Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βενεδίκτου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Νεύσει καὶ ἀγάπῃ, ἀληθεῖ, κόσμον ἀρνησάμενος Πάτερ, ἐκ βρέφους Ὅσιε, χαίρων ἠκολούθησας, τῷ σταυρωθέντι Χριστῷ, καὶ πολλοῖς ἀγωνίσμασι, τὴν σάρκα νεκρώσας, χάριν τῶν ἰάσεων, πλουσίως ἔλαβες, παύειν ἀσθενείας ποικίλας, καὶ τῆς πονηρίας διώκειν, πνεύματα μεγάλως θαυμαζόμενος.
Ἦχος β'
Κόσμος γεγονὼς τῶν Μοναστῶν, ἤθροισας ἀνείκαστον πλῆθος, ὑμνεῖν τὸν Κύριον, Ὅσιε Πατὴρ ἡμῶν, καὶ πρὸς οὐράνιον, πάντας τρίβον ὡδήγησας, καλῶς ἑπομένους, θείοις σου διδάγμασι, καὶ μιμουμένους σου, βίον τὸν ἐνάρετον μάκαρ, οὓς καὶ πάλιν ἅμα συνῆξας, ἐν τῇ μεταστάσει σου Βενέδικτε.
Ἦχος β'
Πάλαι ὡς Ἠλίας ὑετούς, Πάτερ οὐρανόθεν ἐντεύξει, θείᾳ κατήγαγες· βλύζειν δὲ τὸ ἔλαιον, ἄγγος ἐποίησας, καὶ νεκρὸν ἐξανέστησας, καὶ ἄλλα μυρία, θαύματα ἐτέλεσας, εἰς δόξαν Ὅσιε, πάντως τοῦ Θεοῦ καὶ Σωτῆρος· ὅθεν σου τὴν ἔνθεον μνήμην, πόθῳ ἑορτάζομεν Βενέδικτε.
Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Στῆσον τοῦ νοός μου ἐκτροπάς, καὶ τὰς τῶν αἰσθήσεων πλάνας, καὶ τὰ ἰνδάλματα, τέλεον ἐξάλειψον, τῶν ψυχοψθόρων παθῶν, καὶ ψυχῆς μου τὸν τάραχον, κατεύνασον Κόρη, ἵνα μεγαλύνω σου, τὴν ἀγαθότητα· σὲ γὰρ τῆς ζωῆς μου ἁπάσης, κέκτημαι προστάτιν Παρθένε, καὶ τῆς ἀσθενείας μου βοήθειαν.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὅτε ἐν σταυρῷ σε ἡ Ἀμνάς, Ἄρνα τὸν οἰκεῖον ἑώρα, κατακεντούμενον, ἥλοις ὠλοφύρετο, ἐκπληττομένη, σφοδρῶς, καὶ δακρύουσα ἔλεγε· Πῶς θνῄσκεις Υἱέ μου, θέλων τὸ χειρόγραφον τοῦ πρωτοπλάστου Ἀδάμ, ῥῆξαι καὶ θανάτου λυτρῶσαι, ἄπαν τὸ ἀνθρώπινον; Δόξα, τῇ οἰκονομίᾳ σου φιλάνθρωπε.

Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Εν σοί Πάτερ ακριβώς διεσώθη τό κατ' εικόνα, λαβών γάρ τόν σταυρόν, ηκολούθησας τώ Χριστώ καί πράττων εδίδασκες, υπεροράν μέν σαρκός, παρέρχεται γάρ, επιμελείσθαι δέ ψυχής πράγματος αθανάτου. Διό καί μετά Αγγέλων συναγάλλεται, Όσιε Βενέδικτε τό πνεύμά σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων ὅτι δεδόξασται».

Ὑμνολογεῖν, τὴν ἀξιέπαινον μνήμην σου, προαιρουμένῳ Ὅσιε, χάριν δοθῆναί μοι, Βενέδικτε δυσώπει, καὶ πάντων ἐπταισμένων τὴν ἀπολύτρωσιν.

Μοναδικῶς, τὸν σὸν ἐκ βρέφους ἀράμενος, σταυρὸν κατηκολούθησας τῷ Παντοκράτορι, καὶ νεκρώσας τὴν σάρκα, ζωῆς κατηξιώθης μακαριώτατε.

Νόμῳ Θεοῦ, ὑποκλιθεὶς παμμακάριστε, τὰ τῶν παθῶν σκιρτήματα ἐναπεμάρανας, ἐγκρατείας ἱδρῶσι, καὶ τὴν τῆς ἀπαθείας χάριν ἐπλούτησας.
Θεοτοκίον
Οἱ διὰ σοῦ, τὴν ἀφθαρσίαν πλουτήσαντες, Θεοκυῆτορ πάναγνε· Χαῖρε βοῶμέν σοι ἡ Κεχαριτωμένη, Ὁσίων καὶ Δικαίων τὸ ἐγκαλλώπισμα.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ναμάτων ζωτικῶν τοῦ θείου Πνεύματος, πλησθεῖσα Βενέδικτε ἡ ψυχή σου, ποταμοὺς θαυμάτων ἔβλυσε, νοσημάτων ξηραίνοντας ἐπήρειαν.

Πρὸς πλάτος Παραδείσου κατεσκήνωσας, Παμμάκαρ ὁδεύσας, στενὴν τὴν τρίβον, καὶ δαιμόνων πανουργεύματα, καὶ πορείας ἀτάκτους ἀπεστένωσας.

Ῥοαῖς σου τῶν δακρύων ἀρδευόμενος, ὡς δένδρον Βενέδικτε καρποφόρον, εὐκαρπίαν θείαν ἤνεγκας, ἀρετῶν καὶ θαυμάτων θείᾳ χάριτι.
Θεοτοκίον
Ὁ μόνος ἀγαθὸς τὴν σὴν σαρκούμενος, ὑπέδυ Παναμώμητε γαστέρα, καὶ βροτὸς ὡράθη τέλειος, ἱκέτευε σῶσαι τὰς ψυχὰς ἡμῶν.

Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Μονάσας θεαρέστως, ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰαμάτων, ἐκομίσω Βενέδικτε, θαυμάσια τελέσας φοβερά, Μονὴν δὲ συγκροτήσας ἱεράν, προσενήνοχας Κυρίῳ τῶν σῳζομένων πληθὺν παναοίδιμε. Δόξα τῷ σὲ λαμπρύναντι Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Θεοτοκίον
Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνουσα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ παρελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σου προσπαγέντος, ὑπὸ τῶν παρανόμων, καὶ στρατιωτῶν Σῶτερ λόγχῃ, τὴν πλευρὰν ὀρυγέντος, ἡ Πάναγνος ὠδύρετο πικρῶς, τὰ σπλάγχνα κοπτομένη μητρικῶς, καὶ τὸ πολύ σου καὶ φρικτόν, τῆς ἀνοχῆς ἐξίστατο βοῶσα, Δόξα τῇ πρὸς ἀνθρώπους σου στοργῇ, δόξα τῇ σῇ χρηστότητι, δόξα τῷ ἐν τῷ θανάτῳ σου βροτοὺς ἀθανατίζοντι.

Κανών α', ᾨδὴ δ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλήν σου ἀγαθότητα, τὴν εἰς ἐμὲ δοξάζω Παντοδύναμε».

Σταυρώσας, σεαυτὸν τοῖς πάθεσι, καὶ τῷ κόσμῳ θεόφρον Πάτερ, τὸν ἐν Σταυρῷ τείναντα ἐθελουσίως τὰς παλάμας Χριστόν, ἐθεράπευσας Βενέδικτε, ὃν ἐκδυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀγῶσιν, ἐγκρατείας Ὅσιε, τῆς σαρκὸς νεκρώσας τὰ μέλη, νεκροὺς εὐχῇ ἤγειρας, καὶ παρειμένοις εὐδρομίαν πιστῶς, θαυμαζόμενος ἀπένειμας, καὶ πᾶσαν νόσον Πάτερ ἐθεράπευσας.

Ξηράς τε, καὶ ἀνίκους Ὅσιε, ἀπειργάσω ψυχὰς γονίμους, τῷ ζωτικῷ λόγῳ σου, καὶ τῶν θαυμάτων ἐπιδείξει, Ποιμὴν θεοπρόβλητος γενόμενος, καὶ μοναζόντων κόσμος ὡραιότατος.
Θεοτοκίον
Ὡς ὄμβρος ἐπὶ πόκον Ἄχραντε, τῇ σεπτῇ σου γαστρὶ ὁ Λόγος, κατῆλθε σαρκούμενος, καὶ ἔπαυσε πολυθεΐας σαφῶς, τὰ ὀμβρήματα Πανάμωμε, καὶ τὸν πικρὸν χειμῶνα διεσκέδασεν.

Κανών α', ᾨδὴ ε', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν».

Τὸν ἐν ἐλέει Θεόν, ἐκδυσωπῶν Πάτερ σοφὲ ἔπλησας, ὡς Ἠλιοὺ καμψάκην ἐλαίου, τὸ ἄγγος τὸ μέγα, ὑπὸ τῶν ὁρώντων πιστῶς θαυμαζόμενος.

Ὡς καθαρὸς τὴν ψυχήν, σὺ ἐν ἐκστάσει γεγονὼς ἔβλεψας, πᾶσαν τὴν γῆν, ὡς ὑπὸ ἀκτῖνα, λαμπομένην μίαν, Θεοῦ σε τιμῶντος, παμμάκαρ Βενέδικτε.

Σημειουργῶν ἐν Χριστῷ, ὕδωρ πηγάσαι δι' εὐχῆς Ὅσιε, ἐκδυσωπεῖς τὸν ἀγαθοδότην, ὅπερ διαμένει, ἐπανακηρύττων, τὸ θαῦμα Βενέδικτε.
Θεοτοκίον
Ὁ κατοικῶν οὐρανούς, τὴν σὴν πανάμωμον νηδὺν ᾤκησεν, ὅπως ἡμᾶς, οἴκους τῆς Τριάδος ἐναποτελέσῃ, τοὺς σὲ Θεοτόκον, κηρύττοντας Ἄχραντε.

Κανών α', ᾨδὴ ς', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Φωταυγείαις λαμπόμενος Πνεύματος, σκότος πονηρῶν τῶν δαιμόνων ἐμείωσας, θαυματουργὲ Βενέδικτε, μοναζόντων φωστὴρ διαυγέστατε.

Ὡς περίδοξος Μάκαρ ὁ βίος σου, ὡς περιφανὴς ἡ σεπτὴ πολιτεία σου, δι' ἧς ἀγέλας εἵλκυσας, Μοναζόντων πρὸς γνῶσιν σωτήριον.

Βασιλείας οἰκήτωρ γενόμενος, τῆς ἐπουρανίου θεόφρον Βενέδικτε, ταύτης τυχεῖν ἱκέτευε, τοὺς πιστῶς σε ἀεὶ μακαρίζοντας.
Θεοτοκίον
Ἐκ γαστρός σου ἁγίας ἀνέτειλε, τῆς δικαιοσύνης ἀνέσπερος Ἥλιος, καὶ τοὺς πιστοὺς ἐφώτισε, Θεοτόκε Παρθένε πανύμνητε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βενεδίκτου.
Στίχοι
Ἄγξας λογισμοῖς, ὡς χαλινοῖς, πᾶν πάθος.
Ζωῆς χαλινοὺς Βενέδικτος ἐκπτύει.
Οὔλυμπον Βενέδικτος ἔβη δεκάτῃ γε τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου, τοῦ ἐν Πίδνῃ.
Στίχοι
Μὴ τοὺς στεφάνους ζημιωθῆναι φέρων,
Φέρει κεφαλῆς, Ἀλέξανδρος ζημίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Εὐσχήμονος, Ἐπισκόπου Λαμψάκου.
Στίχοι
Πρὸ τοῦ θανεῖν Εὔσχημος, εἶπεν ἂν Παῦλος.
Εὐσχημόνως ὥδευεν ὡς ἐν ἡμέρᾳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητός εἶ».

Νέκρωσιν ζωηφόρον ἐκτήσω, τῶν ἡδονῶν τῇ ἀποχῇ· ὅθεν νεκροὺς ἐξεγείρειν, κατηξιώθης παμμάκαρ Βενέδικτε, θαυμαζόμενος ὑπὸ πάντων, τῶν πιστῶν, ὡς Ἠλιοὺ ὁ μέγας.

Εἰργάσω τοῖς ὁσίοις σου πόνοις, μάνδραν ἀπείρων μοναστῶν, ἥτις ἀεὶ διαμένει, τειχιζομένη ταῖς προστασίαις σου, Ἀξιάγαστε πειθομένη, τοῖς καλῶς ὑπὸ σοῦ τυπωθεῖσι.

Δόξαντες θανατῶσαι ἀφρόνως, Μάκαρ φαρμάκοις πονηροῖς, σὲ τὸν φρουρούμενον θείᾳ τοῦ Παντουργοῦ παλάμῃ, οἱ ἄφρονες κατῃσχύνθησαν, φωραθέντες τῇ ἐν σοί, τοῦ Πνεύματος προγνώσει.
Θεοτοκίον
Ἴασαι τῆς ψυχῆς μου τὰ πάθη, τῆς ἀπαθείας τὴν πηγήν, ἡ συλλαβοῦσα Παρθένε, καὶ κατανύξεως ὄμβρους παράσχου μοι, προξενοῦντάς μοι τὴν παράκλησιν ἐκεῖ, ἁγία Θεοτόκε.

Κανών α', ᾨδὴ η', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κατὰ παθῶν φθοροποιῶν, βασιλεύσας ἐν Χριστῷ θεόφρον Πάτερ, οὐρανῶν Βασιλείαν, κατηξιώθης οἰκεῖν, σὺν πᾶσι τοῖς καλῶς βιώσασι, καὶ τὸν παντεπόπτην, Θεόν ἠγαπηκόσι.

Τὰς σὰς ἁγίας προσευχάς, προσδεχόμενος Θεὸς τοῖς ἐνδεέσι, διὰ σοῦ ἐχορήγει, τὰς πρὸς τὸ ζῆν ἀφορμάς, μεγάλως ἐπὶ γῆς δοξάζων σε, ταῖς θαυματουργίαις, Βενέδικτε τρισμάκαρ.

Ὡραιωθεὶς ταῖς καλλοναῖς, τῶν ἐνθέων ἀρετῶν, πρὸς τοὺς ὡραίους μετετέθης νυμφῶνας, Πάτερ συνεῖναι Θεῷ καὶ τούτου θείας ὡραιότητος, εἰς τοὺς ἀπεράντους, αἰῶνας ἀπολαύειν.
Θεοτοκίον
Ἰδοὺ γεγέννηται ἐκ σοῦ, Ἡσαΐας ὡς βοᾷ Ἁγνή, Παιδίον, ὁ Υἱὸς τοῦ Ὑψίστου, καὶ σὸς ὁρᾶται Υἱός, Παρθένε, υἱοὺς ἐργαζόμενος, τοῦ ἐπουρανίου Πατρός, τοὺς σὲ ὑμνοῦντας.

Κανών α', ᾨδὴ θ', τοῦ Ὁσίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».

Ὤφθης ὡς ἥλιος μέγας, καταυγάζων τὴν κτίσιν, σημείοις Θεοφόρε φοβεροῖς, καὶ ἀρετῶν ἀναλάμψεσι· διὰ τοῦτο τελοῦμεν, τὴν μνήμην σου τὴν ὄντως φωταυγῆ, φωτιζόμενοι Πάτερ, καρδίας αἰσθητήρια.

Σὲ μοναζόντων ἀγέλαι, ὑπὸ σοῦ κροτηθεῖσαι, ἡμέρας εὐφημοῦσι καὶ νυκτός, μέσον τὸ σῶμά σου ἔχοντες, ἀναβλύζον πλουσίως, θαυμάτων ποταμούς, Πάτερ σοφὲ καὶ φωτίζον τὰ τούτων, ἀπαύστως διαβήματα.

Ἡλιακῶν λαμπηδόνων ὑπερήστραψας Πάτερ, τελέσας τοῦ Θεοῦ τὰς ἐντολάς, καὶ πρὸς τὸ φῶς τὸ ἀνέσπερον μετετέθης πρεσβεύων, δοθῆναι ἱλασμὸν ἁμαρτιῶν, τοῖς πιστῶς σε τιμῶσιν, ἀοίδιμε Βενέδικτε.
Θεοτοκίον
Φωτοκυῆτορ Παρθένε, τῆς ψυχῆς μου τὰ νέφη, ἀπέλασον καὶ δίδου καθαρῶς, προσενοπτρίζεσθαι Δέσποινα, τὸ σωτήριον κάλλος, τοῦ λάμψαντος ἀρρήτως, ἐκ τῆς σῆς παναγίας νηδύος, εἰς φῶς Ἐθνῶν πανύμνητε.