Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Ἰώβ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.
Στιχηρὰ τοῦ Ἰώβ
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἔδωκας ὑπόδειγμα, ὑπομονῆς ὑπεράγαθε, καὶ ἀνδρείας τὸν δίκαιον, Ἰὼβ τὸν πολύαθλον, ἀρεταῖς καὶ λόγοις, καὶ τοῖς θείοις ἔργοις, καὶ σωφρονίζεις ἀληθῶς, τοὺς μετεώρους τοῖς ἀτυχήμασι· διό σου τὴν ἀνείκαστον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Δίκαιος καὶ ἄκακος, ἀληθινός τε καὶ ἄμεμπτος, καὶ παντὸς ἀπεχόμενος, Ἰὼβ κακοῦ πράγματος, ἐγνωρίσθης μάκαρ, κατηγλαϊσμένος, ταῖς ἀρεταῖς ὡς ἀληθῶς, καὶ εὐσεβείᾳ καταλαμπόμενος· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, καὶ σεπτὴν ἑορτάζομεν, γεγηθότες πανήγυριν.
Ἦχος δ'
Πλοῦτον τὴν εὐσέβειαν, καὶ ὡς πορφύραν πολύτιμον, στολιζόμενος ἄμεμπτε, Ἰὼβ τὴν συμπάθειαν, τὴν δικαιοσύνην, ὥσπερ θεῖον στέφος, περιβαλλόμενος παθῶν, τῶν τυραννούντων σὺ ἐβασίλευσας· διὸ πρὸς τὰ βασίλεια, τὰ νοητὰ ἀναβέβηκας, Βασιλεῖ τε ἀοίδιμε, αἰωνίῳ παρίστασαι.

Δοξαστικὸν
Ἦχος πλ. β'
Ἐν ἀκριβείᾳ τὸν βίον τηρήσας, τῶν ἐν νόμῳ οὐ διήμαρτες· τὴν γὰρ ἐκ Θεοῦ ἐπαινετὴν εὐφημίαν σύμμαχον ἔχων, ὡς στρατιώτης καρτερώτατος, πρὸς τὸ γυμνάσιον τῆς ἀρετῆς ἐξεδύσω, καὶ ἀφορήτοις μώλωψι τῶν ἰχώρων καταπαλαίσας, τὸν ἄμετρα καυχώμενον κατέβαλες, ἐντεῦθεν τὸ νίκης βραβεῖον, παρὰ Χριστοῦ ἀναδησάμενον, αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ἰώβ
Ἦχος β'
Τοῦ δικαίου σου Ἰὼβ τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.
ἕτερον Ἀπολυτίκιον τοῦ Ἰώβ
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Κατεπλάγη ἀληθῶς, ἅπας ἀγγέλων ὁ χορός, καὶ ἀνθρώπων ὁ ἐσμός, ἔφριξε δίκαιε ἰδών, τὴν ὑπεράνθρωπον ὄντως ὑπομονήν σου. Ὅθεν καὶ ἡμῖν τύπος δέδοσαι, τοῖς θλίψεσι τοῦ βίου ἑκάστοτε, χειμαζομένοις κρίμασι Κυρίου, καὶ πειρασμοῖς περιπίπτουσιν· Αὐτὸς γὰρ εἶπεν, ὁ ὑπομείνας, μέχρι τέλους σωθήσεται.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἰώβ, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.
Τὸν μυρίαθλον ἄξιον μέλπειν Ἰώβ.
Ποίημα τοῦ Ἁγίου Κοσμᾶ, οἱ δὲ Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'

Ἦχος δ'
Χοροὶ Ἰσραὴλ ἀνίκμοις ΤΟ ΑΚΟΥΤΕ
Τὸν καρτερικὸν ἀδάμαντα, τῆς ὑπομονῆς, τῷ στεφάνῳ κατακοσμούμενον, ἡ Χριστοῦ Ἐκκλησία, νοεροῖς ὁρῶσα ὀφθαλμοῖς πανηγυρίζει, ἐν ἀγαλλιάσει μέλπουσα· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Οὐ γλῶσσα σοφῶν δυνήσεται, οὐδὲ νοῦς βροτῶν ἐφικέσθαι τῶν ἐγκωμίων σου· ἡ γὰρ ἄκτιστος γλῶσσα, σὲ θεοσεβῆ ἀληθινὸν ἄμεμπτον ἔφη· ὅθεν σοι συμφώνως βοῶμεν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Νομίσας πλούτῳ φραττόμενον, ὡς οὐκ εὐχερὲς αὐτῷ ἀνατρέπειν τὸν Δίκαιον, ἐξαιτεῖ ὁ ἀλάστωρ, καὶ γυμνῷ βιαίως προσπαλαίσας κατερράγη· δι' ὑπομονῆς γὰρ ἐβόα· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Θεοτοκίον
Χοροὶ Προφητῶν ὑμνοῦσιν Ἁγνή, καὶ τῶν Ἀσωμάτων σε τάξεις γεραίρουσι· τὸν γὰρ Κτίστην τῶν ὅλων, ἐκ νηδύος σου ἀφράστως προελθόντα καθορῶντες, τούτῳ ἀσιγήτως βοῶσιν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Κανών α', ᾨδὴ γ', τοῦ Ἰώβ
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Μένεις ἀκλινὴς τὸ φρόνημα, τῶν φιλτάτων τέκνων, καὶ τοῦ πλούτου στερούμενος, ἀναμέλπων· Εὐλογημένον, τοῦ Κυρίου μου τὸ ὄνομα.

Ὕλην ἀρετῆς πεποίησαι, πλοῦτον καὶ πενίαν· δι' ἀμφοῖν γὰρ πυρούμενος, ὡς χρυσίον ἑπταπλασίως, ἀνεδείχθης δοκιμώτατος.

Ῥήσει γυναικὸς προσέβαλεν, ὡς τὸ ἀρχεγόνῳ, ὁ ἀρχέγονος ὄφις σοι· ἀλλ' ἐψεύσθη τῆς πανουργίας, ὁ εἰς ἄμετρα καυχώμενος.
Θεοτοκίον
Χαῖρε Μῆτερ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Κάθισμα τοῦ Ἰώβ
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἰὼβ τὸν ἄμεμπτον, καὶ καθαρώτατον, στῦλον τὸν ἄτρεπτον, καὶ καρτερώτατον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, γενόμενον ἐν Πνεύματι, πάντες μακαρίσωμεν, καὶ πιστῶς εὐφημήσωμεν, μέγιστον θεράποντα, τοῦ Χριστοῦ χρηματίσαντα, καὶ τοῦτον ἐκτενῶς δυσωποῦντα, σῶσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Κανών α', ᾨδὴ δ', τοῦ Ἰώβ
Ἦχος δ'
Εἰσακήκοα τὴν ἔνδοξον ΤΟ ΑΚΟΥΤΕ
Ἱκανώτατον ὑπόδειγμα, καὶ στήλη ἔμπνους, καὶ εἰκὼν ἀρετῆς, Ἰὼβ ὁ ἄμεμπτος ἀνεδείχθη· οὗ ζηλωτὰς ἡμᾶς βοῶντας ποίησον· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἀθλοθετεῖ σοι γυμνάσιον, ὁ πληρωτὴς τῶν ἀγαθῶν ἀθλητά, ἐξ ὑπογαίου ἀνακαλύπτων, τῶν ἀρετῶν σου πᾶσι τὴν λαμπρότητα, ἄμεμπτε Ἰὼβ παμμακάριστε.

Θεραπεύει σοι τὸ εὔτονον, καὶ καρτερικὸν τῆς ἀκάκου ψυχῆς, ἐν τῇ σαπρίᾳ ὁ ἀθλοθέτης, τῆς ἐν Ἐδὲμ ὑπάρχον παραβάσεως, ἴαμα Ἰὼβ παμμακάριστε.

Λογισμῷ κρίνων τὸ ὅσιον, ἀνεμελῴδει ὁ Ἰώβ· ἀγαθὰ οἱ δεδεγμένοι παρὰ Κυρίου, τὰ ἀλγεινὰ γενναίως οὐχ ὑποίσομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ἀπειρόγαμε Θεόνυμφε, ἡ τὸν Σωτῆρα τεξαμένη σαρκί, σὲ ἀνυμνοῦμεν δεδοξασμένη, καὶ ἀσιγήτως ὕμνον σοι κραυγάζομεν· Χαῖρε προστασία τῶν δούλων σου.

Κανών α', ᾨδὴ ε', τοῦ Ἰώβ
Ἦχος δ'
Ὁ ἀνατείλας τὸ φῶς ΤΟ ΑΚΟΥΤΕ
Οἱ παρακλήτορες πρίν, τῶν δεινῶν προστιθέντες, τοῖς τραυμασί σου ἄλγος, πλείονάς σοι ἔπλεξαν, τοὺς στεφάνους, Ἰὼβ ἔνδοξε.

Νεανικῶς ἐν δεινοῖς, ἀκατάπτωτος ὤφθης, καὶ ἐν περιφανείαις, πρὸς τὴν ἄτακτον ὕβριν, οὐκ ἐπήρθης, Ἰὼβ ἄμεμπτε.

Ἀκαταγώνιστον σύ, τῆς ψυχῆς τὸ φρούριον δειμάμενος, γενναίως ἔφερες Ἔνδοξε, τοῦ ἐχθροῦ τὸν δεινὸν κλύδωνα.
Θεοτοκίον
Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ κτίσις, προσφέρει σοι Παρθένε· Χαῖρε Μῆτερ ἄχραντε, Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.

Κανών α', ᾨδὴ ς', τοῦ Ἰώβ
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ξενίζεται, ἀκοὴ ἐντρυφῶσα τοῖς λόγοις σου, ὅτι στόμα, μυστηρίου ἐδείχθης ἀνάπλεων, τοῦ ποιήσαντός σε καὶ διδάξαντος θείῳ ἐν Πνεύματι.

Ἰώμενος, λυπουμένης καρδίας τὸ ἄλγημα, ἐκ βλεφάρων, συμπαθείας προέχεας δάκρυα, προϊστάμενος, ὀρφανῶν καὶ χηρῶν, Ἰὼβ ἔνδοξε.

Ὁ βίος σου, εὐσεβὴς καὶ φιλόθεος πέφηνε· διὰ τοῦτο, καὶ ὁ θάνατος ὤφθη ἀνάπαυσις, καὶ πρὸς ἄληκτον, εὐφροσύνην Ἰὼβ μετέβηκας.
Θεοτοκίον
Δεόμεθα, ὑπὲρ τῶν οἰκετῶν σου ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα ἱκέτευε, ὅτι σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

Κοντάκιον τοῦ Ἰώβ
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ ή Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀληθὴς καὶ δίκαιος, θεοσεβὴς καὶ ἄμεμπτος, ἡγιασμένος τε ὤφθης πανένδοξε, Θεοῦ θεράπον γνήσιε, καὶ ἐδίδαξας κόσμον, ἐν τῇ σῇ καρτερίᾳ Ἰὼβ πολύαθλε· ὅθεν πάντες τιμῶντες, ὑμνοῦμέν σου τὸ μνημόσυνον.
Ὁ Οἶκος
Ὁ τῶν ὅλων Θεός τε καὶ Κύριος, σὺν Υἱῷ βασιλεύων καὶ Πνεύματι, ἐν μιᾷ τῇ Θεότητι ἔλαμψε, καὶ πιστοὺς εὐσεβεῖς ἀπειργάσατο, ὁ αὐτὸς καὶ τὸν Ἰὼβ ἐμαρτύρησεν, ἡ γλῶσσα ἡ ἄκακος, ἄκακον, θεοσεβῆ τε καὶ δίκαιον, πάντων τῶν κακῶν ἀπεχόμενον· Διὰ τοῦτό σε Ἰώβ, ἐν ψαλμῳδίαις τιμῶντες ἅπαντες, ὑμνοῦμέν σου τὸ μνημόσυνον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ.
Στίχοι
Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα,
Καὶ πῶς Ἰὼβ κρύψει σε τῇ λήθης πέτρᾳ;
Ἕκτῃ Ἰὼβ πολύτλαν θανάτου τέλος ἀμφεκάλυψε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεραφείμ, ἐν τῷ ὄρει τοῦ Δομποῦ ἀσκήσαντος.
Στίχοι
Λιπὼν Σεραφεὶμ τὸν κάτω καὶ τοῖς ἄνω,
Φλογοφόροις σύνεστι Σεραφεὶμ χῶρον.
Ἤλατ' ἄημα ἔνθεν Σεραφεὶμ οὐρανίων ἐς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται.

Ὁ ἅγιος μάρτυς Δημητρίων τοξευόμενος τελειοῦται.

Οἱ ἅγιοι μάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται.

Ὁ ἅγιος μάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται.

Ὁ ἅγιος μάρτυς Βάρβαρος ξίφει τελειοῦται.

Τελεῖται δὲ τῶν εἰρημένων ἁγίων ἡ σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν τῷ ὄντι ἐν τῷ Δευτέρῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἰώβ
Ἦχος δ'
Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Νομίμων ἄγευστος ἐπῶν, ἀλλὰ προφητῶν τε καὶ νόμου, φέρων τὸ πλήρωμα Ἰώβ, δι' ἀγάπης Θεῷ εὐηρέστησας, μελῳδῶν· Ὑπερύμνητε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Μὴ θησαυρίσας ἐπὶ γῆς, ἀλλ' ἐν οὐρανοῖς τὴν ἐλπίδα, ὡς χοῦν λελόγισαι χρυσόν, τῷ Θεῷ ἐκβοῶν ἀγαλλόμενος· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Ἕλκει σε παίσας πονηρῷ. καὶ τῶν ὑπαρχόντων γυμνώσας, ὁ τῶν δικαίων δυσμενής, τῆς ψυχῆς σου τὸν τόνον οὐκ ἔκαμψε, μελῳδῶν δὲ ἐκραύγαζες· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Τριαδικὸν
Λόγον καὶ Πνεῦμα ἐκ Πατρός, μίαν τρισυπόστατον φύσιν, θεολογοῦντες εὐσεβῶς, οἱ θεόφρονες πίστει βοήσωμεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, εὐσεβῶς ἀνυμνοῦμεν σε, ὡς μητέρα τοῦ Ὑψίστου εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η', τοῦ Ἰώβ
Ἦχος δ'
Τὸν ἐν μορφῇ Ἀγγέλου ΤΟ ΑΚΟΥΤΕ
Πανηγυρίζει πᾶς ἑορταζόντων, ἐν ὑψίστοις ὁ χορός, τῷ θεσπεσίῳ συμμέλπων Ἰώβ· διὸ καὶ ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐδιπλασίασέ σοι τοὺς στεφάνους, ἐπὶ γῆς καὶ οὐρανοῦ, ὁ ἀθλοθέτης, θεόφρον Ἰώβ· διὸ κραυγάζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἰάματα ψυχῶν τε καὶ σωμάτων, οἱ ἰχῶρες τῆς σαρκὸς Μακάριε βρύουσι τοῖς μελῳδοῦσιν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νόσος ὑγεία, πλοῦτος καὶ πενία, ἐναμβρύνονται τῇ βιοτῇ σου Μακάριε· λαμπρὸς φανεὶς γάρ, διὰ πάντων κραυγάζεις· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὴν ἀπορρήτῳ λόγῳ συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαρὰν τῇ οἰκουμένῃ, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Ἰώβ
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Ἰὼβ μὲν τῇ τῆς ὑπομονῆς λαμπρότητι, ἐπαξίως ἐστεφάνωται, σὺ δὲ πενθεῖς καὶ σκυθρωπάζεις, οὐ φέρων τοῦ Δικαίου τὸν στέφανον· διακενῆς γὰρ ἐλπίσας ᾐσχύνθης Σατάν, μόνε Δικαίων δυσμενέστατε.

Ὡς θέμις ἀνθρώπῳ κατιδεῖν τὴν δόξαν σου, κατοπτεύσας τὴν ἀθέατον, φόβῳ κραθεὶς καὶ εὐλαβείᾳ, ἐβόησεν Ἰὼβ λίαν ἔντρομος· Σποδὸς ὑπάρχω καὶ γῆ, σὺ δὲ Κύριος· ὅθεν σε πάντες μεγαλύνομεν.

Βίβλος σε ἀξίως τῆς ζωῆς ἐδέξατο, καὶ ταμεῖα ἐπουράνια, σῖτον ὡς ὥριμον ἀχθέντα, καὶ πλήρη ἡμερῶν τῶν τοῦ Πνεύματος, Ἰὼβ θεράπον Κυρίου μακάριε· ὅθεν οἱ πάντες μακαρίζομεν.
Θεοτοκίον
Σοφίας χωρίον ὑπὲρ νοῦν τῆς κρείττονος, ἀνεδείχθης Κόρη ἄμωμε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ ὡς βασιλίδα ἠγάπησαν, παρθένοι σε Παρθένε ὀπίσω σου, ἀπενεχθεῖσαι τῆς θεόπαιδος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».