ἑαυτοῦ, τὸν Βαπτιστὴν θεώμενος, τοῦτον νῦν ἐκ στείρας τικτόμενον.

Αἱ τῆς ἀγαθότητος τοῦ Ποιητοῦ, δωρεαὶ προκύπτουσιν ἄνωθεν, τοῦ ἑωσφόρου, διανίσχοντος ἐν γῆ, καὶ τὴν αὐτοῦ ἐπίλαμψιν, καὶ ἐπιδημίαν κηρύττοντος.

Σάλπιγξ μεγαλόφωνος ἐπὶ τῆς γῆς, σήμερον ἐκ στείρας προέρχεται ὁ Ἰωάννης, καὶ μηνύει τοῖς βροτοῖς, τὸν Βασιλέα Κύριον, ἐξ ἁγνῆς ἀφράστως τικτόμενον.
Θεοτοκίον
Ὡς οὖσαν ἐκπλήρωμα τῶν ἐν σκιᾷ, τύπων καὶ συμβόλων Πανάχραντε, πάντες Προφῆται, σὲ ἀνύμνησαν φωναῖς, προμηνυούσαις ἅπασι τὰ σὰ μεγαλεῖα καὶ θαύματα.

Κανών α', ᾨδὴ δ', τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος πλ. δ'
Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ
Μῶμος ἐν σοί, ὅλως οὐκ ἔστι πανεύφημε, Φεβρωνία· σὺ γὰρ ἀμφοτέρωθεν, τῷ λυτρωτῇ σου καὶ ἐραστῇ, τῷ πεποθημένῳ εὐαρεστῆσαι ἐσπούδασας, ἀσκήσεως ἐν πόνοις, καὶ μαρτύρων ἐν ἄθλοις, κοσμουμένη θεόφρον πανόλβιε.

Ἐξ ἁπαλῶν, Μάρτυς ὀνύχων ἐπόθησας, τῆς ἀγάπης, πηγὴν τὴν ἀέναον, τὴν ἐφετὴν πᾶσι λογικοῖς, ἧς ὀρεγομένη βασάνων πόνους ὑπέμεινας, πυρὶ φλογιζομένη, καὶ μελῶν στερουμένη, Φεβρωνία παρθένων τὸ καύχημα.

Λόγοις Θεοῦ, ἐντεθραμμένη θεόσοφε, τοῖς ποθοῦσι, λόγον τὸν σωτήριον τὰς ἱεράς, βίβλους ἱερῶς, ἐγχειριζομένη, ἐνθέως Μάρτυς ἐξήπλωσας, καὶ τῆς διδασκαλίας, τοὺς μισθοὺς ἐκομίσω, τῶν Μαρτύρων τὴν δόξαν πλουτήσασα.
Θεοτοκίον
Πύλη φωτός, πᾶσιν ἐδείχθης Πανάμωμε, τοὶς ἐν σκότει, φῶς τὸ ἀπερίγραπτον, περιγραπτῷ σώματι Χριστόν, τῆς δικαιοσύνης τὸν ἥλιον ἀπαστράψασα, οὗ νῦν ταῖς φρυκτωρίαις, Φεβρωνία ῥωσθεῖσα, τῶν Μαρτύρων τὸ κλέος ἐκτήσατο.

Κανών α', ᾨδὴ ε', τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νῦν ἀναστήσομαι, προφητικὼς
ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι,
τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου,
καὶ πρὸς φῶς τὸ θαυμαστόν,
ἀνυψῶν τῆς ἐμῆς Θεότητος».

Γῆ ἐξανέτειλε, παναληθῆ κήρυκα, φωνὴν πᾶσι κηρύττουσαν, γλώσσῃ τοῦ Πνεύματος, τῆς Παρθένου τὸν Υἱόν, δικαιοσύνην οὐρανόθεν ἐφ' ἡμᾶς, διακύπτουσαν ὕλῃ σώματος.

Ἔθετο Κύριος, παναληθῆ λύχνον σε Χριστοῦ, πάντας φωτίζοντα, μόνους ἐνδύοντα, τοὺς ἐχθραίνοντας αὐτῷ ὡς διπλοΐδα, τὴν αἰσχύνην ἀψευδῶς, Θεοῦ Λόγον Υἱόν κηρύττοντα.

Γήθεται ἅπασα, κτίσις τῷ σῶ τόκῳ θεϊκῶς· σὺ γὰρ ἐπίγειος, ἄγγελος Πρόδρομε, καὶ οὐράνιος βροτὸς ἀναδειχθήσῃ, τὸν οὐράνιον Θεόν, προμηνύων ἡμῖν σαρκούμενον.
Θεοτοκίον
Σοῦ τὰ θαυμάσια, προφητικαὶ ἔφησαν φωναί, ὄρος καλοῦντές σε, καὶ πύλην ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸ θαυμαστὸν φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Κανών β', ᾨδὴ ε', τοῦ Προδρόμου
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Ῥώννυται ἡ πρότερον, φύσις ἐξασθενήσασα, πρὸς τὴν τῶν καλῶν καρπογονίαν, ἐκ τῆς ἀκάρπου μήτρας τεχθέντος σου, καὶ βροτοῖς, κηρύττεται ζωή, ἐν τῇ ἀποτέξει σου, παναοίδιμε Πρόδρομε.

Ὁ λύχνος ὁ ἄσβεστος, ἐκ στείρας προερχόμενος, μηνύει τὸν ἥλιον τῆς δόξης, ἐκ τῆς Παρθένου ἐξανατέλλοντα, πάντας τοὺς ἀνθρώπους τῷ φωτί, τῆς συγκαταβάσεως, καταυγάζοντα χάριτι.

Δεσμοῦνται πολύφθογγοι, γλῶσσαι τῆς ἀθεότητος, καὶ χείλη πλατύνονται εἰς δόξαν, τῆς παρουσίας τοῦ τῶν ἁπάντων Θεοῦ, τοῦ Προδρόμου ταύτην ἐν τῇ γῇ, σήμερον μηνύοντος, καὶ τρανῶς προκηρύττοντος.
Θεοτοκίον
Ῥήμασι τὴν δόξαν σου, ἡ Ἐλισάβετ Ἄχραντε, τοῖς προφητικοῖς δοξολογοῦσα, τὰ μεγαλεῖα τοῦ θείου τόκου σου, χαίρουσα ἐκήρυττε τρανῶς· σὺ ὑπάρχεις πάντων γάρ, εὐφροσύνη καὶ καύχημα.

Κανών α', ᾨδὴ ε', τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος πλ. δ'
Ἴνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ὡραιώθης πορφύρᾳ, Μάρτυς ἐξ αἱμάτων σου ἐξυφανθείσῃ σοι, ἐγυμνώθης σῶμα, καὶ παθῶν τῶν χιτῶνα ἀπέρριψας, πρὸ βημάτων στᾶσα, δικαστικῶν ὦ Φεβρωνία, τοῦ Χριστοῦ μιμουμένη τὴν γύμνωσιν.

Πυρωθεῖσα τῷ πόθῳ, Μάρτυς τοῦ νυμφίου σου τοῦ νοητοῦ τὴν ψυχήν, καὶ θελχθεῖσα τούτου, καλλοναῖς ἀκηράτοις ὑπέμεινας, τεμνομένη χεῖρας, καὶ τῶν πληγῶν τάς ἀλγηδόνας, Φεβρωνία Μαρτύρων τὸ καύχημα.

Ῥοὴ τῶν σῶν αἱμάτων, τῆς πολυθεΐας τὴν φλόγα κατέσβεσεν, οἱ δὲ σοι ὀδόντες, ἐκριζούμενοι πᾶσαν ἀνέσπασαν, τῶν εἰδώλων πλάνην, καὶ τῆς τρυφῆς σοι Φεβρωνία, τὴν αἰώνιον τέρψιν εἰργάσαντο.
Θεοτοκίον
Οἱ σοὶ πόδες τμηθέντες, θείων μαρτυρίων τὴν τρίβον διώδευσαν, καὶ πρὸς τὸν τεχθέντα, ἐκ Παρθένου ἁγίας μετέβησαν, ἐμπεριπατοῦντες, χαρμονικῶς ἐν Παραδείσῳ, Φεβρωνία παρθένε Θεόνυμφε.

Κανών α', ᾨδὴ ς', τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης,
καὶ κατεπόντισέ με,
καταιγὶς πολλῶν ἁμαρτημάτων,
ἀλλ' ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε,
τὴν ζωήν μου ὡς φιλάνθρωπος».

Θεὸν Λόγον ἔγνως ὡς Προφήτης, ἐν μητρικῇ νηδύϊ, καὶ τῇ ταύτης χρησάμενος γλώττῃ, θεολογεῖς, σκοτεινῷ θεώμενος, ἐν θαλάμῳ φῶς ἀπρόσιτον.

Ἀσιγήτως ὡς φωνὴ βοῶντος, τὸν Λυτρωτὴν τοῦ κόσμου Βαπτιστά, ἱκετεύων μὴ παύσῃ, τὴν ψυχικὴν διαλῦσαι στείρωσιν, τῶν ὑμνούντων σου τὴν γέννησιν.
Θεοτοκίον
Ἀστέκτου Θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὦ Θεοτόκε, ᾗ ἀδεῶς, οὐρανῶν τὰ τάγματα, ἀτενίζειν οὐ δεδύνηνται.

Κανών β', ᾨδὴ ς', τοῦ Προδρόμου
Ἦχος δ'
Τὴν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαίαν Πρόδρομε δίστομον, τὴν γέννησιν τὴν σὴν ὁ πολέμιος, ἐχθρὸς ἐδέξατο· σὺ γὰρ τὴν τούτου ἀναίρεσιν, καὶ τὴν ἀνθρώπων ζώωσιν ἀνεκήρυξας.

Ὁ θεῖος πλοῦτος διέκυψεν, ἐξ ὕψους θεϊκοῦ εἰς τὰ σύμπαντα, τῆς τῶν βροτῶν ἐμφανῶς, υἱοθεσίας καὶ χάριτος, τοῦ ταύτης τικτομένου σήμερον κήρυκος.

Μύρα εὐώδη ἡ ἔρημος, ἐκβλύζει νοητῶς τὰ μηνύματα, ἐν τῇ γεννήσει σου, τῇ ἐκ τῆς στείρας Πανεύφημε, τοῦ ἀκενώτου μύρου εἰσδεχομένη Χριστοῦ.
Θεοτοκίον
Γνωρίσας μόνην σε Δέσποινα, Μητέρα τοῦ Θεοῦ προεσκίρτησεν, ὁ θεῖος Πρόδρομος, ἐν τῇ μητρῴᾳ νηδύϊ Ἁγνή, καὶ τὰ σὰ μεγαλεῖα προανεκήρυξε.

Κανών α', ᾨδὴ ς', τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον ΤΟ ΑΚΟΥΤΕ
Σελήνου τοῦ δυσσεβοῦς ἡ ἄθεος, καὶ θρασεῖα κατεβλήθη ὠμότης, τῆς τοῦ Θεοῦ, περὶ πάντων προνοίας, ἐκζητησάσης τὸ αἷμά σου, Ἔνδοξε, καὶ σέσωσται διὰ τῆς σῆς, καρτερίας ὁ θεῖος Λυσίμαχος.

Φωστῆρα θεολαμπῆ σε ἔδειξεν, ἡ σοφὴ καὶ θεοφόρος Βρυαίνη, ταῖς διδαχαῖς ἐκβιβάσασα κόρη, καὶ τῆς ἐλπίδος οὐδόλως διήμαρτε· παρέστησε γὰρ τῷ Χριστῷ, Φεβρωνία σε νύμφην ἀμόλυντον.
Θεοτοκίον
Ὁ ἔμψυχος τοῦ Δεσπότου θάλαμος, ὁ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς, ὥσπερ κρίνον ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ πάναγνος καὶ εὐπρεπής, Θεοτόκος ἀξίως δοξάζεται.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».

Κοντάκιον τοῦ Προδρόμου
Ἦχος γ'
Ἡ Παρθένος σήμερονΤΟ ΑΚΟΥΤΕ
Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ πολυάθλου Φεβρωνίας.
Στίχοι
Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία.
Τομὴ κεφαλῆς· ὡς καλὴ σοι προὶξ γύναι!
Δῶκε δὲ Φεβρωνίη ξίφει αὐχένα εἰκάδι πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἓξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φῖρμος, Φιρμῖνος, Κυριακὸς καὶ Λογγῖνος.
Στίχοι
Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
Ἐν γῆ τελευτᾷ καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἔρως,
Πρὸς οὓς μεταστάς, ὥσπερ ἦρα χαιρέτω.
Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φῖρμος,
Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακόν, Λογγῖνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν πρεσβείων τῆς ἀσπόρως αὐτὸν τεκούσης, κατὰ τῶν διὰ γῆς τε καὶ θαλάσσης, κυκλωσάντων τὴν καθ' ἡμᾶς Βασιλίδα τῶν πόλεων, καὶ πανωλεθρίᾳ παραδοθέντων τελείῳ ἀφανισμῷ.

Ταῖς τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νέοι τρεῖς ἐν Βαβυλῶνι,
πρόσταγμα τυραννικόν,
εἰς φλήναφον θέμενοι,
μέσον τοῦ πυρὸς ἀνεβόων·
Εὐλογητὸς εἶ ὁ Θεός,
ὁ τῶν Πατέρων ἡμῶν».

Ὑπῆρχε τὸ πρὶν ἐσκοτισμένη, ἅπασα τῶν γηγενῶν, ἡ φύσις ὦ Πρόδρομε, ἀλλ' ὄρθρος βοῶν ἀνεφάνης· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νοσοῦσαν ἰάσατο τὴν φύσιν, ἅπασαν ἡ εὐκλεής, ἐκ στείρας σου γέννησις, διδάξασα Πρόδρομε μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Γεγέννησαι Πρόδρομε ἐκ στείρας· ἦλθε γὰρ παναληθῶς, τοῦ νόμου στειρεύοντος, ἡ χάρις Χριστῷ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε ἁγνὴ εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἱκετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν· Δέσποινα μὴ παρίδῃς τοὺς δούλους σου.

Κανών β', ᾨδὴ ζ', τοῦ Προδρόμου
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν τῇ κτίσει ΤΟ ΑΚΟΥΤΕ
Ὁ ποιῶν πάντα τῷ Πνεύματι ὡς Κύριος, καὶ Ποιητὴς τοῦ παντός, ἐκ στειρευούσης καρπόν, παρήγαγε σήμερον, μητρὸς τὸν Πρόδρομον, προμηνύοντα, καρποφορεῖν τήν ἄκαρπον, τῶν βροτῶν φύσιν τὰ θεῖα.

Νεκρωθεῖσαν τὴν μητρῴαν ὡς ἐζώωσε, μήτραν τῷ τόκῳ σου, ὁ ζωοδότης Χριστός, διὰ τοῦ κηρύγματος τοῦ σοῦ ἀνέστησε, καὶ ἀνέρρωσε, νενεκρωμένας Πρόδρομε, τῶν βροτῶν τὰς προσδοκίας.

Ὑπὲρ ἥλιον ἡ ἔρημος φωστῆρά σε, θεῖον Πανεύφημε, εἰσδεχομένη τερπνῶς, διὰ σοῦ φαιδρύνεται καὶ ὡραΐζεται, καὶ σὺν ἅπασιν, ὑμνολογεῖ τὸν Κύριον, καὶ Θεόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰδεῖν ἄχραντε τὴν δόξαν σου οἱ Δίκαιοι, πάλαι ἐζήτησαν, ἣν καθορῶμεν ἡμεῖς, καὶ πιστῶς γεραίρομέν σε καὶ κραυγάζομεν· Ὑπερένδοξε, εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Κανών α', ᾨδὴ ζ', τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Ῥεῖθρα πηγάζεις ἰαμάτων, τοῖς προστρέχουσιν ἐν πίστει τῷ ναῷ σου, Φεβρωνία σεμνή, καὶ τῷ Χριστῷ βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὢ τῆς καλής σου πραγματείας! σαρκὸς αἵματος θεόφρον ἀντηλλάξω, βασιλείαν Θεοῦ, πανεύφημε βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Στίφει παρθένων συγχορεύεις, ἀξιάγαστε παρθένε Φεβρωνία, τῇ Παρθένῳ καὶ Θεομήτορι βοῶσα· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Κανών α', ᾨδὴ η', τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐεργέτα Χριστὲ Παντοδύναμε,
τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας,
συγκαταβὰς ἐδρόσισας,
καὶ ἐδίδαξας μέλπειν·
Πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Νομοθέτης οἰκέτης ὑπῆρχε Μωσῆς, Ἰησοῦς δὲ Θεὸς Διαθήκης Καινῆς· νῦν δὲ ἀμφοῖν ὁ Πρόδρομος, μελῳδεῖ ὡς μεσίτης· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἐξ ἐρήμου γαστρὸς τρυγὼν πάρεστιν, ἣν θεόφυτον νῦν ἄλσος ἤγαγε, τῇ Ἐκκλησίᾳ Πρόδρομος, τοῦ Χριστοῦ καὶ ἐπᾴδει· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοφόρος λαὸς ἔθνος ἅγιον, τὴν τρυγόνα Χριστοῦ ἐκμιμήσασθε, καὶ μελιρρύτως ᾄσατε, σωφροσύνῃ συζῶντες· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν Ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ᾧ καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Κανών β', ᾨδὴ η', τοῦ Προδρόμου
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Φίλος καὶ Ἀπόστολος τοῦ Κτίστου καὶ κήρυξ καὶ Βαπτιστὴς καὶ θεῖος Πρόδρομος, μάρτυς καὶ διδάσκαλος, μεσίτης καὶ ἄγγελος, καὶ λειτουργὸς καὶ πρεσβευτὴς ἡμῶν πανεύφημε, ὑπάρχων, ἐκ τῆς στείρας προῆλθες, ταῦτα προμηνύων, ἐν λόγοις τε καὶ ἔργοις.

Ἤνοικται ταμεῖα τῶν χαρίτων, τῆς Νέας τε Διαθήκης Χριστοῦ Πρόδρομε, καὶ θυσιῶν ἔθιμα, ἐν τῇ ἀποτέξει σου, τῶν παλαιῶν ἐκλείσθησαν καὶ ἀπεπαύθησαν· ὁ νέος δὲ λαὸς ἀναμέλπει, καὶ ὑπερυψοῖ τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς ἄνθη τερπνὰ τοῦ θείου λόγου, συμπλέξαντες ἐγκωμίων σοι τὸν στέφανον, σήμερον προσάγομεν, Πρόδρομε πανεύφημε, καὶ εὐχαρίστως κράζομεν τῷ στεφοδότη Χριστῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ πρώην δεσμὸς τῆς ἀφωνίας, ἐλύθη Παρθένε τῇ κυήσει σου, καὶ χείλη ἠνοίγησαν, εἰς αἶνον τοῦ τόκου σου, αὐτίκα τῶν ποθούντων σε, καὶ ἐκβοώντων αὐτῷ· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμ ΤΟ ΑΚΟΥΤΕ
Φωτοφανῶς ἡ μνήμη σου, Φεβρωνία τελεῖται νῦν, ταῖς φωτοειδέσιν ἀστραπαῖς πυρσεύουσα· φωτὶ γὰρ ὡμίλησας, καὶ φωτοφόρος γέγονας, τὸν φωτοποιόν, καὶ φωτοδότην βοῶσα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐθαυμαστώθης πρότερον, ἐν ἀσκήσει πανεύφημε, καὶ μαρτυρικῶς, κατεκοσμήθης ὕστερον· ὀπίσω γὰρ ἔδραμες, τοῦ ἐραστοῦ νεᾶνις φαιδρά, καὶ σοῦ τοὺς μαστούς, τούς ἀγαθοὺς ὑπὲρ οἶνον, ἐτμήθης Φεβρωνία, ὑπὲρ τῆς εὐσεβείας· ὀσμῇ δέ σου τῶν μύρων, πιστοὺς εὐωδιάζεις.

Βεβαρυμμένος πταίσμασι, Φεβρωνία πανεύφημε, καὶ ταῖς τρικυμίαις, τῶν παθῶν κυκλούμενος, προσφεύγω τῇ σκέπῃ σου, τῶν ἀμφοτέρων λύσιν ζητῶν, ἀλλ' ὡς θαυμαστή, καὶ ἐκλεκτὴ τῷ Δεσπότῃ, βοῶντα μὴ παρίδῃς, ἀλλὰ με σαῖς πρεσβείαις, ἐξάρπασον θεόφρον, ἐκ βρόχων ψυχοφθόρων.
Θεοτοκίον
Ῥητορευόντων γλῶσσαί σε, ἀνυμνῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Θεὸν γὰρ ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη ἁγνή, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ᾧ νῦν ἡ Φεβρωνία, μελῳδοῦσα κραυγάζει· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον,
τῶν Χαλδαίων ὁ Τύραννος,
τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε,
δυνάμει δὲ κρείττονι,
περισωθέντας τούτους ἰδών,
τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα·
οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Προδρόμου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται,
ἐμφανῶς Μυστήριον, Παρθένε ἄχραντε·
καὶ γὰρ Θεός, ἐκ σοῦ σεσωμάτωται δι' εὐσπλαγχνίαν·
διό σε ὡς Θεοτόκον μεγαλύνομεν».

Ἰδοὺ φωνὴ πρόδρομος ταῖς στειρευούσαις, καὶ ἐρήμοις πάρεστι καρδίαις μέλπουσα· Ὁδὸν Χριστοῦ νυνὶ ἑτοιμάσατε, ὅτι ἐν δόξῃ ἔρχεται, ᾧ πειθαρχοῦντες μεγαλύνομεν.

Ὡς πάλαι ἐν Πνεύματι τῷ παναγίῳ, ἐμφανῶς ἐκήρυξας τὸν Υἱὸν Πρόδρομε, ἀμνὸν Θεοῦ, τοῦ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, τῇ ποίμνῃ σου τῶν πταισμάτων λύσιν αἴτησαι.
Θεοτοκίον
Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι τὰ νίκης τρόπαια, τὸν δυσμενῆ τιθεῖσα ὑπόσπονδον τῇ Ἐκκλησίᾳ, ἵνα σε ὡς Θεοτόκον μεγαλύνωμεν.

Κανών β', ᾨδὴ θ', τοῦ Προδρόμου
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Πύλαι τοῦ φωτός, τοῦ θείου ἀνοίγεσθαι, σήμερον ἄρχονται, καὶ ἐναποκλείεσθαι, ταμεῖα σκότους προκαταγγέλλεται· ὁ κήρυξ γὰρ καὶ Πρόδρομος Χριστοῦ εἰς φῶς προελθών, τὸ τοῦ βίου, ταῦτα ἀνεκήρυξε, καὶ πατρῴᾳ φωνῇ ἐβεβαίωσεν.

Ὄμβρος νοητός, ἀνίκμου νεφέλης δέ, ῥαγεὶς ὁ Πρόδρομος, ῥεῖθρον τὸ οὐράνιον, τοῦ τῆς εἰρήνης πᾶσιν ἐκήρυξε, ποταμοῦ παραγίνεσθαι εἰς ἀνακαίνισιν, τῆς ἀνθρώπων, φύσεως ἐν Πνεύματι, τοὺς καρποὺς πληθυνούσης τῆς χάριτος.

Ὥσπερ οὐρανός, ἄστροις καταυγάζεται καὶ ὡραΐζεται, τοῦ Προδρόμου σήμερον, ἡ Ἐκκλησία ταῖς θείαις χάρισι, καὶ εὐφημεῖ τὴν γέννησιν αὐτοῦ δοξάζουσα, καὶ αἰνοῦσα, τὸν τῶν ὅλων Κύριον, δωρεῶν τῶν κρειττόνων ὡς πρόξενον.
Θεοτοκίον
Ὕδωρ τῆς ζωῆς, ἐκ σοῦ Θεονύμφευτε βλύσαν ὁ Κύριος, ἔπλυνεν ἡγίασεν, ἡμᾶς τοὺς πίστει εἰσδεξαμένους αὐτόν, καὶ κληρονόμους ἔδειξε τῆς βασιλείας αὐτοῦ, ἀνυμνοῦντας, τὴν αὐτοῦ χρηστότητα, καὶ σὲ πόθῳ θερμῶς μεγαλύνοντας.

Κανών α', ᾨδὴ θ', τῆς Ἁγίας Ὁσιομάρτυρος
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Ὦ θεία τοῦ Δεσπότου περιστερά, περιηργυρωμένη λαμπρότητι, παρθενικῇ, σῶμα λαμπρυνθεῖσα ἀσκητικῶς, κεχρυσωμένη πτέρυγας, ταῖς χλωροειδέσι μαρμαρυγαῖς, τῆς σῆς ὁμολογίας, καὶ θείων σου αἱμάτων, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

Νοῒ προσομιλοῦσα γυμνῷ τῷ νῷ, Φεβρωνία θεόφρον κατέλαβες, τῶν ὀρεκτῶν, ἔσχατον καὶ τέλους, μακαριστοῦ, ἐπιτυχεῖν ἠξίωσαι, νῦν συμβασιλεύουσα τῷ Χριστῷ, λαμπρῶς τῷ σῷ νυμφίῳ, ἀφράστοις ἐν θαλάμοις, ἐν εὐφροσύνῃ διαμένουσα.

Ἰάσεις ἀναβρύεις ὡς ποταμός, ῥοιζηδὸν τοῖς ἐν πίστει προστρέχουσι, σοῦ τῇ σεπτῇ, θήκῃ Φεβρωνία θεοειδές, τῆς παρθενίας ἄγαλμα, ἄνθος τὸ τῆς φύσεως τὸ τερπνόν, θυγάτηρ Βασιλέως, ἡ ἔνδον κεκτημένη, τῆς θείας δόξης τὸ ἀγλάϊσμα.
Θεοτοκίον
Ἀνώρθωσας Παρθένε τῶν γυναικῶν, τὸ ὀλίσθημα Λόγον κυήσασα, τὸν ἀνορθοῦν, τοὺς κατερραγμένους, ὡς ἀγαθόν, καὶ κραταιὸν δυνάμενον· ὃν ἡ Φεβρωνία ἡ εὐκλεής, ποθήσασα συντόνως, ὀπίσω σου δραμοῦμαι, ἀγαλλομένη ἀνεβόησεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,
καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός,
ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,
καὶ ἡ γαστήρ σου γέγονεν,
εὐρυχωροτέρα τῶν οὐρανῶν·
διό σε Θεοτόκε,
Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσι».

Ἐξαποστειλάριον τοῦ Προδρόμου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὸ τοῦ Προδρόμου σήμερον, χαροποιὸν Γενέθλιον, τὸ σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, μηνύει δὲ τὴν μέλλουσαν, χαράν καὶ ἀγαλλίασιν· διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς ἑορτάζει.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθωμολόγησαν, Θεὸν τῶν ὅλων πάναγνε, μεθ' ὧν σε μεγαλύνομεν, οἱ διὰ σοῦ λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης.

Ἀπόστιχα
Δοξαστικὸν, Τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Πρέπει τῷ Ἰωάννῃ ἡ εὐωδία, πρέπει τῷ Βαπτιστῇ τῶν ᾀσμάτων ἡ τερπνότης· οὗτος γὰρ ἐκήρυξε τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, ὁ σκιρτῶν ἐν κοιλίᾳ, καὶ βοῶν ἐν ἐρήμῳ· Μετανοεῖτε, τοῦ Βασιλέως ὁ στρατιώτης, ὁ Πρόδρομος τῆς χάριτος, ὁ τὸν ἀμνὸν προμηνύων, καὶ τὸν Σωτῆρα πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.