Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.

Στιχηρὰ τῆς Μάρτυρος
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Βάπτισμα τὸ πάνσεπτον, καὶ ἱερὸν καὶ σωτήριον, Πελαγία ποθήσασα, σπουδῇ ἐπεζήτησας, καὶ εὑροῦσα Μάρτυς, τὸν μυσταγωγοῦντα, μέτ' εὐφροσύνης καὶ χαρᾶς, τῷ ποθουμένῳ θᾶττον προσέδραμες, καὶ ξένων κατηξίωσαι, θεωριῶν ἀξιάγαστε· ὡς νεᾶνις ὀπίσω δέ, τοῦ νυμφίου σου ἔδραμες.
Ἦχος δ'
Κόσμον τὸν ἐπίγειον, καταλιποῦσα ὡς πρόσκαιρον, καί φθαρτόν καὶ εὐμάραντον, τὴν θείαν εὐπρέπειαν, ὡς ἀεὶ ἑστῶσαν, καὶ ὡς κεκτημένην, διηνεκῆ τὴν χαρμονήν, καὶ θυμηδίαν καὶ καθαρότητα, συντόνως κατεδίωξας, καὶ παρθενίᾳ προσείληφας, τῶν Μαρτύρων τὴν εὔκλειαν, δι' ἀμφοῖν ἀναλάμψασα.
Ἦχος δ'
Ἄπειρον καὶ ἄφραστον, τῶν σῶν θαυμάτων τὸ πέλαγος, Πελαγία πανεύφημε· Χριστὸν γὰρ ποθήσασα, καθαρᾷ καρδίᾳ, καὶ τελειοτάτῃ, τῶν αἰκισμῶν καὶ τοῦ πυρός, καὶ τῶν βασάνων καταπεφρόνηκας· διὸ σε καρτερόψυχε, θαλαμηπόλον οὐράνιον, ὁ νυμφίος εἰργάσατο, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τῆς Μάρτυρος
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τῆς Μάρτυρος
Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Πελάγει, τῶν σῶν θαυμάτων πλέοντι, αὔραν τοῦ Πνεύματος, νῦν μοι παράσχου Μάρτυς τοῦ Χριστοῦ, Πελαγία πανεύφημε, καὶ πρὸς λιμένα εὔδιον, τῶν σῶν ἐπαίνων καθοδήγησον.

Ἐκ βρέφους, προγνωστικῶς τῷ Κτίστῃ σου, ἀνατεθεῖσα σεμνή, τὴν τῶν φθαρτῶν ἀπέρριψας στοργήν, Πελαγία πανένδοξε, ἀρρενωπῶς τὰ πάθη δέ, θείᾳ δυνάμει κατεπάτησας.

Λουτρὸν μέν, ἐπιθυμοῦσα δέξασθαι, τὸ τοῦ Βαπτίσματος, ἱερουργὸν εὑροῦσα δὲ Χριστοῦ, Πελαγία προσέδραμες, καὶ μετασχοῦσα γέγονας, φωτὸς ἐνθέου Μάρτυς ἔμπλεως.
Θεοτοκίον
Ἁγίων, ἁγιωτέρα πέφηνας, Παρθένε ἄχραντε, τὸν τῶν Ἁγίων Ἅγιον Χριστόν, ἐν ἀγκάλαις βαστάσασα τὸν θεϊκαῖς δυνάμεσι, πᾶσαν τὴν κτίσιν περιέχοντα.

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Πελαγία τὸν αἶνον εἰκότως πλέκω.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Γῆ ὥσπερ τις ἀγαθή, προσηκαμένη λογικὰ σπέρματα, Μάρτυς Χριστοῦ πάνσοφε, ταῦτα δαψιλῶς ἐγεώργησας.

Ἰθύνθης ὡς ἐκλεκτή, πρὸς τὸν Δεσπότην καὶ Θεὸν σπεύδουσα, Μάρτυς Χριστοῦ ἔνδοξε, θείοις ῥωννυμένη διδάγμασι.
Θεοτοκίον
Ἀνέστησας ὦ σεμνή, τὴν πεπτωκυῖάν μου μορφὴν τέξασα, τὸν προφανῶς αἴτιον, τῆς ὑπερφυοῦς ἀναστάσεως.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα».

Κάθισμα τῆς Μάρτυρος
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τῷ πόθῳ τοῦ Χριστοῦ, τὴν ψυχὴν πυρουμένη, ὑπῆλθες ἀνδρικῶς, τῷ σφοδρῶς ἐκκαέντι, θεόφρον χαλκουργήματι, Πελαγία καὶ γέγονας, τῷ Δεσπότῃ σου, εὐωδεστάτη θυσία· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, φαιδρῶς ἑορτάζομεν.

Κανών α', ᾨδὴ δ', τῆς Μάρτυρος
Ἦχος δ'
Ἐπαρθέντα σὲ ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Τὴν τοῦ Δεσπότου πορφύραν ἐνδεδυμένη, διὰ λουτροῦ πανένδοξε παλιγγενεσίας, πᾶσαν τὴν τοῦ βίου τερπνήν, πορφύραν ἐκδέδυσαι, Μάρτυς Πελαγία πανέντιμε.

Ὁ πόθος τῶν οὐρανίων ὡραιοτήτων, τοὺς ἐπὶ γῆς ἠμαύρωσε, πόθους, Ἀθληφόρε, ἐπτερώθης Χριστῷ, βοῶσα καὶ λέγουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Νενοθευμένην θρησκείαν καταλιποῦσα, τῇ τοῦ Χριστοῦ προσέδραμες, σοφῶς Πελαγία, Μάρτυς παναοίδιμε, εἰδώλων πατήσασα, πᾶσαν τὴν ἀπάτην θεόληπτε.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Κανών α', ᾨδὴ ε', τῆς Μάρτυρος
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Ἰσχύσας τοῦ ἐχθροῦ, καταλῦσαι τὸ φρύαγμα, πανεύφημε Πελαγία, τῷ Σταυρῷ τοῦ Δεσπότου, σωθεῖσα καὶ τῇ χάριτι.

Νῦν χαίρεις ἀληθῶς, συναφθεῖσα νυμφίῳ σου, ὑπέρλαμπρε μαρτυρίου, καὶ τῆς σῆς παρθενίας, τὰς λαμπάδας κατέχουσα.
Θεοτοκίον
Ὁ Κύριος ἐν σοί, Θεομῆτορ ἐσκήνωσε, τὸν ἄνθρωπον ἀναπλάττων, τὸν φθορᾷ πεπτωκότα, ἀπάτῃ τῇ τοῦ ὄφεως.

Κανών α', ᾨδὴ ς', τῆς Μάρτυρος
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Νομίμως, τῷ Χριστῷ νυμφευθεῖσα διήνυσας, τοῦ μαρτυρίου τὸν δρόμον, ἐπικαλουμένη τὸν σὸν νυμφίον, καὶ λιμένι, γαληνοτάτῳ τούτου προσώρμισας.

Ἐπλάκη, σῇ κορυφῇ ὡραιότατος στέφανος, δικαιοσύνης θεόφρον, Πελαγία, Μάρτυς στεφανηφόρε· τὴν γὰρ πίστιν, μέχρι τέλους ἐτήρησας ἄτρωτον.
Θεοτοκίον
Ἰὸν μέν, πρὶν ἀκοαῖς τῆς Εὔας ἐξέχεεν, ὁ σκολιώτατος ὄφις, σὺ δὲ μόνη τοῦτον ἐξετινάξω, Θεομῆτορ, τὸν ἀναιρέτην τούτου κυήσασα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας.
Στίχοι
Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον,
Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει.
Ἀμφὶ τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ.
Στίχοι
Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει,
'Ὃς θαυματουργεῖ ἐν τάφῳ τεθειμένος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Μάρτυρος
Ἦχος δ'
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ
Καμίνου δίκην, τὸ κεκαυμένον Μάρτυς ὄργανον, θείῳ πυρσουμένη ἔρωτι τοῦ Χριστοῦ, ὑπομένουσα ἐκραύγαζες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ὁ περιβάλλων, τὸν οὐρανὸν ἐν νεφέλαις ἔνδοξε, Μάρτυς γυμνωθεῖσαν θείᾳ περιβολῇ, κατεφαίδρυνέ σε ψάλλουσαν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ η', τῆς Μάρτυρος
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Ὡς Μάρτυς, ὡς λίαν ἀψευδής, Χριστοῦ Πανεύφημε, τὴν τούτου δύναμιν, ἐθεολόγησας ἅπαντας, θεοφρόνως ἐκδιδάσκουσα, καὶ πρὸς εὐσέβειαν λαοὺς εἵλκυσας ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σαφῶς μνηστευθεῖσα τῷ Χριστῷ τὴν τοῦ τυράννου ὁρμήν, πᾶσαν κατέσβεσας, σοφίας πέλαγος βρύουσα, Πελαγία πανσεβάσμιε, καὶ διαδήμασι τρισὶ Μάρτυς κεκόσμησαι· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.
Θεοτοκίον
Πατρὸς ἐξ ἀνάρχου τὸν Υἱόν, καὶ Πνεῦμα Ἅγιον, ὁμολογοῦμεν πιστοί, ἐκ σοῦ Πανάμωμε λέγοντες σεσαρκῶσθαι τὸν συνάναρχον, μονογενῆ Λόγον Πατρὶ καὶ θείῳ Πνεύματι, καὶ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τῆς Μάρτυρος
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Λόγος ἐξειπεῖν οὐκ ἰσχύει, τοὺς σοὺς ἐπαίνους Πελαγία· πέλαγος θαυμάτων γὰρ βρύεις, τοῦ σοῦ νυμφίου ῥώμῃ καὶ χάριτι, ὄνπερ καὶ νῦν δυσώπησον, πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.

Ἔστης τῆς ἐφέσεως νύμφη, στεφανηφόρε Πελαγία, τῷ τῶν ὀρεκτῶν ἀκροτάτῳ, ἀξιωθεῖσα Μάρτυς παρίστασθαι, καὶ τὴν τρυφὴν ἀπείληφας, τῆς αἰωνίου ἀπολαύσεως.

Κόσμῳ τὴν εἰρήνην βραβεύειν, τὸν σὸν νυμφίον ἐκδυσώπει, Μάρτυς Πελαγία θεόφρον, τὴν Ἐκκλησίαν διαφυλάττουσα, ἐκ πειρασμῶν καὶ χάριτι, τοὺς σὲ ὑμνοῦντας καταυγάζουσα.
Θεοτοκίον
Ὡράθης Παρθένος καὶ Μήτηρ, ὑπερφυῶς Θεογεννῆτορ, Λόγον συλλαβοῦσα τοῦ Θεοῦ, καὶ σαρκωθέντα τοῦτον γεννήσασα, δι' οὗπερ νῦν σῳζόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».