Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ἄνθρωπόν σε ἔγνωμεν Θεοῦ, κλήσει τε καὶ πράγματι· ταῖς ἀρεταῖς γὰρ διέλαμψας, πτωχείαν ἄμετρον, καὶ στενοχωρίαν, ἐπὶ γῆς κτησάμενος, καὶ θαύμασι πιστούς πιστωσάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Ἔρωτι δροσίζοντι σαρκός, ἔρωτας φλογίζοντας, ἐναποσβέσας Ἀλέξιε, θαλάμου θάλαμον, εὐσεβῶς ἠλλάξω, ἡδονῆς τε σώματος, τὴν θείαν τῶν Ἀγγέλων ὁμοίωσιν, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Μένεις ἀγνοούμενος Σοφέ, πρὸ πυλῶν θλιβόμενος, τῶν εὐγενῶν γεννητόρων σου, ἐμπαροινούντων σοι, τῶν οἰκείων παίδων, ἐπὶ χρόνον μήκιστον, θανὼν δὲ φανεροῦσαι τοῖς θαύμασιν, οἷς ἐπετέλεσας, θεραπεύων τὰ νοσήματα, καὶ διώκων ἀκάθαρτα πνεύματα.
Θεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε ξένον ἄκουσμα Ἁγνή, χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου θεόφυτον, χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων, χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλήν, ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνεκάλεσας.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις, πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Ἀπολυτίκιον
Ἦχος β'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ ῥίζης ἐβλάστησας, περιφανοῦς καὶ κλεινῆς, ἐκ πόλεως ἤνθησας, βασιλικῆς καὶ λαμπρᾶς, Ἀλέξιε πάνσοφε, πάντων δ' ὑπερφρονήσας, ὡς φθαρτῶν καὶ ῥεόντων, ἔσπευσας συναφθῆναι, τῷ Χριστῷ καὶ Δεσπότῃ. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν· ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται».

Στενοτάτην ὥδευσας ὁδόν, ἄμεμπτον καὶ ὅσιον, βίον Σοφὲ μετελθὼν ἐκ νεότητος· διό μου τὴν στένωσιν καταπλάτυνον, τοῦ νοὸς εὐφημῆσαί σε, τὸν πρὸς Παραδείσου, πλάτος αὐλιζόμενον Ἀλέξιε.

Ἑαυτὸν διόλου τῷ Θεῷ, Μάκαρ ἀναθέμενος, ἔξω Σαρκὸς καὶ κόσμου ἐχρημάτισας, πλούτου διαρρέοντος, τὸν οὐράνιον προτιμήσας καὶ μένοντα, καὶ ἐνεγκαμένης, πόλιν τὴν Σιὼν τὴν αἰωνίζουσαν.

Τῆς νηδύος σὺ τῆς μητρικῆς, στείρωσιν διέλυσας, ἀποτεχθεὶς ὡς Σαμουὴλ Πανόλβιε, ἐν γαστρὶ καρδίας δέ, τὸν ἁγνότατον συλλαβὼν φόβον ἔτεκες, πνεῦμα σωτηρίας, θείαις ἀρεταῖς διὰ τῆς πίστεως.
Θεοτοκίον
Ὁ Θεοῦ συνάναρχος Υἱός, ἔσχεν ὡς αἰτίαν σε, τῆς πρὸς ἡμᾶς Παρθένε ὁμοιώσεως, μόνην ὑπὲρ πᾶσαν, κτίσιν ἄχραντε καθαρὰν σε εὑράμενος· ὅθεν σε ὑμνοῦμεν, πᾶσαι γενεαὶ καὶ μακαρίζομεν.

Κανών α', ᾨδὴ γ', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».

Νυττόμενος τῷ ἔρωτι, τῆς ἁγνείας θάλαμον, τοῦ ἐπὶ γῆς οὐράνιον, ἀντηλλάξω καὶ γυναικὸς ἡδονῆς, τὴν ἡδίστην Ἀγγέλων ἐξομοίωσιν.

Θορύβους τοὺς ἐν βίῳ, καὶ ὄγκον πλούτου ἔλιπες, καὶ μετανάστης γέγονας, τῆς Πατρίδος Πάτερ Ἀλέξιε, τοῦ Χριστοῦ τὴν πτωχείαν ἐκμιμούμενος.

Ἐν δάκρυσι καὶ πόνοις, καὶ ἐγκρατείᾳ Πάνσοφε, τὸ ἀγαθὸν ἐζήτησας, πότε ἥξει φῶς ἐπιγνώσεως, τὴν ἀπάθειαν νέμον τῇ καρδίᾳ σου.
Θεοτοκίον
Ὁ ἄνω ἀθεώρητος, τοῖς Ἀγγέλοις Ἄχραντε, κάτω ἐκ σοῦ γενόμενος, καθορᾶται τέλειος ἄνθρωπος, ἀπολλύμενον κόσμον ἀνακτώμενος.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς ἱδρῶτας καὶ πόνους τους σοὺς Σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Ἦχος γ' Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Κόσμου τερπνότητα ὁσίως ἔλιπες, ἀνταλλαξάμενος πλούτου τοῦ ῥέοντος, τὸν ἀδιάρρευστον σαφῶς, καὶ μένοντα Ἀλέξιε· ὅθεν μετὰ πάντων σε, τῶν Ἁγίων δοξάζομεν, καὶ πανηγυρίζομεν, ἱερῶς ἐν τῇ μνήμῃ σου, αἰτούμενοι εὑρεῖν ταῖς εὐχαῖς σου, Πάτερ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Ἀκατανόητον καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν μέγα μυστήριον· τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ἐκδυσώπει, ὡς Υἱόν σου, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Ἡ σὲ κυήσασα Χριστὲ εἰσβλέψασα, Σταυρῷ ὑψούμενον, ὥσπερ κατάκριτον, θρηνολογοῦσα γοερῶς, τοιαῦτα ἀπεφθέγγετο· Οἴμοι! πῶς σε ἄνομος, δῆμος ὅλως οὐκ ᾤκτειρε, τοῦτον οἰκτειρήσαντα, διὰ πλῆθος ἐλέους σου. Μὴ με ἐγκαταλίπῃς ἐν Κόσμῳ μόνην, ὁ μόνος ἀναμάρτητος.

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἀγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὑπέμεινας, τὴν πτωχείαν προσαίτης γενόμενος, πτωχὸς ὥσπερ Λάζαρος· ἔρως γὰρ θεῖος ἠρέθιζε, Μάκαρ τὴν καρδίαν σου, ἐπιποθοῦσαν τὸν πλοῦτον τὸν οὐράνιον.

Ἀπέριττον, καὶ ἀπράγμονα βίον ἐπόθησας, ἅπαξ σιτιζόμενος, τῆς ἑβδομάδος Ἀλέξιε, πόθῳ τῆς μενούσης σε, ἀδιαρρεύστου παμμάκαρ ἀπολαύσεως.

Ναὸν Θεοῦ, τὴν καρδίαν ζητῶν ἀπεργάσασθαι, ἐν οἴκῳ ἠγάπησας, τῆς Θεομήτορος Ἔνδοξε, πάντοτε καθέζεσθαι, καὶ τὰ οὐράνια κάλλη ἐνοπτρίζεσθαι.
Θεοτοκίον
Θηλάσασα, τὸν Δοτῆρα Παρθένε τοῦ γάλακτος, πεινῶσαν καὶ στένουσαν, νῦν τὴν καρδίαν μου κόρεσον, πάσης ἐπιγνώσεως, καὶ κατανύξεως θείας ἱκετεύω σε.

Κανών α', ᾨδὴ ε', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Ῥοαῖς ἱερῶν, καταρδεύων πάντοτε δακρύων σου, ψυχὴν ἐγεώργησας, στάχυν ἀληθῶς ἑκατοστεύοντα, γεωργῷ ἀθανάτῳ, καλῶς διατηρούμενον.

Ὡράθης ἐν γῇ, πολιτείαν ἄσαρκον μιμούμενος, τῇ ὑπερβαλλούσῃ σου, Πάτερ ἐγκρατείᾳ ἀξιάγαστε, καὶ εὐχῆς προσεδρίᾳ, δι' ἧς φῶς ἐχρημάτισας.

Πυρὶ προσευχῶν, ἁμαρτίας ἔφλεξας τὴν ὕλην Σοφέ, ἀγρύπνοις δὲ στάσεσι, πᾶσαν ἡδυπάθειαν ἐκοίμισας, κοιμηθεὶς δὲ πρὸς φέγγος, μετέβης τὸ ἀνέσπερον.
Θεοτοκίον
Ὁ φῶς κατοικῶν, τὴν ἁγίαν ᾤκησε νηδύν σου Ἁγνή, κόσμου ἀπολλύμενον, σκότει ἀγνωσίας ἀνακτώμενος, ὃν ἱκέτευε πάντας, φωτίσαι τοὺς ὑμνοῦντάς σε.

Κανών α', ᾨδὴ ς', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Ναὸν ζῶντα Θεοῦ σε γενόμενον, τοῦ Χριστοῦ τὸ σκήνωμα, ἡ Ἀπειρόγαμος, προσφανεροῖ κρυπτόμενον, καὶ δοξάζει λανθάνειν σπουδάζοντα.

Αἱ εὐχαί σου Θεῷ ὡς θυμίαμα, Μάκαρ προσεδέχθησαν, ἔνθεν τῷ βίῳ σου, τὰ τῶν πιστῶν φρονήματα, εὐωδίασας Πνεύματος χάριτι.

Ἱερᾷ πολιτείᾳ κοσμούμενον, πάλιν ὁ Χριστὸς μὴ βουλόμενον Ἔνδοξε, σὲ τῇ πατρίδι δίδωσιν, ἀποφεύγοντα δόξαν τὴν πρόσκαιρον.
Θεοτοκίον
Νόμους φύσεως ἄχραντε Δέσποινα, ὁ δημιουργὸς καινουργήσας τῆς κτίσεως, ἐκ σοῦ ἀρρήτως τίκτεται, καὶ θεοὶ με δι' ἄμετρον ἔλεος.

Κοντάκιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἀλεξίου σήμερον τοῦ πανολβίου, ἑορτὴν τὴν πάνσεπτον, ἐπιτελοῦντες εὐσεβῶς, αὐτὸν ὑμνήσωμεν λέγοντες· χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.
Ὁ Οἶκος
Τὶς τὰς σεπτάς σου ἀρετὰς ἀξίως εὐφημήσει, καὶ ἱκανῶς ὑμνήσει, Ἀλέξιε θεόφρον, τὴν σωφροσύνην, τὴν ὑπομονήν, τὴν πραότητα, τὴν ἐγκράτειαν, τὸν ἀκατάπαυστον ὕμνον, τὴν ἄκραν σκληραγωγίαν, καὶ ἄμετρον ταπείνωσιν, δι' ὧν Ἀγγέλοις ἐφάμιλλος γενόμενος. Πρεσβεύεις ἀεὶ ὑπὲρ τοῦ κόσμου παντός· διὸ ἀκούεις Ὅσιε, νῦν παρὰ πάντων Πιστῶν. Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου τοῦ Ἀνθρώπου τοῦ Θεοῦ.
Στίχοι
Ἄνθρωπος ἐν γῇ τοῦ Θεοῦ κληθεὶς μόνος,
Ἕξεις τὶ καινὸν κἄν πόλῳ, Πάτερ μόνος.
Ἑβδομάτῃ δεκάτῃ, Ἀλέξιε, πότμον ἀνέτλης.

Τῇ αὐτῇ ἡμέρᾳ, συνέφθασε καὶ ἡ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς τοῦ Σεισμοῦ, ἧς παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύριος, γέγονε δὲ ἐπὶ Κωνσταντίνου Βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παῦλος ὑπὲρ τῶν Ἁγίων Εἰκόνων πυρὶ τελειοῦται.
Στίχοι
Ζῆλος διεξέκαυσε Παῦλον Εἰκόνων,
ᾯ φλὸξ δι' αὐτὰς ἐξεκαύθη καμίνου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοστήρικτος, Ὁμολογητής, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Στήριγμα πιστοῖς καὶ μεταστὰς ἐκ βίου,
Τὰς σάς, Θεοστήρικτε, πρεσβείας δίδου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος».

Ἐπέμενες Ὅσιε τῶν γεννητόρων, πυλῶσι καθήμενος, καὶ ὅλως ἀγνοούμενος, καὶ παίδων παροινίαν ὑποδεχόμενος, καὶ καταπαιζόμενος δεινῶς, καὶ ἐν πτωχείᾳ πολλῇ θλιβόμενος.

Σαρκός σου τὸ φρόνημα ἀπονεκρώσας, ὁρῶν τοὺς γεννήτορας, καὶ τούτοις ἀγνοούμενος, τῆς φύσεως ἔστεγες τὴν βίαν Ὅσιε, καὶ τὴν ἐξουθένησιν τῶν σῶν, ἀπείρων παίδων ἐπιθλιβόντων σε.

Ὦ θαῦμα! πῶς ἔμεινας ἀεὶ πτωχεύων, ἐν πλούτῳ Ἀλέξιε, ἀπείρου ταπεινώσεως! πῶς ἤνεγκας παίζεσθαι καὶ ὀνειδίζεσθαι, ὑπὸ παίδων πάνσοφε τῶν σῶν, ἀγνοησάντων τὴν πολιτείαν σου!
Θεοτοκίον
Μεγάλου διάκονος σὺ Μυστηρίου, ἐγένου πανάμωμε· Θεὸν γὰρ ἐσωμάτωσας, μεγάλων κακῶν ἡμᾶς ἀπολυτρούμενον, τοὺς σὲ μεγαλύνοντας Ἁγνή, εὐλογημένη Θεοχαρίτωτε.

Κανών α', ᾨδὴ η', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, ἐνεργείας διεμέριζε, τῷ τὰς θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».

Ἄγνωστος τὸ πρίν, γεννήτορσιν ὑπάρχων, ἐν τῷ καιρῷ τῆς ἐκδημίας σου, τούτοις τὸ μυστήριον, ἐκκαλύπτεις φανερούμενος, εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν· Ἔνδοξε τοῦ μεγάλως σε, καὶ ἀξίως δοξάσαντος.

Κύριος φωνῇ, μεγάλῃ φανεροῖ σε, πάσῃ τῇ Ῥώμῃ τὸν κρυπτόμενον, θησαυρὸν Πανόλβιε, ἐν πτωχοῦ σχήματι κείμενον, καὶ δωρεαῖς ἰάσεων, ἅπαντας τοὺς ἐν πίστει, σοὶ προσιόντας πλουτίζοντα.

Ἄρχοντες λαῶν, καὶ Βασιλεῖς συνῆλθον, καὶ ἱερεῖς Μάκαρ κηδεῦσαί σε, Θεοῦ ἐπινεύσεσι, καὶ κατεῖδον μέγα θέαμα, θαμβούμενοι θαύμασιν, Ὅσιε οἷς ἐτέλεις, θείᾳ δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον
Ῥεύσαντας ἡμᾶς, τῇ πάλαι παραβάσει, ἀνακαινίζων ὁ φιλάνθρωπος, ἀρρεύστως σεσάρκωται, ἐξ ἀφθόρου σου Πανάμωμε, νηδύος καὶ ἐρρύσατο, ἅπαντας ἁμαρτίας, καταφθορᾶς παναμώμητε.

Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἰδεῖν κατηξίωσαι, Θεοῦ τὴν δόξαν Ὅσιε, τοῦ λαμπρῶς σε ἐν τέλει Μάκαρ δοξάσαντος· φῶς γὰρ οἱ μὴ βλέποντες εἶδον, καὶ τὸ λαλεῖν ἔλαβον οἱ πρώην, τυγχάνοντες ἄλαλοι, παναοίδιμε Ἀλέξιε.

Ὡράθης προκείμενος, καὶ πρὸς ταφὴν ἀγόμενος, ὥσπερ ἥλιος Πάτερ, πέμπων ἰάσεων, τὰς μαρμαρυγὰς παραδόξως, καὶ σκοτεινὰ πάθη φυγαδεύων, καὶ φλέγων τοὺς δαίμονας, καὶ φωτίζων τοὺς θεόφρονας.

Συνῆλθε κηδεῦσαί σε, Πατριαρχῶν ὁ πρόκριτος, Βασιλεύς τε ὁ λίαν φιλοχριστότατος, Ἄρχοντες πρεσβῦται καὶ νέοι, καὶ Μοναστῶν χοροὶ θείᾳ νεύσει καθαγιαζόμενοι, τῇ προσψαύσει σου Μακάριε.

Ἡρπάγης ἐν ἅρματι, τῶν ἀρετῶν ὀχούμενος, καὶ κατέπαυσας ἔνθα Ὁσίων τάγματα, καὶ τῶν Ἀποστόλων Μαρτύρων, Πατριαρχῶν, καὶ πάντων Δικαίων, μεθ' ὧν ἡμῶν μέμνησο, τῶν τιμώντων σε Ἀλέξιε.
Θεοτοκίον
Φωνὴν σοι προσάγομεν, τοῦ Γαβριὴλ γηθόμενοι, χαῖρε λέγοντες χώρα ἡ ἀγεώργητος, χαῖρε τῆς κατάρας ἡ λύσις, χαῖρε πηγή, ὕδατος τοῦ ζῶντος, Ὁσίων τὸ καύχημα, Θεοτόκε ἀειπάρθενε.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ὦ θαῦμα! πῶς ἐν πυλῶσι, τῶν γεννητόρων χρονίως, ὥς τις ἀδάμας ὑπέστης, φύσεως βίᾳ μὴ καμφθείς, Γονέων τε καὶ συζύγου, Ἀλέξιε πικροῖς θρήνοις.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Χαριστηρίοις ὕμνοις, δοξάζοντές σε Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶμέν σοι Θεοτόκε· Χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.