Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ θαυματουργοῦ Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἰς περίδοξον, ἀρετῶν ἐπηύξησαι, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν μυστικωτάτην σαφῶς, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος, οὗ ταῖς ἐλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πᾶσιν ἐναπήστραψας, τὰς τῶν θαυμάτων αὐγάς.
Ἦχος πλ. δ'
Πάτερ πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοι, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ· ὅθεν φωστῆρά σε, κεκτημένοι ἅπαντες, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν.
Ἦχος πλ. δ'
Πάτερ Ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὃν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδίᾳ σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον· δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαῖς προσευχαῖς, ὑδάτων ἐξέβλυσας εἰς ἰατρείαν παθῶν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαίροις οἰκουμένης καύχημα· χαῖρε Κυρίου Ναέ· χαῖρε Ὄρος κατάσκιον· χαῖρε καταφύγιον· χαῖρε Λυχνία χρυσῆ· χαῖρε τὸ κλέος τῶν Ὀρθοδόξων σεμνή· χαῖρε Μαρία Μήτηρ Χριστοῦ τοῦ Θεοῦ· χαῖρε παράδεισε· χαῖρε θεία Τράπεζα· χαῖρε σκηνή· χαῖρε Στάμνε πάγχρυσε· χαῖρε ἡ πάντων ἐλπίς.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ἥλιος ἰδὼν σε ἔφριξεν, ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡπλωμένον θελήματι, καὶ ἡ γῆ ἐσείετο, καὶ πέτραι διερρήγνυντο, καὶ τὰ μνημεῖα φόβῳ ἠνοίγοντο, καὶ αἱ δυνάμεις πᾶσαι ἐξίσταντο, ἅπερ ὡς ἔβλεψεν, ἡ Παρθένος Δέσποινα, ἐν στεναγμοῖς· Οἴμοι! ἀνεκραύγαζε, τὶ τὸ ὁρώμενον;

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ὑπάτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Φωτί της Τριάδος καταυγασθείς, ἐκ βρέφους θεόφρον, Ἱεράρχα τῷ ζωηρῷ τῆς πίστεως γάλακτι ἐτράφης, ταῖς ἀρεταῖς καταυγαζόμενος.

Συνέσει καὶ χάριτι κοσμηθείς, νηστείαις καὶ πόνοις, ἐχαλίνωσας τῆς σαρκός, θεόφρον παμμάκαρ τὰς ὀρέξεις, καὶ τὴν ψυχὴν ἀρεταῖς κατεκόσμησας.

Ἀστράψας τῷ βίῳ τῷ φαεινῶ, ὡς ἥλιος πᾶσαν, Ἱεράρχα τὴν τοῦ Χριστοῦ, ἐφαίδρυνας Πάτερ Ἐκκλησίαν, ἐν ταῖς ἀκτῖσι τῶν θαυμάτων σου.
Θεοτοκίον
Ἰδοὺ αἱ προρρήσεις τῶν προφητῶν, ἐπὶ σοὶ τὸ πέρας, ἀπειλήφασιν ἀληθῶς· Λόγον γὰρ ἀσπόρως συλλαβοῦσα, Θεογεννῆτορ ἁγνὴ ἀπεκήυσας.

Κανών α', ᾨδὴ γ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Ξύλον ζωῆς πέφυκας, καταρδευόμενος πάνσοφε, ἐκ τῶν Γραφῶν, οὗ περ οὐ προστρέχει, τῷ καρπῷ ὁ τῆς Εὔας ἐχθρός.

Στόματα ἐνέφραξας, τὰ δυσσεβῆ συσχὼν ᾄσματα, προφητικῶς, ταῖς θεοπειθέσι, πρὸς Χριστὸν παρακλήσεσι.

Γύναια βακχεύοντα, σὺ τῇ πηγῇ σοφῶς ἔθραυσας, σωφρονισμόν, τοῖς παραδόξοις ποιούμενος.

Οἶκος θείου Πνεύματος, καὶ προσευχῆς εἰκὼν γέγονας, Ἱεραρχῶν, καύχημα καὶ κλέος, τῶν Μαρτύρων Ὑπάτιε.
Θεοτοκίον
Νόμοις οὐ δουλεύσασα, τοῖς μητρικοῖς Σεμνὴ τέτοκας, τὸν Λυτρωτήν, φύσεως οἱ νόμοι, ἐπὶ σοὶ καινίζονται.

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τῆς πίστεως δόγματα, κρατύνων Ὅσιε, Πατρὶ συναΐδιον, καὶ ὁμοούσιον, τὸν Λόγον ἐκήρυξας· ὅθεν ὀρθοδόξως, τὴν σὴν ποίμνην ποιμάνας, ᾔσχυνας τοῦ Ἀρείου, τήν κακόφρονα γνώμην· διὸ νῦν μεταβὰς πρὸς τὸν Χριστόν, πρέσβευε ὑπὲρ πάντων ἡμῶν.
Θεοτοκίον
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Κανών α', ᾨδὴ δ', Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, Πάτερ ἐπὶ σοὶ πλουσίως σκηνώσασα, φωτοφόρον στῦλον ἔδειξε, δᾳδουχοῦντα κόσμον θείοις δόγμασι.

Τῇ γαλήνῃ τῶν λόγων σου, τὸν εἰδωλικὸν χειμῶνα ἠμαύρωσας, καὶ τροπαίοις ταπεινώσεως, ἀσεβείας θράσος κατεμάρανας.

Ἀκηλίδωτον ἔσοπτρον, Πάτερ τῆς Τριάδος ὤφθης Ὑπάτιε· κατοπτεύειν γὰρ ἠγάπησας, καθαρῶς τὴν γνῶσιν τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον
Ὡς φρικτὸν καὶ παράδοξον, τῆς ἁγνῆς λοχείας σου τὸ Μυστήριον! ὑπὲρ φύσιν γὰρ Πανάμωμε, τὸν Δημιουργόν σου ἀπεκύησας.

Κανών α', ᾨδὴ ε', Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς σου κατεύθυνον δέομαι».

Ἐπὶ ὕδωρ τῆς θείας, Πάτερ, ἀναβάσεως ἔχων τὴν ἔφεσιν, καὶ τοῦ Παραδείσου, τοῦ ἀΰλου τὸ κάλλος γλιχόμενος, εὐανθέσι τόποις, συμβολικῶς ἐπαναπαύου, τὰς ἐκεῖθεν μονὰς τεκμαιρόμενος.

Ταῖς ἀΰλοις γυμνάζων, Πάτερ σεαυτὸν θεωρίαις καὶ πράξεσιν, ὑλικὰς φροντίδας, ὥσπερ βάρος ψυχῆς καταλέλοιπας, καὶ ἐν ταῖς ἐρήμοις, χοροβατῶν ὡς ἐν λιμῶνι, ἐπλουτίσθης τὴν χάριν τοῦ Πνεύματος.

Ἐπαυξήσας τὴν ποίμνην, Πάτερ ἐν τῇ πόᾳ τῶν θείων δογμάτων σου, ὥσπερ μάνδρας οἴκους, σεβασμίους παμμάκαρ καθίδρυσας, ἐν οἷς εἰσελαύνων, τὰ λογικὰ θρέμματα Πάτερ, ἐλυτρώσω θηρῶν ἐξ αἱρέσεων.
Θεοτοκίον
Μόνη τίκτεις Παρθένος, μόνη καὶ ἀπείρανδρος ὤφθης Πανάμωμε· ἐν γαστρὶ γὰρ Λόγον, τοῦ Πατρὸς δεξαμένη τὸν ἄναρχον, γαλουχεῖς Παρθένε, θαῦμα φρικτόν! καὶ παρθενεύεις, καὶ τοὺς ὅρους καινίζεις τῆς φύσεως.

Κανών α', ᾨδὴ ς', Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Φλογώδη ῥεῖθρα φωτός, Ἱερομάρτυς Ὑπάτιε, ἀνάψας ὁ ποταμός, νυκτὶ διαβαίνοντι, τὴν τρίβον ἐδείκνυεν, ὑποφαίνων πᾶσι, τῆς ψυχῆς σου τὴν λαμπρότητα.

Τερατουργῶν διὰ σοῦ, ὁ ζωοδότης Χριστὸς ὁ Θεός, ἰάσεων θησαυρόν, τὸ ὕδωρ ἀνέδειξεν, εὐχαῖς σου Ὑπάτιε, γλυκασμὸν θαυμάτων, τὸ πικρὸν ἀπεργασάμενος.

Θαυμάτων ὑπερφυῶν, ἐργάτης ὤφθης Ὑπάτιε, λαβὼν δὲ παρὰ Θεοῦ, χάριν τῶν ἰάσεων, πηγὴ ἐχρημάτισας, δαψιλεύων πᾶσι, σωτηρίας θείας νάματα.
Θεοτοκίον
Ταῖς σαῖς πρεσβείαις Ἁγνή, κινδύνων καὶ περιστάσεων, ἐξάρπασόν με δεινῶν, καὶ ῥῦσαί με δέομαι· σὺ γὰρ τεῖχος ἄρρηκτον, καὶ λιμὴν καὶ σκέπη καὶ ἀπόρθητον ὀχύρωμα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΛΑ' τοῦ μηνός, Ἡ Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.
Στίχοι
Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθῳ,
Τὸν Ὑπάτιον· φεῦ γυναικὶ ἀθλίᾳ!
Πρώτῃ Ὑπατίῳ βιότου πέρας ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου, Ἐπισκόπου Μελιτηνῆς τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ἀκακίῳ θνῄσκοντι τῷ γῆς Ἀγγέλῳ,
Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν Περσίδι μαρτυρησάντων, Αὐδᾶ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἰς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων.
Στίχοι
Αὐδᾶς, ἐνισχύοντος ὑψίστου Λόγου,
Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν.
Ἀθλητικῷ κλυστῆρι, τῷ πάλῳ λέγω,
Πᾶν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος.
Ἐν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι,
Σφᾶς Μάρτυρας γράφουσιν ἄνδρες ἐννέα.
Ζῴων ταμεῖα Μαρτύρων τὰ σαρκία,
Μῦς ἐτρέφοντο, καὶ γαλαῖ ἐν τῷ βόθρῳ.

Ὁ ἅγιος Μάρτυς Μένανδρος κατὰ πετρῶν γυμνὸς συρόμενος τελειοῦται.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Βλάσιος, ὁ ἐν τῇ πόλει Ἀμορίου γεννηθείς, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, συγγενεῖς ὄντες, ξίφει τελειοῦνται.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Στέφανος ὁ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.

Ὧν ταῖς πρεσβείαις Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

Ἀπορρήτων θαυμάτων, αὐτουργὸς Ἱεράρχα παρὰ Χριστοῦ γεγονώς, ἐφώτισας τὸν κόσμον, τῇ πράξει καὶ τῷ λόγῳ, ἐκδιδάξας βοᾶν εὐσεβῶς· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Ἀπογνώσεως βρόχους, ἐν βυθῷ ἀπιστίας ἀποπνιγόμενος, προσάπτων τοῖς πεσοῦσιν, εἰς πάθη ἀτιμίας, τὴν μετάνοιαν ἔσβεσεν· ἣν περ ἀστράψας πιστοῖς, κατέφλεξας Ναβάτον.
Θεοτοκίον
Τὴν Μητέρα τοῦ Λόγου, τὴν Ἁγνὴν Θεοτόκον καὶ προστασίαν ἡμῶν, δι' ἧς τὰς ἐπηρείας, ἐχθρῶν καταπατοῦμεν, ἀνυμνοῦμεν καὶ λέγομεν· Εὐλογημένη Θεόν, σαρκὶ ἀποτεκοῦσα.

Κανών α', ᾨδὴ η', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὰς ἀναιμάκτους εἰλικρινῶς τῇ Τριάδι, ἀναφέρων θυσίας Παμμάκαρ, γέγονας Κυρίῳ σφάγιον Μαρτυρίου.

Τὴν ἱεράν σου βάψας στολὴν τῷ οἰκείῳ, Θεοφόρε αἵματι προθύμως, στέφανον ἐδέξω διπλοῦν Ἱερομάρτυς.

Ὡς Μαθητὴς οἷά περ Χριστοῦ ἐκμιμήσει, συμπαθείας θνῄσκων ὑπερηύχου, σοῦ τοὺς ἀνδροφόνους τεύξασθαι σωτηρίας.
Θεοτοκίον
Λόγον συνείληφας ἐν γαστρὶ ὑπὲρ λόγον, καὶ τεκοῦσα πάλιν παρθενεύεις πάντα ὑπὲρ φύσιν τὰ σὰ Θεογεννῆτορ.

Κανών α', ᾨδὴ θ', τοῦ Ἱερομάρτυρος
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι μεγαλύνουσιν».

Μωσέα εἰκονίζων ταῖς ἀρεταῖς, ὑπερήλασας τοῦτον τῷ θαύματι, ῥάβδῳ τῇ σῇ· πλήξας γὰρ τὸν δράκοντα εὐθαρσῶς, ὡς ἐν ἀγκίστρῳ εἵλκυσας, Πάτερ ἐκ ταμείων Βασιλικῶν, πυρὶ καταναλώσας, ὡς ὄργανον κακίας Ὀρθοδοξίᾳ κραταιούμενος.

Χωννύμενος τοῖς λίθοις διὰ Χριστόν, ὑπὸ τῶν μιαιφόνων Ὑπάτιε, ῥείθροις τῶν σῶν, ἔπνιξας αἱμάτων τοῦ ἀσεβοῦς, Ναβάτου τὰ ἀντίθεα, δόγματα κηρύξας Πάτερ σοφέ, τοῖς πταίουσι συγγνώμην, διὰ τῆς μετανοίας τῶν ὀφλημάτων προσπορίζεσθαι.

Μὴ παύσῃ ἱκετεύων ὑπὲρ ἡμῶν, Ἱεράρχα καὶ Μάρτυς Ὑπάτιε, τῷ Ποιητῇ, πάντων καὶ Δεσπότῃ παρεστηκώς, ἐκ πειρασμῶν καὶ θλίψεων, ῥύσασθαι τοὺς πόθῳ εἰλικρινεῖ, τελοῦντας τὴν σὴν μνήμην, καὶ θείαις μελῳδίαις, ἀνευφημοῦντάς σε πανεύφημε.
Θεοτοκίον
Ὀφρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξουντων Δημιουργέ, τῶν δὲ πιστῶν τὸ σύστημα στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σε πάντες μεγαλύνωμεν.