Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Ἡ σύναξις τοῦ Ἀρχιστρατήγου Γαβριήλ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τῆς Ἑορτῆς
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος· Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο· χαῖρε θεία στάμνε τοῦ Μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.
Ἦχος πλ. β'
Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος· Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο· χαῖρε θεία στάμνε τοῦ Μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.
Ἦχος πλ. β'
Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον· μετ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μὴ με δελεάσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι!
Στιχηρὰ Προσόμοια τοῦ Ἀρχαγγέλου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Γαβριὴλ ὁ μέγιστος νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ οὐράνιος, φῶς τὸ Τρισήλιον, καθορῶν καὶ βλέπων, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μυστήριον, εὐηγγελίσατο, τῇ Παρθένῳ ἀφικόμενος, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος α'
Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων ἀπόκρυφον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνὴ εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, Ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἰωάννου Μοναχοῦ
Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν, καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ τὸ θαῦμα ἐκπληττόμενος, ὅτι πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὢν, ἐκ Παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα, ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε! Θεοῦ ἐστι Λόγος ὁ παρών. Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, χαῖρε Ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)

Εἰσῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ. Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου, ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου, καὶ ὁρᾷ, ὅτι ἡ βάτος καίεται πυρί, ἡ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, τὶ ὅτι οὐ κατακαίεται ἡ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τῆς βάτου, λέγων· Μωσῆ, Μωσῆ· Ὁ δὲ εἶπε· Τὶ ἐστι, Κύριε; Ὁ δὲ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσον τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγὼ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραάμ, καὶ Θεὸς Ἰσαάκ, καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, τοῦ ἐν Αἰγύπτῳ. Καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθήν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
Παροιμιῶν τὸ Ἄνάγνωσμα
(Κεφ. 8, 22-30)

Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προσελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθη πηγὰς ὑδάτων τῆς ὑπ' οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα, ἃ οὐ παρελεύσεται στόματος αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγω ἤμην, ᾗ προσέχαιρε. Καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ, ἐν παντὶ καιρῷ.

Εἰς τὸν Στίχον ψάλλομεν τὰ ἑξῆς:
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
ΤΟ ΑΚΟΥΤΕ
Ἄρχων τῶν ἄνω δυνάμεων, ὁ Γαβριὴλ καταπτάς, τὴν Παρθένον ἀσπάζεται, χαῖρε λέγων ὄχημα, καθαρὸν τῆς Θεότητος, σὲ ἐξ αἰῶνος Θεὸς ἠγάπησεν, εἰς κατοικίαν τε ᾑρετίσατο· δοῦλος Δεσπότου σου, παρουσίαν πάρειμι, ἀναβοῶν· τέξῃ οὖν τὸν Κύριον, ἄφθορος μένουσα.
Στίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Τί σου τὸ εἶδος τὸ πύρινον, τῷ Γαβριὴλ ἡ Σεμνή, μέτ' ἐκπλήξεως ἔφησε· τί σου τὸ ἀξίωμα, καὶ τῶν λόγων ἡ δύναμις; παιδοποιΐαν προσεπαγγέλλῃ μοι, ἐγὼ δὲ πεῖραν, ἀνδρὸς οὐ κέκτημαι, ἄπιθι πόρρωθεν, μὴ πλανήσῃς ἄνθρωπε, ὥς περ τὸ πρίν, Εὔαν τὴν προμήτορα, ὄφις ὁ δόλιος.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Πνεῦμα Θεοῦ τὸ πανάγιον, ἥξει Ἁγνὴ ἐπὶ σέ, Θεοχώρητε Δέσποινα, καὶ ἐπισκιάσει σοι, τοῦ Ὑψίστου ἡ δύναμις, καὶ τέξῃ παῖδα διατηροῦντά σου, τὴν παρθενίαν ἀπαρασάλευτον, οὗτος Υἱὸς ἐστιν, ἀγενεαλόγητος, οὗτος ὀφθείς, σώσει τὸν λαὸν αὐτοῦ, καθὼς ηὐδόκησε.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, καὶ χαίρειν αὐτῇ προσειπών, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀϋλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω δυνάμεων.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α'
Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ὡς φῶς χρηματίζοντα, ταὶς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀΰλοις μεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φώτισον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.

Στησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄρρητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν δι' ἀγαθότητα.

Προστάτην σε μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες, οἱ ποθοῦντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως ἀνευφημοῦντές σε.
Θεοτοκίον
Ἁγνὴν σε πανάμωμον, ὁ Γαβριὴλ ὡς ἑώρακε, τὸ Χαῖρέ σοι Δέσποινα, λαμπρῶς ἐβόησεν, ἀπειρόγαμε, βροτῶν ἡ σωτηρία, Ἀγγέλων τὸ καύχημα, καὶ σεμνολόγημα.

Κανών α', ᾨδὴ γ'
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀΰλως φωτιζόμενος, φῶς καθωράθης δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑμνοῦντάς σε.

Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι' οὗ ἤρθημεν, οἱ ἀπὸ γῆς πρὸς μέγιστον, ὕψος μεγάλως τιμῶντές σε.

Ἐπίφανον πᾶσιν οὐρανόθεν, τοῖς πόθῳ ζητοῦσί σε ἀεί, καὶ παῦσον τὸ κλυδώνιον, καθ' ἡμῶν κινούμενον, τῶν πειρασμῶν καὶ θλίψεων, ὦ Γαβριὴλ Ἀρχιστράτηγε.
Θεοτοκίον
Γνωρίζων τὸ πάλαι κεκρυμμένον, Μυστήριον Κόρη σοι ποτέ, ὁ Γαβριὴλ ἐκραύγαζε· Χαῖρε Θεοῦ παλάτιον, ἐν ᾧ οἰκήσας ἅπαντας, βροτοὺς θεώσει ὡς εὔσπλαγχνος.

Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγας Γαβριήλ, Ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον μελῴδημα, τῇ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν, καὶ καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωμεν.
Ἕτερον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
ΤΟ ΑΚΟΥΤΕ
Των ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν φρικτὸν ὄντως, σοὶ Γαβριὴλ πεπίστευται Μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη· χρεωστικῶς σὲ ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.

Κανών α', ᾨδὴ δ'
Ἦχος δ'
Τὴν ἀνεξιχνίαστον ΤΟ ΑΚΟΥΤΕ
Ἵστασο μεθέξεσι θεαρχικαῖς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι.

Στόμασι πηλίνοις σε χαρμονικῶς, πύρινον τῇ φύσει ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου.

Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξῃ ἀπορρήτῳ ἀστράπτουσαν, ἠμφιεσμένος, Στρατηγὲ τῶν Λειτουργῶν, τῷ Βασιλεῖ παρίστασαι, τῷ ἐπουρανίῳ γηθόμενος.
Θεοτοκίον
Ὅλην σε τῷ Πνεύματι ὁ Γαβριήλ, περιηγνισμένην Πανάμωμε, κατανοήσας, ἐκβοᾷ σοι ἐμφανῶς· Χαῖρε ἀρᾶς ἡ λύτρωσις, καὶ τῶν Προπατόρων ἀνάκλησις.

Κανών α', ᾨδὴ ε'
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Νοὸς κατὰ μέθεξιν, τοῦ πρώτου φωτιζόμενος, δεύτερον ὡράθης φῶς κραυγάζων, σὺν ταῖς ἀπείροις Ἀγγέλων τάξεσιν· Ἅγιος ὁ Θεὸς ὁ παντουργός, Υἱὸς ὁ συνάναρχος, καὶ τὸ Πνεῦμα τὸ σύνθρονον.

Τὸ εἶδός σου πύρινον, τὸ κάλλος ὑπερθαύμαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, μέγα τὸ κλέος Γαβριὴλ μέγιστε, θείων Ἀσωμάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισμα, τῶν πιστῶς ἀνυμνούντων σε.

Ὁ θεῖος ὡς εἶδὲ σε, καιρῷ τοῦ θυμιάματος, πάλαι συνεστῶτα Ζαχαρίας, μένει κωφεύων· οὐ γὰρ ἐπίστευσε, σοῦ τῇ ἀγγελία τῇ φρικτῇ, ἣν περ ἐξεφώνησας, Γαβριήλ Ἀρχιστράτηγε.
Θεοτοκίον
Ναὸς ἁγιάσματος, ὑπάρχουσα Πανάμωμε, φωνῇ Γαβριὴλ τοῦ Ἀρχαγγέλου, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, τέτοκας πανάγιον Θεόν, πάντας ἁγιάζοντα, καὶ δεινῶν ἐξαιρούμενον.

Κανών α', ᾨδὴ ς'
Ἦχος δ'
Τὴν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Γεώδεις γλῶσσαι γεραίρειν σε, τὸν νοῦν τὸν φωταυγῆ καὶ οὐράνιον, οὐκ ἐξισχύουσι, περιφανῶς λαμπρυνόμενον, ταῖς ὑπὲρ νοῦν καὶ λόγον, θείαις λαμπρότησιν.

Ἀκτὶς Ἡλίου πολύφωτε, πυρίνων Λειτουργῶν Ἀρχιστράτηγε, ταῖς σελασφόροις σου, πρὸς τὸν Δεσπότην δεήσεσι, τοὺς ὑμνητάς σου σκότους, παθῶν ἐξάρπασον.

Βουλὰς ἐθνῶν διασκέδασον, τὴν Πίστιν τὴν ὀρθόδοξον κράτυνον, παῦσον τὰ σχίσματα, τῆς Ἐκκλησίας, Ἀρχάγγελε, ταῖς πρὸς τὸν Κτίστην πάντων, σοῦ παρακλήσεσι.
Θεοτοκίον
Ῥημάτων θείων ὑπήκοος, Ἁγνὴ τοῦ Γαβριὴλ ἐχρημάτισας, καὶ τὸν προάναρχον, Λόγον σαρκὶ ἀπεκύησας, τῆς ἀλογίας κόσμον ἀπολυτρούμενον.

Ἐὰν τύχῃ ἐν Σαββάτῳ ἢ Κυριακῇ, λέγε τὸ Κοντάκιον τῆς Ἑορτῆς.
Κοντάκιον

Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἀρχιστράτηγε Θεοῦ λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην, ὡς τῷ θείῳ καὶ ὑπερφυεῖ Μυστηρίῳ καὶ ἀπορρήτῳ καθυπουργήσαντος.
Στίχοι
Τὸν σὴν ἀπαγγείλαντα σάρκωσιν Νόα,
Τιμῇ πρεπούσῃ πᾶσα σάρξ τιμᾷ, Λόγε.
Εἰκάδι ἀμ' ὕμνους Γαβριὴλ κτίσιν ἕκτῃ ἐγείρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων κς´, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων· ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο· Βαθούσις καὶ Οὐΐρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἀρπύλας μονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεΐμβλας, Θέρμας, Φίλγας· καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλάς, Βάρις, Μωϊκώ, Μαμύκα, Οὐϊρκώ, καὶ Ἀνιμάϊς.
Στίχοι
Τόσην πυρὶ φλέγουσι πληθὺν Μαρτύρων,
Ὄσας ἄγει Μὴν σήμερον τὰς ἡμέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, Θεοδοσίου, Ἐμμανουήλ, καὶ ἑτέρων Μ' τῶν ἐν Ἀνατολῇ.
Στίχοι
Κοδρᾶτε, θαυμάζω σὲ τῆς εὐανδρίας!
Πῶς ὑπτιάζων ἀνδρικῶς σφάττῃ μάκαρ.
Θεοδόσιος τῷ Θεῷ ζῶν καὶ μόνῳ,
Ζωὴν δι' αὐτὸν ἐκ ξίφους καταστρέφει.
Ξίφει χεθήτω, κἂν κοτύλη φησὶ μοι,
Ἐμμανουήλ, πέφυκεν αἵματος μία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠιμῶν Στεφάνου τοῦ Ὁμολογητοῦ, τοῦ Τριγλίας Ἡγουμένου.
Στίχοι
Θείου Στέφανος ἀμπελῶνος ἐργάτης,
Θεῷ παραστάς, καμάτου μισθὸν λάβῃ.

Τῇ αὐτῇ ἡμέρᾳ ἀναγινώσκεται διήγησις ὠφέλιμος Μάλχου μοναχοῦ αἰχμαλωτισθέντος.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ'
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν τῇ κτίσει ΤΟ ΑΚΟΥΤΕ
Ἰωάννου τόκον Ἔνδοξε ἐμήνυσας, τῷ Ζαχαρία ποτέ, ἔνδον τοῦ θείου Ναοῦ, ἑστῶτι καὶ ψάλλοντι, τῷ λυτρωτῇ καὶ Θεῷ· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Ἡ περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχὰς πιστῶν, καὶ προτρέπεται μεγαλοφώνως βοᾶν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὡράθης τοὺς μέλποντας, φωτίζων πάντοτε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἀπεστάλη Γαβριὴλ ὁ Ἀρχιστράτηγος, χαρὰν μηνύων σοι, Παρθενομῆτορ ἁγνή, δι' ἧς λύπη πέπαυται, καὶ ἡ ἀρὰ ἀληθῶς, ἀπεστείρωται, καὶ εὐλογία ἤνθησε, τοῖς πιστοῖς εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η'
Ἦχος δ'
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ἱερολογίαις ἱεραῖς σε, λαὸς ἱερὸς ὑμνεῖ γηθόμενος· σὺ γὰρ τὸν παναίτιον, Λόγον σωματούμενον, τὸ καθ' ἡμᾶς Ἀρχάγγελε, τῇ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένῳ ὑπέρ νοῦν τε καὶ λόγον· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νοῒ τῷ μεγάλῳ τε καὶ πρώτῳ, ἀΰλως Ἀρχάγγελε ἑνούμενος, στόματι πυρίνῳ σου, μέλπεις τὸ μελῴδημα, τὸ φοβερόν, ὃ μέλπουσι, πάντων Ἀγγέλων χοροί· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Εὐκλείαις σαφῶς πεποικιλμένος, ταῖς θείαις διέρχῃ τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἐκπληρῶν ὡς ἄϋλος, τὰ ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ Ἀρχηγέτα, κλέος τῶν ἐν πίστει, ἀεὶ σε εὐφημούντων.

Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σε προτρέχοντα, καὶ προετοιμάζοντα τὸ ἱερὸν παλάτιον, ὦ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὡς θρόνον τερπνὸν τοῦ Βασιλέως, ὡς πάντων τῶν ποιημάτων ὑπερέχουσαν, ὡς τὸν ὑπερούσιον, μόνην οὐσιώσασαν, τὸν τοὺς βροτοὺς θεώσαντα, ἑνώσει κρείττονι, γεννήσεως ἀρρήτου καὶ ξένης, τὴν εὐλογημένην, ὑμνήσωμεν Παρθένον.

Κανών α', ᾨδὴ θ'
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Ἵσταται φρικτῶς, τῷ θρόνῳ τῆς χάριτος διακονούμενος, καὶ καταστραπτόμενος, φωτοχυσίαις ταῖς ὑπὲρ ἔννοιαν, καὶ ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ φωτίζων, πίστει τοὺς τιμῶντάς σε, ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε.

Ὥσπερ οὐρανός, ὑπάρχεις κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ Στρατηγέτης δέ, χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν τὴν γῆν, τὸ βούλημα τοῦ Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος.

Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοῖς ὑμνηταῖς σου βράβευσον πταισμάτων λύτρωσιν, Βασιλεῖ τε, δώρησαι τὰ τρόπαια, Γαβριὴλ τῇ θερμῇ προστασίᾳ σου.

Ἡ περικαλής, δυὰς καὶ περίδοξος Μιχαὴλ καὶ Γαβριήλ, θρόνῳ παριστάμενοι, τῆς θείας δόξης, πᾶσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὡς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.
Θεοτοκίον
Φέγγος ἀστραπῆς, τοῦ τόκου σου ἔλαμψε καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ Πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναῖς εὐφημούντων σε.

Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἀγγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόρρητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἄπαν γένος· Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλῖμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρά
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτωνΤΟ ΑΚΟΥΤΕ
Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε· συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοι τὸ Χαῖρε Ἁγνή.
Ἦχος α'
Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε· συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοι τὸ Χαῖρε Ἁγνή.
Ἦχος α'
Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε· συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος.
Ἦχος α'
Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι' ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ' ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον.
Θεοτοκίον
Ἦχος β'
Θεοφάνους
Το ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος. Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον. Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

Μεγάλη Δοξολογία

Ἀντίφωνον Α'
Στίχος α'.
Ὁ Θεὸς τὸ κρῖμά σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.
Στίχος β'. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.
Στίχος γ'. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Στίχος δ'. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Ἀντίφωνον Β'
Στίχος α'.
Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Στίχος β'. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Στίχος γ'. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται.
Στίχος δ'. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης.

Ἀντίφωνον Γ'
Στίχος α'.
Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας.
Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ (καὶ ἡμεῖς) σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Στίχος β'. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχος γ'. Εὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἐ ι σ ο δ ι κ ό ν
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς σαρκωθείς.

Εἰς τό, Ἐξαιρέτως
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως. Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετά σοῦ».

Κοινωνικὸν
Ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Ἀλληλούϊα.