Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Κόνωνος τοῦ ἐν Ἰσαυρίᾳ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ὁσιομάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Μάρτυς παναοίδιμε πολλαῖς, ὁμιλήσας θλίψεσι, καὶ ἀνυποίστοις κολάσεσι τὸν πολυμήχανον, ἐτροπώσω ὄφιν, καὶ τοῦτον ὑπέταξας, ποσὶν ὡραιοτάτοις σου ἔνδοξε, Χριστοῦ δεόμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Κόνων παναοίδιμε φωτί, τοῦ Ἁγίου Πνεύματος, καταυγασθεὶς τήν, διάνοιαν, σκότος ἐμείωσας, πονηρῶν δαιμόνων, καὶ πρὸς φέγγος ἄδυτον, μετέβης ἐν Θεῷ εὐφραινόμενος, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Κόνων ἀξιάγαστε ναός, τῆς Τριάδος γέγονας, καὶ τὸν ναὸν τὸν πανάγιον, ἐν ᾧ τὸ σῶμά σου, εὐσεβῶς ἐτέθη, ποταμὸν ἀνέδειξας, ἀπείρων ἰαμάτων πανόλβιε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλὴν ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας, ἡμᾶς ἀνακάλεσαι.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἴδιον Ἄρνα ἡ Ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος· Οἴμοι! θρηνῳδοῦσα ἔλεγε· ποῦ σου τὸ κάλλος ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;

Ἀπολυτίκιον
Ἦχος δ'
Ἀγγελικῆς ἀξιωθεὶς ὀπτασίας, τὴν εἰς Χριστὸν μεμυσταγώγησας πίστιν, καἰ τῶν θαυμάτων εἴληφας τὴν δύναμιν σοφέ ὄθεν καθυπέταξας, τὴν ὀφρὺν τῶν δαιμόνων, καἰ τῆς πλάνης ἔσβεσας, ἐναθλήσας τὴν φλόγαν· Ὀσιομάρτυς Κόνων Ἀθλητά, ἐξευμενίζου ἠμῖν τὸ φιλάνθρωπον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Ὁ Καλλίνικος νῦν, Μάρτυς ὑμνείσθω Κόνων, κατὰ τῆς πλάνης ἀνδρισάμενος, ὡς στρατευσάμενος Χριστῷ, τῷ ἐπὶ πάντων Θεῷ, καὶ ἄφθαρτον στέφος ἀναδησάμενος.

Κεκρυμμένην ζωήν, καὶ τὴν ἀγήρω δόξαν ἐπιποθήσας ἀντηλλάξατο, Κόνων ὁ ἔνδοξος Μάρτυς, τῆς ἐπικήρου χλιδῆς, ὃν ὕμνοις τιμήσωμεν, ὅτι δεδόξασται.

Ἀφθαρσίας στολήν, περιβαλόμενος νῦν, ἐνεκεντρίσθης Κόνων ἔνδοξε, ἀγριελαίου ἐκ ῥίζης εἰς καλλιέλαιον, Χριστῷ τε τοὺς φύσαντας ἐκαρποφόρησας.

Λελυμένος ἀρᾶς, τῆς τοῦ Προπάτορος φθορᾶς, τὴν πλάνης ζεύγλην ἀπεσείσατο, ὁ παναοίδιμος Μάρτυς, καὶ τὴν ὁμόζυγον, ἁγνείας συνόμιλον συναπειργάσατο.
Θεοτοκίον
Ἄχραντε μήτηρ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν ἑκούσιον νῦν σταύρωσιν».

Λατρεύειν ᾐρετίσω Θεῷ, τὸ φῶς ποθήσας, ἑβδελύξω δέ, τὴν ζοφερὰν Κόνων ἔνδοξε, τῶν εἰδώλων ἀθεότητα.

Ἱέρευσας προθὺμως Χριστῷ, ψυχὴν καὶ σῶμα, καὶ εὐπρόσδεκτος, ὡς μόνος μόνῳ ὡμίλησας, τῷ Δεσπότῃ παμμακάριστε.

Νομίμων τῶν πατρῴων σοφῶς, λαοὺς ἀπείρους ἠλευθέρωσας, τὸν ἀπωλείας φερώνυμον, θριαμβεύων Κόνων ἔνδοξε.

Ἱκέτευε παθῶν ψυχικῶν, σωματικῶν τε λύσιν Ἔνδοξε, παρασχεθῆναι τοῖς ἐν πίστει, ἑορτάζουσι τὴν μνήμην σου.
Θεοτοκίον
Ἱκέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.

Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ βρέφους τῷ Θεῷ, κολληθεὶς Θεοφόρε, τοῦ Πνεύματος σεπτόν, ἀνεδείχθης δοχεῖον, καὶ τὰ πονηρότατα, καθυπέταξας πνεύματα, ἐναθλήσας δέ, ἐμεγαλύνθης ἀξίως· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν.
Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, καὶ σῶσόν με δέομαι.
Ἢ Σταυροθεοτοκίον
Τὴν σὴν τῆς καθαρᾶς, καὶ ἀμώμου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, Παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν Θεοτόκε, πιστῶν τὸ κραταίωμα.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀκήκοα Κύριε, τὴν ἐκ τοῦ τάφου σου ἔγερσιν, καὶ ἐδόξασά σου, τὴν ἀήττητον δύναμιν».

Καθεῖλες Μακάριε, τὸ τῶν λαῶν ἀπατήλιον, καὶ ὑπέφηνας, τοῦ Ἰησοῦ τὴν Θεότητα.

Ὁ λίθινος φρίξας σου, ψευδὴς Θεὸς τὸ ἐμβρίμημα, τὸν Ἰησοῦν μόνον, καθωμολόγησεν εἶναι Θεόν.

Συνῆκαν οἱ ἄφρονες, τὴν ὑπὲρ φύσιν δεξάμενοι, ἐκ λιθίνου χείλους, ἀληθεστάτην μετάθεσιν.

Μυστήριον ἄρρητον, τὸ διὰ σοῦ κηρυττόμενον· ἐπιστρέφεις γὰρ Μάρτυς, πεπλανημένους πρὸς Κύριον.
Θεοτοκον
Κυρίως δοξάζομεν, σὲ Θεοτόκον, Ἀνύμφευτε, καὶ τῷ σῷ λιμένι, οἱ πιστοὶ καταφεύγομεν.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».

Ἄχράντου σε δοχεῖον ἡ χάρις, καὶ ἀκηράτου φωτὸς ἀπειργάσατο, Μαρτύρων κλέος καὶ καύχημα.

Ῥημάτων ἐπλουτίσθης ἀρρήτων, τὴν θείαν γνῶσιν, καὶ ταύτην ἐμύησας, λαοὺς ἀπείρους ὑπέρτιμε.

Τὴν χάριν σου ὁρῶντες οἱ ἄνομοι, τῶν θαυμάτων ἐβόων, ὁ Κόνωνος Θεός, τὴν πλάνην ἐνίκησε.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσέ με ἄβυσσος, ταφὴ μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με, ἡ δεξιά σου Κύριε».

Ὑπῆρξε τοῖς πιστεύσασιν, ἡ χάρις τοῦ πλούτου ἐπαύξησις, τοῖς δὲ ἀπειθήσασιν, ἡ ἔνστασις ὄλεθρος, ταῖς ἱκεσίαις, σοῦ Κόνων παμμακάριστε.

Σαφῶς σοι ὑποτέτακται, δαιμόνων τὰ στίφη μακάριε, σαυτὸν ὑποτάξαντι, Θεῷ τῷ ποιήσαντι, αὐτεξουσίως, ὦ Μάρτυς Κόνων ἔνδοξε.

Ὑπὸ σοῦ ἐπαιδεύετο, τὰ πλήθη αἱρεῖσθαι τὸν ἔλεον, καὶ τρόπον βδελύττεσθαι, ἐνθέως φιλάργυρον, Παμμάκαρ ἔργῳ, καὶ λόγῳ διδασκόμενα.
Θεοτοκίον
Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, Ὀρθοδόξων καύχημα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Κόνωνος τοῦ ἐν Ἰσαυρίᾳ.
Στίχοι
Ἥκεις πρὸς αὐτὸν τὸν Θεόν, Θεὸς θέσει,
Εἰς γῆν ἀφείς σου τὴν κόνιν, Κόνων Πάτερ.
Πέμπτῃ καρτερόφρων ψυχὴν ὁ Κόνων ἀφέηκεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κόνωνος τοῦ Κηπουροῦ.
Στίχοι
Ἥλων τύπους φέροντι Κυρίῳ Κόνων,
Ἥλων τύπους πρόσεισιν εἰς πόδας φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μάρκου Μοναχοῦ τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐλογίου τοῦ ἐν Παλαιστίνῃ.
Στίχοι
Τὸν Εὐλόγιον εὐλογεῖ πᾶσα κτίσις,
Κτίστου χάριν σοῦ τὴν κάραν τετμημένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐλαμπίου.
Στίχοι
Τράχηλον Εὐλάμπιος ἐκτμηθεὶς ξίφει,
Τραχηλιῶσαν δυσσέβειαν αἰσχύνει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀρχέλαος καὶ οἱ σὺν αὐτῷ ἑκατὸν τεσσαράκοντα δύο Μάρτυρες ξίφει τελειοῦνται.
Στίχοι
Θεὶς πρῶτος Ἀρχέλαος αὐχένα ξίφει,
Ἄρχει τομῆς σοι, λαὲ θεῖε Κυρίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Μαρτυρικῶς Ἀθλητά, ἠγωνισμένος ἀνεβόας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νενικηκώς τὸν ἐχθρόν, σὺ ἀνεδείχθης Ἀθλοφόρος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων βοῶν.

Ἐπὶ τῆς γῆς νικητής, ἐν οὐρανοῖς δὲ στεφανίτης, ἀνηγορεύθης τοῦ Χριστοῦ, Μάρτυς ἀήττητε.

Ἱερουργήσας Θεῷ, τὴν τῶν ἐν πλάνῃ σωτηρίαν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων βοᾷς.
Θεοτοκίον
Ὁ ἐκ Παρθένου τεχθείς, ἣν Θεοτόκον ἀπειργάσω· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Σεσυλημένον ὁρῶντες, τὸν τοῦ σκότους κοσμοκράτορα, τὴν δεισιδαίμονα πλάνην, τοῦ Ἁγίου ταῖς ἐντεύξεσιν· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τούς αἰῶνας.

Θεοπρεπῶς σοι Παμμάκαρ, τῶν κακούργων τὰ συστήματα, δι' ὀλεθρίων πνευμάτων, τιμωρούμενα ἐκραύγαζον· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς μητρικαῖς ἀγκάλαις, ἀσινὲς τὸ βρέφος ἔσωσας, τῇ ἐνεργεῖ σου προστάξει, ἐν ταῖς μύλαις τοῦ ἀγρίου θηρός· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν βοῶν ἀπαύστως.

Κατελαμπρύνθης ἀφθόνως, Ἀθλητὰ τῷ τρισηλίῳ φωτί, τὴν τρισυπόστατον φύσιν· ἀναμέλπων γὰρ ἐκραύγαζες· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τῶν Χερουβὶμ ὑπερτέρα, ἀνεδείχθης ὑπερένδοξε, Θεογεννῆτορ Μαρία· ἐν γαστρί σου γὰρ ἐσκήνωσεν, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσιομάρτυρος
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον, ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν».

Ὅλος τοῦ ἀΰλου πόθου γενόμενος, τοῦ Χριστοῦ ἐπεπόθησας, πιεῖν τὸ ποτήριον· διὸ πάντες σε Μάκαρ μακαρίζομεν.

Νόμῳ θείῳ θεαρέστως ἑπόμενος, οὐ θωπείαις Μακάριε, τοῦ Χριστοῦ τὸ ποτήριον, ὁλοψύχως ὤφθης ἀρυσάμενος.

Ὤφθης τῶν Μαρτύρων ἔνδοξε καλλονή, τοῖς Χριστοῦ καλλυνόμενος, σεπτοτάτοις στίγμασι· διὰ τοῦτό σε, ἅπαντες γεραίρομεν.

Νῦν ἐν οὐρανίῳ λήξει γενόμενος, τῶν τοῦ βίου με λύτρωσαι, δεινῶν περιστάσεων, Ἀθλητὰ Κυρίου Κόνων ἔνδοξε.
Θεοτοκίον
Χαῖρε Θεοτόκε Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, χαῖρε ὄρος τὸ ἅγιον, χαῖρε τὸ κεφάλαιον, τῆς σεπτῆς παρθενίας, χαῖρε Δέσποινα.