Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἀποστόλου γ'.
Στιχηρὰ τοῦ Ἀποστόλου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σίμων ὁ θαυμάσιος, τῶν Ἀποστόλων τὸ καύχημα, ὡς βολὶς ἐξαστράπτουσα, διῆλθε τὰ πέρατα, ἐκδιώκων ζόφον, τῆς πολυθεΐας, σωτηριώδεσιν αὐτοῦ, καὶ φωτοβόλοις θείοις διδάγμασι, καὶ πάντας κατεφώτισε, μίαν δοξάζειν Θεότητα, ἐν τρισὶν ὑποστάσεσιν, ἀδιαίρετον ἄτμητον.
Ἦχος δ'
Σίμων ὁ θεόπνευστος, ὁ παμφαὴς καὶ ὑπέρτιμος, τῶν ἐθνῶν ὁ διδάσκαλος, σαγήνη ἡ ἔνθεος, ἐκ τῆς ἀπωλείας, τοῦ βυθοῦ ζωγροῦσα, θεολογίας ὑψηλῆς, ὁ ἀληθέστατος κήρυξ ἅπαντας, Χριστοῦ πρὸς τὴν ἐπίγνωσιν, νῦν δεξιῶς εἱστιάσατο, τὰ αὐτοῦ κατορθώματα, προτιθεὶς πανδαισίαν τερπνήν.
Ἦχος δ'
Σίμων ὁ μακάριος, διαδραμὼν εἰς τὰ πέρατα, ὡς τροχὸς κυλιόμενος, πᾶσαν γῆν κατέφλεξεν, εἰδωλομανοῦσαν, καὶ τῇ εὐσεβείᾳ, καταπυρσεύσας τηλαυγεῖς, πυρσούς ἀνῆψε πιστοῖς ἐν χάριτι· πάντας γὰρ κατεφώτισε, μίαν δοξάζειν Θεότητα, ἐν τρισὶν ὑποστάσεσιν, ἀδιαίρετον ἄτμητον.
Δοξαστικὸν
Ἦχος β'
Ζήλου ἐπώνυμος κληθείς, Σίμων ἀξιάγαστε, ζηλῶν ἐζήλωσας Θεῷ τῷ παντοκράτορι, καὶ θείων σε θαυμάτων ἔμπλεων ἀνέδειξε· ξένον γὰρ τὸν ζῆλον ἔχων, φερωνύμως Ζηλωτὴς μακάριε ἐκλήθης, καὶ τῷ τρόπῳ τὴν κλῆσιν σύμφωνον ἐκτήσω. Διὸ ὑψηλὸς ὑπάρχων, ἐν μεταρσίοις χοροῖς σκηνούμενος, πρέσβευε θεόπτα τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Σίμων παναοίδιμε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, καὶ θεοφρόνως ἐπότισας, Θεοῦ ἐπίγνωσιν, τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος, ᾧ νῦν χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Σίμων ὑπερθαύμαστε Θεόν, καθορῶν τερπνότατα, ὡς ἐφικτὸν καὶ ὁρώμενος, ἑνώσει κρείττονι, ἀπολαύων τούτου, καὶ θετῶς θεούμενος, τὸ μόνον ὀρεκτὸν καὶ μακάριον, χαίρων ἀπέλαβες, χριστοκήρυξ παναοίδιμε, τοῖς Ἀγγέλοις, νῦν συναυλιζόμενος.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Σίμων παμμακάριστε Θεοῦ, καὶ ἀνθρώπων δέδειξαι, πιστὸς μεσίτης γενόμενος, καὶ νῦν εὐΐλατον, εὐπαρρησιάστοις προσευχαῖς τιθεὶς ἡμῖν, Χριστὸν μὴ διαλίπῃς τὸν Κύριον, πρεσβεύων πάντοτε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Τὴν κτίσιν ὡς ἀετὸς ὑψιπέτης διῆλθες, Σίμων ἱερώτατε, μαθητὰ τοῦ Σωτῆρος καὶ Ἀπόστολε, καὶ τὴν πλάνην τῶν εἰδώλων, τοῖς πυριφθόγγοις σου δόγμασιν, ὡς ὕλην πᾶσαν καταφλέξας, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρὸς τὴν θείαν γνῶσιν μετήγαγες, καὶ νῦν πρέσβευε Χριστῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ἀπολυτίκιον
Ἦχος γ'
Ἀπόστολε Ἅγιε Σίμων, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.
Ἀποστολου Σίμωνος ἐξᾴδω κλέος
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾎσμα ἀναπέμψωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἄνω τῷ Δεσπότῃ παρεστώς, Ἀπόστολε θεσπέσιε, τῷ σὲ δοξάσαντι, καὶ μαθητὴν οἰκεῖον, λαμπρῶς ἀναδείξαντι, φώτισον τὴν ψυχήν μου, ἵνα σου μέλψω τὴν ἔνθεον μνήμην.

Πᾶσαν ἀφθονίαν ἀγαθῶν, σοὶ ὁ Χριστὸς δεδώρηται, καὶ τὰς ἀκρότητας, τῶν θείων χαρισμάτων, Ἀπόστολον δείξας σε, κρίσει δικαιοτάτῃ, θεοφάντορ, ὁ δίκαιος μόνος.

Ὅλην τὴν τοῦ Πνευματος αὐγήν, δεξάμενος Ἀπόστολε, καταφοιτήσασαν, ἐπὶ σὲ οὐρανόθεν, πυρίπνοος γέγονας, ἅπασαν καταφλέγων, τὴν ἀπάτην τῆς πολυθεΐας.
Θεοτοκίον
Σύ μου τὸ θνητόν τε καὶ φθαρτόν, ἀθάνατον καὶ ἄφθαρτον, Σωτὴρ ἀνέδειξας, Παρθένου Παναγίας, οἰκήσας πανάχραντον, μήτραν ἀπειρογάμως, μορφωθείς τε τὴν βρότιον φύσιν.

Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. δ'
Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος ΤΟ ΑΚΟΥΤΕ
Τὸ θεῖον μυστήριον της σαρκώσεως, ἐμυήθης Ἀπόστολε, Σίμων θεόληπτε, παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος, τὴν αἴγλην δεξάμενος τὴν ὑπερκόσμιον.

Ὁ Λόγος ὁ ἄναρχος καὶ ἀΐδιος, τὸν αὐτοῦ ὑπηρέτην σε, Σίμων θεσπέσιε, ἀστραπαῖς φανοτάταις, πλουσίως ἐλάμπρυνε, ταῖς τῆς θείας χάριτος.
Θεοτοκίον
Λυχνία ἡ πάγχρυσος, σὲ προέγραψε, Θεοτόκε βαστάζουσαν φῶς τὸ ἀνέσπερον, τὸ φωτίζον τὸν κόσμον, ἀκτῖσι Θεότητος, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Κύριος, ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα ἡ κτίσις· Οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε».

Κάθισμα τοῦ Ἀποστόλου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείου Πνεύματος τῇ φωταυγίᾳ, σκότος ἔλυσας, πολυθεΐας, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισας, ἀναβοήσας, σωτήρια δόγματα, καὶ καταργήσας Ἑλλήνων μυθεύματα, Σίμων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς

Κανών α', ᾨδὴ δ'
Ἦχος πλ. δ'
Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ
Ὅλος θησαυρὸς ὑπάρχεις χαρισμάτων, εὐαγγελικῶν χαρίτων πεπλησμένος, καὶ φῶς τοῦ κόσμου, καὶ ἅλας τῆς οἰκουμένης, Σίμων παμμάκαρ ἐχρημάτισας.

Ὕλης ἀηδοῦς ἐμφάσεις ἀπεστράφης, ἄϋλον δὲ φῶς ἰδεῖν κατηξιώθης, τὸ τῆς Θεότητος εἶδος ἐπειλημμένον, ὕλης βροτείας Ἀξιάγαστε

Σίμων Ζηλωτὰ ζωῆς τῆς ἀκηράτου, νέκρωσον ἡμῶν τὴν ζῶσαν ἁμαρτίαν, τῇ ζωηφόρῳ δυνάμει τοῦ Ζωοδότου, ἧς ὑπεδέξω τὴν ἐνέργειαν.
Θεοτοκίον
Ἴσος πεφυκὼς Πατρί σου κατ' οὐσίαν, ἴσος τοῖς βροτοῖς ἐγένου κατὰ φύσιν, ἐκ τῆς ἀχράντου Παρθένου τὴν ἡμετέραν, Δέσποτα σάρκα προσλαβόμενος.

Κανών α', ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ὁ ἐκ νυκτὸς ἀγνοίας ΤΟ ΑΚΟΥΤΕ
Μετὰ πυρὸς Παμμάκαρ, σὺ ὁρωμένην τὴν γλῶσσαν τοῦ Πνεύματος, ὑπεδέξω προθύμως, ἐν τῷ ὑπερῴῳ καθήμενος.

Ὡς ὑψηλὸς ὑπάρχων, ἐν μεταρσίοις χωρίοις σκηνούμενος, ὑψηλὰ καὶ μεγάλα, δόγματα ἡμῖν προσενήνοχας.
Θεοτοκίον
Νόμος ὁ πρὶν Παρθένε, παρεισελθών, ἐν τῷ τόκῳ σου πέπαυται, ἤνθησε δὲ ἡ χάρις, καὶ δικαιοσύνη ἀνέτειλεν.

Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. δ'
Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ
Ὁ ζήλου ἐπώνυμος κληθείς, Σίμων ἀξιάγαστε, ζηλῶν ἐζήλωσας, τῷ Κυρίῳ καὶ Θεῷ Παντοκράτορι.

Σὲ θείων θαυμάτων αὐτουργόν, ὁ Σωτὴρ ἀνέδειξε, δοὺς ἐξουσίαν σοι, ἐνεργείᾳ τῆς αὐτοῦ ἀγαθότητος.
Θεοτοκίον
Ἐμφράττεται τὸ στόμα δυσσεβῶν, τῶν μὴ Θεοτόκον σε, φρονούντων Πάναγνε, καὶ ἡ ὄψις ἐντροπὴν ἐνδιδύσκεται.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».

Κοντάκιον τοῦ Ἀποστόλου
Ἦχος β'
Τοὺς ἀσφαλεῖς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀσφαλῶς τὰ τῆς σοφίας δόγματα, ἐν ταῖς ψυχαῖς τῶν εὐσεβούντων θέμενον, ἐν αἰνέσει μακαρίσωμεν, τὸν θεηγόρον πάντες Σίμωνα· τῷ θρόνῳ γὰρ τῆς δόξης νῦν παρίσταται, καὶ σὺν τοῖς ἀσωμάτοις ἐπαγάλλεται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τοῦ Ἀποστόλου τὴν μνήμην πάντες ὡς σωτηρίας ἡμέραν, εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν· αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ, ὥσπερ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην γεραίροντας. Διὸ προθύμως συνδράμωμεν ἀνυμνοῦντες, αὐτὸν ὡς χρέος· αὐτὸς γὰρ Χριστῷ παρίσταται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.
Στίχοι
Ἔοικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν.
Ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος.
Ἐν ξύλῳ ἀμφετάθη Σίμων δεκάτῃ μεγάθυμος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀλφειοῦ, Φιλαδέλφου, καὶ Κυπρίνου.
Στίχοι
Ὁ Φιλάδελφος φιλαδέλφως τῷ ξίφει,
Σὺν τοῖς ἀδελφοῖς θεῖον εὕρατο στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως,
Ἐν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει.

Ὁ ὅσιος πατὴρ ἡμῶν Λαυρέντιος ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Ξένον τὸν ζῆλον Σίμων ἔχων, φερωνύμως Ζηλωτὴς μάκαρ ἐκλήθης, καὶ τὸν τρόπον τῇ κλήσει σύμφωνον ἐδείξω· Εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.

Ἅμα τῷ Λόγῳ συνοδεύων, καὶ συνόμιλος αὐτῷ γεγενημένος, βασιλείας ἐκεῖ μετέσχηκας κραυγάζων· Εὐλογητὸς εἶ κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Δόλῳ τῆς πάλαι εὐκληρίας, τοὺς προπάτορας ἐξώρισεν ὁ ὄφις, σὺ δὲ τούτους Θεοῦ, Μῆτερ ἀνεκαλέσω· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Κανών α', ᾨδὴ η'
Ἦχος πλ. δ'
Μουσικῶν ὀργάνων ΤΟ ΑΚΟΥΤΕ
Ὡς ὡραῖοι Σίμων οἱ σοὶ πόδες, εὐπρεπὴς ὑπάρχει καὶ ἡ γλῶσσα, λαλοῦσα δόξα τοῦ Θεοῦ, καὶ πείθουσα κραυγάζειν· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καλλοναῖς ἐμπρέπων φωτοβόλοις, καὶ θαυμάτων πέμπων λαμπηδόνας, ἐγνώσθης Σίμων τοῖς λαοῖς, σπέρμα εὐλογημένον· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τους αἰῶνας.
Θεοτοκίον
Λογισμὸς οὐ δύναται τὸν τόκον, σοῦ Θεογεννῆτορ ἑρμηνεῦσαι, καὶ φράσαι λόγος ἀτονεῖ· Θεὸν γὰρ συλλαβοῦσα, τέτοκας Παρθένε, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεειρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. δ'
Τὴν ἁγνὴν ἐνδόξως ΤΟ ΑΚΟΥΤΕ
Ἐμφανὴς ἐγένου τοῖς πέρασι, φωτὶ καταλάμπων, καὶ τὸ πῦρ τὸ τοῦ Πνεύματος δεδεγμένος, φωτοειδὴς ἐδείχθης· διὸ σε μακαρίζομεν.

Ὁλικῶς Θεῷ ἀνακείμενος, αὐτῷ συνεκράθης, ὃν νῦν καθικέτευε, θεοφάντορ ὑπὲρ ἡμῶν, τῶν πίστει καὶ πόθῳ εὐφημούντων σε.
Θεοτοκίον
Σωτηρίας πᾶσι τὴν πρόξενον, φανεῖσαν ἀνθρώποις, καὶ τὸν κόσμον φωτίσασαν λαμπηδόσι, θεοειδοῦς ἁγνείας, ἐν ὕμνοις μεγαλύνωμεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ πῦρ τῆς Θεότητος δεξαμένην, ἐν τῇ γαστρὶ ἀφλέκτως, ἐν ὕμνοις μεγαλύνωμεν».

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Αὐτόπτα καὶ Ἀπόστολε, Χριστοῦ τοῦ πανοικτίρμονος, εἰρήνην αἴτησαι πάσῃ, τῇ οἰκουμένῃ, καὶ νίκας, τῷ φιλοχρίστῳ Ἄνακτι, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν ἅπασι, τοῖς εὐφημοῦσί σε Σίμων, ὡς μαθητὴν θεηγόρον.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου γ' δευτεροῦντες τὸ α'.
Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας, Σίμων ἔνδοξε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων μακάριε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον καὶ φωσφόρον, ἀναδείξαντα τῆς τούτου, ἀκαταλήπτου Θεότητος.
Ἦχος δ'
Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων, μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Σίμων θεόφρον πανόλβιε.
Ἦχος δ'
Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας Ἔνδοξε, κατεφώτισας, ἀναγεννήσας θεσπέσιε, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ ζηλώσας τὸ πάθος τε, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, καὶ μαθητὴς ἀληθέστατος.
Δοξαστικὸν
Ἦχος πλ. δ'
Μαθητὰ τοῦ Σωτῆρος καὶ Ἀπόστολε, Σίμων Ζηλωτὰ πανένδοξε, ἡμῶν δὲ πολιοῦχε, καὶ τῆς οἰκουμένης κήρυξ διαπρύσιε, πρέσβευε ἐκτενῶς ῥυσθῆναι ἡμᾶς ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία