Τῌ Β' ΤΟΥ ΜΑΪΟΥ
Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου του ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον, καὶ τὴν ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίσας τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, ἱερουργὲ ἱερώτατε.
Ἦχος δ'
Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Ἦχος δ'
Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Δοξαστικὸν, Ἦχος πλ. β', Τοῦ Ἁγίου
Γερμανοῦ ΤΟ ΑΚΟΥΤΕ
Χριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον, ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε, καὶ τῆς Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει, ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.
Καὶ νῦν...Τῆς Ἑορτῆς

Εἰς τὴν Λιτήν
Δόξα...Ἦχος γ'
Γερμανοῦ Πατριάρχου

Ἡ μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν οἰκουμένην φαιδρῶς. Πάντες πιστοί, πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους, ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν...Τῆς Ἑορτῆς

Ἀπόστιχα τοῦ Ἁγίου.
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
Χαίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ' ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι' ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.
Στίχ.Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν
Χαίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς ὁ περίβλεπτος, ἡ γλῶσσα ἡ ὀξυτάτη, ὁ διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια, ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος, πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων, καταφλέγων τε, τῷ πυρὶ τῷ τοῦ Πνεύματος, στῦλος ὁ ἀπερίτρεπτος, ὁ πύργος ὁ ἄσειστος, ὁ τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον δύναμιν, τρανῶς, ἣν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
Χαίροις ἀτελευτήτου ζωῆς, ἐπωνυμίᾳ ἀληθῶς κλεϊζόμενος· τρυγών τε ὡραιοτάτη, σὺν νεοττοῖς ἱεροῖς, καὶ τῷ ὁμοζύγῳ ἐκπετάσασα, ἐκ γῆς πρὸς οὐράνια, ἔνθα νέφος εὐφραίνεται, σεπτῶν Μαρτύρων, ἔνθα φῶς τὸ ἀνέσπερον, ὅπου ἄπαυστος, εὐφροσύνη γνωρίζεται, τάγματα ἐπουράνια, Ἁγίων λαμπρότητες, ὅπου ὁ ἦχος ὁ θεῖος, ἑορταζόντων ἀκούεται, Χριστὸς ἔνθα πέλει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δοξαστικὸν, Ἦχος γ'
Γερμανοῦ
Πάλιν ἡμῖν ὁ χρυσορρόας Νεῖλος, καὶ τῆς ἀθανασίας ἐπώνυμος, διὰ τῆς ἐτησίου μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι, πλημμυρεῖ τὰ χρυσόρρειθρα τῆς ἀθανασίας χεύματα, καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τῆς ὑψηλῆς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει προσκυνεῖν, καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν πιστῶν κατάρδει τὰς διανοίας, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν...Τῆς Ἑορτῆς

Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος γ'
Ἰδιόμελον
Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κάθισμα τοῦ Ἁγίου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείοις δόγμασιν ὀρθοδοξίας, Πάτερ ὥπλισας τὴν Ἐκκλησίαν, ταῖς διδαχαῖς σου τὰς αἱρέσεις ἐξέτεμες, τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας, καὶ ὡς ὁ Παῦλος τήν πίστιν τετήρηκας· λοιπὸν ἀπόκειται, καὶ σοὶ παναοίδιμε, ὁ δίκαιος τῶν πόνων σου στέφανος.
Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς

Κάθισμα τοῦ Ἁγίου
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ ἄστρον ἄδυτον, καὶ μετὰ πότμον, σῶν δογμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἱερομύστα σοφὲ Ἀθανάσιε.
Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς

Καταβασίαι τοῦ Πάσχα
Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ α'

Ἦχος γ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν, ἐν θεοπνεύστοις λόγοις, πάντες, Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὃν περ καὶ μετὰ θάνατον, ἐδόξασε Χριστὸς ὁ Θεός, ὡς οἰκεῖον θεράποντα.

Εἰς θεωρίας βάθος, ἐκταθεὶς τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας.

Τοὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.
Θεοτοκίον
Ὑμνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ' ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ γ'
Ἦχος γ'
Ἐστερεώθη ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Ταῖς ἀστραπαῖς τῶν λογων σου Ἱεράρχα, τὴν τυφλὴν ἠμαύρωσας τοῦ Ἀρείου διδασκαλίαν, γενόμενος ὀφθαλμὸς τῶν πιστῶν.

Ἐξυφανθέντα πόνοις σου καὶ ἱδρῶσιν, ἐνεδύσω Ὅσιε τὸν ποδήρη, τῆς ἀληθείας ἐν χάριτι, ἱερουργήσας Χριστῷ.

Ὡς ταξιάρχης παραστάσεως θεολέκτου, συνασπισμὸν διέκοψας θεομάχων, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ὁπλισάμενος.
Θεοτοκίον
Ἡ τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, καὶ ἀνθρώπους τῆς φθορᾶς ἀπαλλάξαντα, Θεοτόκε ἱκέτευε σωθῆναι ἡμᾶς.

Κάθισμα τοῦ Ἁγίου.
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν Θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.
Δόξα... Καὶ νῦν...Τῆς Ἑορτῆς

Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ δ'
Ἦχος γ'
Εἰσακήκοα τὴν ἀκοήν σου ΤΟ ΑΚΟΥΤΕ
Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, Ὅσιε Πάτερ, τὴν πηγὴν ἐν τῇ καρδίᾳ σου, τῆς ζωῆς κεκτημένος.

Ἀνεπλήρωσας ἐν τῇ σαρκί σου, Ὅσιε Πάτερ, τοῦ Κυρίου τὰ παθήματα, ὑπὲρ τῆς Ἐκκλησίας αὐτοῦ.

Διωκόμενος ὑπὸ ἀθέων, Ὅσιε Πάτερ, ἀπεδίωξας τῆς ποίμνης σου, ἀρειόφρονα πλάνην.
Θεοτοκίον
Μήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε, ἀπὸ πάσης ἀνάγκης.

Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ ε'
Ἦχος γ'
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν ΤΟ ΑΚΟΥΤΕ
Δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες τὴν γῆν, Ἀθανασίου τοῖς λόγοις παιδευόμενοι· στόμα γὰρ τοῦ Λόγου τοῦ πρὸ αἰώνων, ἀνεδείχθη διὰ πίστεως.

Πύργος φανεὶς Μακάριε ἀκατάβλητος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάσας τοῦ Ἀρείου, μηχανουργίας διεσάθρωσας.

Ταῖς ἱκεσίαις Κυρίου τοῦ Ἱεράρχου σου, τοὺς οἰκτιρμούς σου ἡμῖν ἀντικατάπεμψον, καὶ τῆς βασιλείας σου, ἀξίους ποίησον ὡς εὔσπλαγχνος.
Θεοτοκίον
Τὴν ἐκ Δαυῒδ βλαστήσασαν ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσαν ἐν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν Παρθένον μετὰ τόκον ἁγνὴν.

Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ ς'
Ἦχος γ'
Ἐβόησα ἐν στεναγμοῖς ἀσιγήτοις ΤΟ ΑΚΟΥΤΕ
Παράδεισον ἀληθῶς ἀπειργάσω, μάκαρ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, κατασπείρας ἐν αὐτῇ τὸν λόγον τὸν εὐσεβῆ, καὶ τῶν αἱρέσεων, ἐκτεμὼν τὰς ἀκάνθας.

Τῆς χάριτος ποταμὸς θεοφόρε, Νεῖλος ἐδείχθης νοητός, καρποδότης εὐσεβῶν διδαγμάτων τοῖς πιστοῖς, ποτίζων ἅπαντας, καὶ τὰ πέρατα τρέφων.
Θεοτοκίον
Τὴν ἄχραντον ἀνυμνοῦμεν Μητέρα, τὴν μετὰ τόκον Παρθένον, τὴν χωρήσασαν γαστρὶ τὸν ἀχώρητον παντί, τὸν συναΐδιον τῷ Πατρί, καὶ τῷ Πνεύματι Λόγον

Κοντάκιον τοῦ Ἁγίου
Ἦχος β'
Τοῖς τῶν αἱμάτων σου ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν μνήμην σου.
Ὁ Οἶκος
Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς τῆς ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.
Στίχοι
Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ ζ'
Ἦχος γ'
Τρεῖς παῖδες ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ὡς σίμβλον τὴν καρδίαν, τῶν καλῶν ἐργασάμενος, ἀναβλύζεις γλυκασμὸν ὀρθοδοξίας ἡμῖν, ὃν τρυγῶντες βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀθέων δυναστείαν, οὐ κατέπτηξας Ὅσιε, εὐσεβοῦς δὲ παρρησίας ἐμπιπλάμενος, πνεύματι ἀνεβόας· Εὐλογητὸς εἶ ὁ Θεος, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Πνεύματος ὑπάρχων, ἀδιαίρετος Ὅσιε, διετήρησας ἀμέριστον τὸ κήρυγμα, τῆς Τριάδος κραυγάζων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐτέχθης ἐκ Παρθένου, ὡς εὐδόκησας Κύριε, καὶ ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· διὰ τοῦτο βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ η'
Ἦχος γ'
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς ΤΟ ΑΚΟΥΤΕ
Καὶ τοῖς πράγμασι σαφῶς, ἀνεδείχθης Ἀθανάσιος, τῇ οἰκουμένη τῆς ἀθανασίας δόγματα φθεγξάμενος· διὸ Χριστὸν σὺν Ἀγγέλοις καὶ ἡμεῖς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Τριάδα εὐσεβῶς, δογματίσας ὁμοούσιον, σὺν τῷ Ἀρείῳ καὶ τὴν Σαβελλίου ἤλεγξας κακόνοιαν· διὸ φυγόντες τὴν αὐτῶν ἐναντίαν συμπλοκήν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν ἐνοικήσαντα πιστοί, ἐν κοιλίᾳ τῆς Παρθένου Μητρός, καὶ γεννηθέντα ἐξ αὐτῆς ἀφράστως, καὶ πάλιν μετὰ γέννησιν, Παρθένον φυλάξαντα, ὡς Θεὸν ἀληθινόν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁ Κανὼν τοῦ Ἁγίου, ᾨδὴ θ'
Ἦχος γ'
Σέ τήν ακατάφλεκτον βάτον ΤΟ ΑΚΟΥΤΕ
Ἔσοπτρον Θεοῦ τὴν ψυχήν σου, ἀκηλίδωτον δείξας, πρακτικῶς καὶ λογικῶς, τῇ οἰκουμένῃ ἀστράπτεις, τὰς θείας ἐμφάσεις Παμμακάριστε.

Σάλπιγξ γνωστικῆς εὐφωνίας, ἀνεδείχθης θεόφρον, τὰ φρονήματα ἡμῶν ἀνδρείας λόγοις, κατὰ τῶν θεομάχων ἀνδρῶν διεγείρουσα.

Σὲ τὸν ἀληθῶς δεδειγμένον, τῆς σοφίας κρατῆρα, καὶ ποτίζοντα ἡμᾶς, τῆς εὐσεβείας τὸ νηφάλιον πόμα, ἐν ὕμνοις μεγαλύνομεν.
Θεοτοκίον
Σὲ τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀχώρητον Λόγον, καὶ τεκοῦσαν ἐν σαρκὶ ἀνερμηνεύτως, Θεοτόκε ἁγνή, οἱ πιστοὶ μεγαλύνομεν.

Ἐξαποστειλάριον τοῦ Ἁγίου
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἀρχιερέων τὸ κλέος, καὶ τῆς Αἰγύπτου τὸ θρέμμα, ἀθανασίας τὸ κῦδος, ὑμνήσωμεν ἐν αἰνέσει, ὡς καθαιρέτην Ἀρείου, καὶ τῶν πιστῶν ὡς προστάτην.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται, ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, Ἀθανάσιε Ὅσιε, σοῖς δὲ δόγμασι, καλλωπίζεται μάκαρ καθ' ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.
Ἦχος δ'
Τῇ τῶν λόγων λαμπρότητι, τῶν ἐνθέων σου Ὅσιε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ χρεωστικῶς, τὴν πανέορτον μνήμην σου, Ἀθανάσιε, ἱερέων τὸ κλέος εὐσεβείας, λαμπρὸς καὶ μέγας κήρυξ, ὁ τῆς Τριάδος ὑπέρμαχος.
Ἦχος δ'
Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Πάνσοφε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου, καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δοξαστικόν
Ἦχος γ'
Ίδιόμελον
Τὸ μέγα κλέος τῶν ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· οὗτος γὰρ τῶν αἱρέσεων συγκόψας τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ' ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα, καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἕν, διὰ τὴν τῆς οὐσίας ταυτότητα, καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία