Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλείου, Πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, Θεῷ ἐλειτούργησας, καθάπερ Ἄγγελος, τῷ δι' ἡμᾶς ὕλῃ σώματος, ἐπιφανέντι, θύων Βασίλειε μεγαλώνυμε, ἐντεῦθεν ὡς τέλειον πρόβατον τέθυσαι, καὶ καθαρὸν θῦμα γέγονας, καὶ προσηνέχθης, νῦν εἰς τὸ ἄνω θυσιαστήριον· ὅθεν φωναῖς σε μακαρίζομεν, χαρμονικῶς καὶ βοῶμέν σοι· ἱκετεύων μὴ παύσῃ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Ἀφαιρεθεὶς τὴν δορὰν κρίσει ἀδίκῳ, τοὺς πόνους ὑπήνεγκας ἀποσκοπούμενος, λῆξιν τὴν ἄπονον Ἔνδοξε, καὶ τὰ βραβεῖα, τὰ τοῖς ἀθλήσασιν ἀποκείμενα, πυρὶ δὲ στομούμενος, οἷά περ σίδηρος, οὐρανοχάλκευτον γέγονας, παμμάκαρ, ξίφος, πάσας συγκόπτων ἐχθροῦ τὰς φάλαγγας· ὅθεν τιμᾷ σε πᾶσα σήμερον, τῶν εὐσεβῶν γλῶσσα χαίρουσα, καὶ αἰτεῖ δυσωπεῖν σε, τὸν Θεὸν ὑπὲρ τῆς ποίμνης σου.
Ἦχος δ'
Ὡραϊσμένος τοῖς στίγμασι τοῖς θείοις, εἰς πόλιν ἐκ πόλεως δέσμιος ἔτρεχες, καταδεσμεύων τὸν τύραννον, καὶ τὰς πορείας, τῶν σῶν βημάτων κατευθυνόμενος, καὶ δὴ πρὸς Καισάρειαν πόλιν γενόμενος, ἐν ταύτῃ τέλος μακάριον, καθυπεδέξω, καὶ πρὸς τὴν πόλιν τὴν ἐπουράνιον, στεφανηφόρος ἀνελήλυθας, καὶ Θεῷ Βασιλεῖ νῦν παρίστασαι, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Ὅτι εἰς βάθη πολλῶν παραπτωμάτων, ἀθλίως κατήντησα ἐξ ἀμελείας μου, καὶ ῥαθυμίας ὁ δείλαιος, καὶ ἀπορίᾳ, καὶ ἀπογνώσει νυνὶ συνέχομαι, γενοῦ μοι βοήθεια καὶ ἱλαστήριον, καὶ σωτηρία Πανάχραντε, παραθυμίαν, εὐμενεστάτην παρεχομένη μοι, σὲ ἱκετεύω, καὶ σοῦ δέομαι, καὶ προσπίπτω καὶ πίστει κραγάζω σοι· Μὴ δειχθείην εἰς τέλος, τῷ ἀλάστορι ἐπίχαρμα.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ προσαγάγω ὡς φιλάνθρωπος.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπον μέτοχος καὶ θρόνον διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Βασίλειε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».

Σοῦ τὴν βασίλειον δόξαν Παμβασιλεῦ, ὁ κλεινὸς Βασίλειος, ἀγαπήσας σταθερῶς, ἐπὶ γῆς ἐνήθλησε, δι' οὗ, Βασιλείας οὐρανῶν ἡμᾶς ἀξίωσον.

Ὁ ἀξιέπαινος βίος, ἡ καθαρά, πολιτεία Ἔνδοξε, τῶν ἀγώνων ἡ τριβή, κληρονόμον ἔδειξε Θεοῦ, καὶ πολίτην οὐρανῶν σε ἀπειργάσατο.

Ὑποταγεὶς τῷ Κυρίῳ δι' ἀγαθῆς, πολιτείας πάνσοφε, καθυπέταξας ἐχθρὸν καὶ ποσὶ συνέτριψας λαμπρῶς, ἀριστεύσας κατ' αὐτοῦ Μάρτυς Βασίλειε.

Τῇ τῶν αἱμάτων πλημμύρᾳ τὸν νοητόν, Φαραὼ ἐβύθισας, πανστρατὶ ὡς ἀληθῶς, καὶ πρὸς γῆν ἀνέδραμες σοφέ, ἔνθα νέφος ἀθλητῶν ἀεὶ εὐφραίνεται.
Θεοτοκίον
Ὁ τῷ Πατρὶ συνυπάρχων μονογενής, βουληθεὶς κατῴκησε, σοῦ τὴν ἄχραντον νηδύν, καὶ βροτὸς ἐγένετο Ἁγνή, σῶσαι θέλων τοὺς βροτοὺς δι' ἀγαθότητα.

Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Ὑψώθης οἷά περ ἀμνός, ἐπὶ ξύλου Τρισμάκαρ, τοὺς ξεσμοὺς ὑποφέρων, διανοίᾳ καθαρᾷ, καὶ καταράσσων ἐχθροῦ, τὰς ἐπάρσεις, σθένει θείου Πνεύματος.

Στιγμάτων Μάρτυς καλλοναῖς, ὡραιότατος ὤφθης, τὴν ψυχὴν καὶ τὸ σῶμα, διανοίᾳ καθαρᾷ, χαριστηρίους φωνάς, ἀναμέλπων τῷ ἀγωνοθέτῃ σου.

Μεγίστην εὔκλειαν ζητῶν, μεγαλόφρονι γνώμῃ, τοὺς μεγίστους ἀγῶνας, ἐκαρτέρησας σοφέ, καὶ τὸν μεγάλως ἀεί, ἐπηρμένον, Μάρτυς ἐταπείνωσας.

Ἐνθέων φύλαξ πεφυκώς, προσταγμάτων θεόφρον, φυλακαῖς κατεκλείσθης, ὑπανοίγων τοῖς πιστοῖς, διδασκαλίας ὁδόν, τὴν εἰς πλάτος γνώσεως εἰσάγουσαν.
Θεοτοκίον
Γνωρίσας πόρρωθεν τὴν σήν, σύλληψιν Ἡσαΐας, διὰ Πνεύματος Κόρη, διετράνωσεν αὐτήν, βοῶν· Ἰδοὺ ἐν γαστρί, ἡ Παρθένος, τὸν Θεὸν συλλήψεται.

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς Βασίλειος, τὴν Βασιλείαν Θεοῦ, ποθήσας ὑπήνεγκε, τὴν τῶν βασάνων πυράν, καὶ θάνατον ἄδικον· ὅθεν ἀθανασίας, ἀληθοῦς ἠξιώθη. Τοῦτον οὖν συνελθόντες, μακαρίσωμεν πίστει, πρεσβεύοντα τῷ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, μῆτερ Χριστοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν Παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Κανών α', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα· Ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Ἰδὼν ἀστράπτον σου, τὸ θεῖον πρόσωπον, τῇ τοῦ Πνεύματος αἴγλῃ ὁ δυσσεβής, Μάρτυς κατεπλήττετο, καὶ ὡς τοῦ σκότους ὑπουργός, ἀναισθήτως ἐμωραίνετο.

Σοφίᾳ κρείττονι, καλλωπιζόμενος, τοὺς σοφοὺς τῶν Ἑλλήνων θεαρχικῷ, σθένει ἀπεμώρανας, καὶ ἐναθλήσας καρτερῶς, νίκης στέφανον ἀπείληφας.

Ταθέντα πάντοθεν, καὶ ἐξαρθρούμενον, ἐκραταίου σε Λόγος ὁ ἐν Σταυρῷ, τανυσθεὶς Βασίλειε, καὶ διὰ πάθους τοῖς πιστοῖς, δωρησάμενος ἀπάθειαν.

Οὐ θύω δαίμοσιν, οὐ φρίττω θάνατον, οὐ κολάσεων εἴδη ὁ ἱερός, ἔκραζε Βασίλειος, ἕνα Θεὸν ὁμολογῶ, ἐν Τριάδι γνωριζόμενον.
Θεοτοκίον
Ὑμνῶ σε Δέσποινα, τὴν πολύΰμνητον, εὐλογῶ σε Παρθένε, δι' ἧς βροτοί, πάντες εὐλογήθημεν, καὶ τῆς κατάρας ἀληθῶς, τῆς ἀρχαίας ἐλυτρώθημεν.

Κανών α', ᾨδὴ ε', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενος».

Σιδήρου βάρει κατακαμφθείς, ὡς τὸν ἐλαφρότατον ζυγόν, Κυρίου φέρειν ἑλόμενος, τὸν κατὰ τοῦ Κτίστου τραχηλιάσαντα, ἐχθρὸν τὸν ἀλαζόνα Μάρτυς κατέκαμψας.

Μέτ' εὐφροσύνης τὰ σιδηρᾶ, Μάρτυς περικείμενος δεσμά, τόπους ἐκ τόπων διέδραμες, τούτοις ὡς ὁρμίσκοις ὡραϊζόμενος, Βασίλειε, καὶ τέρπων τὸν Ἀθλοθέτην σου.

Αἱμάτων ῥεύμασι σεαυτῷ, Μάρτυς ἐπιχρώσας ἀληθῶς, βασιλικὴν στολὴν ἔνδοξε, νίκης τε διάδημα περιθέμενος, Χριστῷ συμβασιλεύεις χαίρων Βασίλειε.

Ῥωσθεὶς τῇ χάριτι τοῦ Σταυροῦ, ἤνυσας μακρὰν καὶ χαλεπήν, ὁδὸν δεινῶς ἐλαυνόμενος, μέλπων· Ἐν τῇ τρίβῳ τῶν μαρτυρίων σου, τερπόμενος καὶ χαίρων Λόγε πορεύσομαι.
Θεοτοκίον
Τὴν ἀνωτέραν τῶν Χερουβίμ, τὴν ὑψηλοτέραν οὐρανῶν, τὴν ὑπερτέραν τῆς κτίσεως, τῶν σοφῶν Μαρτύρων τὸ περιτείχισμα, τὴν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.

Κανών α', ᾨδὴ ς', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Ὑψώθης τοῖς ἄθλοις σου, καὶ κατέρραξας ἐχθρόν, Μεγαλομάρτυς ἔνδοξε, καὶ πρὸς Θεὸν μετέβης νικητικῷ, στεφθεὶς διαδὴματι, ἐπὶ τέλει τῶν ἄθλων ἀξιάγαστε.

Σταυρῷ τὸν τανύσαντα, τὰς παλάμας διὰ σέ, Μάρτυς σοφὲ μιμούμενος, ἀνηρτήθης ἐν ξύλῳ καρτερικῶς, ξεσμοὺς ἐκαρτέρησας, τραυματίζων τὴν πλάνην σοῦ τοῖς τραύμασιν.

Ἐδέσμεις δεσμούμενος, τοὺς ἀσάρκους δυσμενεῖς, ὑπὲρ Χριστοῦ Βασίλειε, ἀπολυθεὶς δὲ ἔνδοξε τῆς σαρκός, εἰς τὸ τέλος διέλυσας, τὰς αὐτῶν κακουργίας θείᾳ χάριτι.
Θεοτοκίον
Ὑμνῶ σε Πανύμνητε, ἣν ὑμνοῦσι στρατιαί, ἐπουρανίων τάξεων, καὶ δυσωπῶ σε, πάθη μου τῆς ψυχῆς, ἰάτρευσον Ἄχραντε, καὶ πυρὸς αἰωνίου ἐλευθέρωσον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλείου, Πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας.
Στίχοι
Σώαν Προφήτης εἶπεν ἀλγεῖν κοιλίαν.
Τετρημένην δὲ Μάρτυς ἀλγεῖν οὐκ ἔφη.
Εἰκάδι δευτερίῃ Βασίλειος ἐτρήθη σούβλαις.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Καλλινίκη καὶ Βασίλισσα, ξίφει τελειοῦνται.

Καὶ μνήμη τῆς Ἁγίας Δροσίδος, θυγατρὸς τοῦ Βασιλέως Τραϊανοῦ, καὶ τῶν σὺν αὐτῇ πέντε Κανονικῶν μοναζουσῶν.
Στίχοι
Καλλινίκην τέμνουσι σὺν Βασιλίσσῃ,
Τὰς Καλλινίκους καὶ πόλου Βασιλίδας.
Δροσὶς ἀπῆλθεν ἐκ δρόσου τῆς τοῦ μύρου,
Ὡς ἐκ Λιβάνου Κανονικὴ πρὸς πόλον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Φωτισμῷ τῆς θείας χάριτος λαμπόμενος, τὸ σκότος τῶν κολάσεων διελήλυθας, γεγονώς ἡμέρας κοινωνός, Σοφὲ ἀνεσπέρου, καὶ βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἡδρασμένη ἐπὶ πέτραν θείας γνώσεως, θεόφρον ἡ καρδία σου, οὐ σεσάλευται, πειρασμῶν ἀνέμοις Ἀθλητά, βοῶσα τῷ πάντων Λυτρωτῇ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μωραινόμενος ὁ τύραννος προστάττει σε, λωροτομεῖσθαι Ἔνδοξε, καὶ ὡς ἄσαρκον ὑπομένοντά σε καθορῶν, συνῆκεν οὐδόλως ἐκβοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς χρυσὸς ἐν τῇ καμίνῳ τῶν κολάσεων, ἐξέλαμψας πυρούμενος, καὶ ἐκσφράγισμα, παθημάτων θείων γεγονώς, ἐβόας Βασίλειε σοφέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθενίαν μετὰ τόκον ἀδιάφθορον, Παρθένε διαμένουσαν, κατανοοῦσα, τῷ ἐκ σοῦ τεχθέντι ὑπὲρ νοῦν ἐβόας Σωτῆρι καὶ Θεῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τὸ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοῦ αἰῶνας».

Ὁλικῶς πρὸς τὸ θεῖον ἀνατεινόμενος, τοὺς τοῦ σώματος πόνους ὄναρ λελόγισαι· ὅθεν πρὸς ζωὴν μακαρίαν καὶ ἄπονον, Μάρτυς ἀθλοφόρε, γηθόμενος μετέβης.

Νευρωθεὶς τῇ ἀγάπῃ τοῦ Παντοκράτορος, σπαραγμοὺς ὑποφέρεις σαρκὸς στερρότατα, καὶ τὸν δυνατὸν ἐν κακίᾳ συμπνίγεις ἐχθρὸν ῥείθροις σῶν αἱμάτων, Βασίλειε τρισμάκαρ.

Ὁ βασίλειος κόσμος τῆς Ἐκκλησίας Χριστοῦ, τῶν παθῶν τοῦ Σωτῆρος τὸ ἀπεικόνισμα, Μάρτυς ὁ στερρός, τῶν πιστῶν τὸ κραταίωμα, ὕμνοις εὐφημείσθω, Βασίλειος ὁ μέγας.

Ὑπερκόσμιον δόξαν καὶ φῶς ἀνέσπερον, οὐρανῶν Βασιλείαν, στέφος ἀμάραντον, ἄλυπον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον, Μάρτυς μετὰ τέλος εὑρεῖν κατηξιώθης.
Θεοτοκίον
Σωτηρίας ἀνθρώπων γένος ἠξίωται διὰ σοῦ Παναγία Θεοχαρίτωτε· μόνη γὰρ ἡμῖν, τὸν Σωτῆρα ἐκύησας, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς σε μακαρίζομεν».

Ἰδεῖν Ἁγίων τερπνὰς λαμπρότητας, ἀπολυθεὶς σαρκός, κατηξιώθης Πανόλβιε, καὶ Ἀγγέλων συνήφθης στρατεύμασι, μέλπων ἀεὶ σὺν τούτοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος.

Ὡς φῶς παμμάκαρ, ὡς μέγας ἥλιος, ἐν οὐρανῷ Χριστοῦ τῆς Ἐκκλησίας ὁρώμενος, ταῖς τῶν ἄθλων φεγγοβόλοις λάμψεσι, καὶ θαυματουργημάτων, θείαις λαμπρότησι, πάντων καταυγάζεις, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.

Σαυτὸν τῶν ἄθλων ταῖς ὡραιότησι, πανευκλεῶς θεόθεν, Ἀθλοφόρε ὡραΐσας, καὶ Χριστῷ τῷ ὡραίῳ παρίστασαι, στέφος δικαιοσύνης, νῦν περικείμενος· ὅθεν σε τιμῶμεν οἱ πιστοὶ ἐπαγαλλόμενοι.

Ἡ γῆ τῇ θείᾳ ταφῇ ἡγίασται, τοῦ Ἱεροῦ Βασίλειε καὶ θείου σου σώματος, τῶν Δικαίων ἐσκίρτησαν πνεύματα, μέσον αὐτῶν τὸ πνεῦμά σου μάκαρ ἔχοντα, μεθ' ὧν πάντων μέμνησο, ἡμῶν τῶν μεμνημένων σου.
Θεοτοκίον
Φρικτὸς ὁ τρόπος ὁ τῆς λοχείας σου! Θεὸς γὰρ ἦν Παρθένε σαρκωθεὶς ὁ τικτόμενος, ὃν ἱκέτευε φρικτῆς κολάσεως, πάντας τοὺς ἀδιστάκτῳ πίστει τιμῶντάς σε, Μῆτερ ἀπειρόγαμε, σεμνὴ ἀπολυτρώσασθαι.