Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Ἀνάμνησις τῶν γενεθλίων, ἤτοι τῶν ἐγκαινίων τῆς Κωνσταντινουπόλεως, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῷ ἐγκαινίων μετὰ τοῦ Ἱερομάρτυρος γ'.
Στιχηρὰ τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ τῶν πόλεων Ἄνασσα, τῇ Κυρίᾳ τῆς κτίσεως, τὴν αὐτῆς νῦν σύστασιν ἀνατίθεται· ἐν γὰρ αὐτῇ καὶ κρατύνεται, καὶ φῦλα πολέμια, καὶ ὑψαύχενα ἐχθρόν, τοῖς ποσίν ὑποτίθησι, τῶν πιστῶν αὐτῆς, Βασιλέων βοῶσα· Σὺ Παρθένε, καὶ τοῦ στέφους καὶ τῶν σκήπτρων, καὶ τῶν ἀνάκτων κραταίωμα.
Στιχηρὰ τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Φωταυγὴς ὥσπερ ἥλιος, ἐκ δυσμῶν ἀνατέταλκας, καταυγάζων ἅπασαν τὴν ὑφήλιον, ταῖς ἀστραπαῖς τῆς ἀθλήσεως, θεόφρον πανόλβιε, ἀθλητῶν ἡ καλλονή, Ἱερέων εὐπρέπεια, ἰσοστάσιε, τῶν ἁγίων Ἀγγέλων, ὁ τῆς πλάνης, τὴν ἰσχὺν ἐξαφανίσας, θεομακάριστε Μώκιε.
Ἦχος δ'
Εὐσεβείᾳ πυρούμενος, καὶ ἀθλήσει στομούμενος, καὶ ἀνδρείᾳ Μώκιε λιπαινόμενος, οὐρανοχάλκευτος γέγονας, ἀοίδιμε μάχαιρα, παρατάξεις δυσμενῶν, παντελῶς ἀφανίζουσα· ὅθεν σήμερον, τὴν φωσφόρον ἐκ πόθου καὶ ἁγίαν, ἑορτάζομέν σου μνήμην, κλέος Μαρτύρων καὶ καύχημα.

Ἀπολυτίκιον τῶν Ἐγκαινίων
Ἦχος δ'
Τῆς Θεοτόκου ἡ Πόλις, τῇ Θεοτόκῳ προσφόρως, τὴν ἑαυτῆς ἀνατίθεται σύστασιν· ἐν αὐτῇ γὰρ ἐστήρικται διαμένειν, καὶ δι' αὐτῆς περισῴζεται καὶ κραταιοῦται, βοῶσα πρὸς αὐτήν· Χαῖρε ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανὼν τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Τὴν πόλιν σου Δέσποτα, ἥνπερ ἐπύργωσας φύλαττε, καὶ ταύτην περίεπε, ἐξ ἀλλοφύλων ἐχθρῶν, ἐμφυλίων τε, πολέμων καὶ μαχαίρας, σεισμοῦ τε ἀκράδαντον, λοιμοῦ πυρός καὶ λιμοῦ.

Πρὸς πλάτος μακάριε, τῶν σῶν ἐπαίνων κυβέρνησον, νοός μου τὴν χαύνωσιν, καὶ φῶς κατάπεμψον, τῇ καρδίᾳ μου, ὑμνοῦντος τὴν φωσφόρον, καὶ ἔνδοξον μνήμην σου, Μάρτυς πανεύφημε.

Σιδήρῳ ξεόμενος, καὶ τῷ πυρὶ λιπαινόμενος, χρυσοῦ ὀβρυζότερος, Μώκιε γέγονας, καὶ ἐκσφράγισμα, Χριστοῦ τῶν παθημάτων, καὶ πίστεως πρόμαχος, θεομακάριστε.
Θεοτοκίον
Χαρᾶς ἡμῖν πρόξενος, ὡς δεξαμένη τὸ πλήρωμα, τῆς ὅλης Θεότητος, ὤφθης Πανάμωμε, ὅθεν πάντες σοι, τὸ Χαῖρε τοῦ Ἀγγέλου, συμφώνως κραυγάζομεν, θεοχαρίτωτε.

Κανών α', ᾨδὴ γ', τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου
Ἦχος δ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Ἡ τῶν πόλεων, βασιλεύουσα πολις σου Δέσποτα, καυχωμένη ἐπὶ σοί, τὴν ἑαυτῆς προσανέθετο, ἡμέραν σωτήριον, τῷ Βασιλεῖ καὶ Θεῷ.

Ἀνενδοιάστως, πρὸς ἀγῶνας πρὸς πάλας ἐχώρησας, τῇ δυνάμει τοῦ Σταυροῦ, τὸ ἀσθενές σου ῥωννύμενος· ὅθεν τὸν μεγάλαυχον, ὄφιν κατέβαλες.

Διὰ θανάτου, τοῦ προσκαίρου ἀθάνατον εὔκλειαν, διὰ πόνου τῆς σαρκός, τὴν δι' αἰῶνος ἀπόλαυσιν, εὗρες ὡς ἐπόθησας, Μάρτυς ἀήττητε.
Θεοτοκίον
Σὲ ἡ σοφία, τοῦ Θεοῦ καθαρώτατον σκήνωμα, εὑραμένη ἐκ τῶν σῶν, ἁγνῶν αἱμάτων σεσάρκωται, καὶ μετὰ τὴν κύησιν, ἄφθορον ἔδειξεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε».

Κάθισμα τοῦ Ἁγίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἀστὴρ ἀνατέταλκας, ἀπὸ δυσμῶν ἀθλητά, καὶ πᾶσαν ἐφώτισας, τὴν οἰκουμένην αὐγαῖς, τῶν θείων ἀγώνων σου· φθάσας δὲ βασιλίδα, πόλιν μάκαρ δεσμώτης, λέλυσαι διὰ ξίφους, καὶ πρὸς πόλιν τὴν ἄνω, ἀνέδραμες συνεῖναι Χριστῷ, Μώκιε ἔνδοξε.

Κανών α', ᾨδὴ δ', τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Κραταιουμένη τῷ σκήπτρῳ, βασιλείας ἡ Πόλις σου, ἐπὶ σοὶ νῦν πᾶσαν, Σῶτερ τὴν ἐλπίδα ἀνέθετο, ἣν περιφρούρει παντάναξ καὶ διάσῳζε, ἐξαιρούμενος, ἐκ πειρασμῶν καὶ ἐχθρῶν δυσχερῶν.

Τὸν δερμάτινον χιτῶνα, τῆς ἀρχαίας νεκρώσεως, ἐξεδύσω Μάκαρ, πάντοθεν τὸ σῶμα ξεόμενος, καταστολὴν ἀφθαρσίας, ἐνεδύσω δέ, καὶ τρυφᾷς τοῦ ξύλου τῆς ζωῆς ἀγαλλόμενος.

Ἀθεΐας ὁ βυθὸς σε, οὐδαμῶς κατεπόντισε· κραταιᾷ χειρὶ γάρ, σὲ ὁ πλαστουργὸς διεσώσατο, οἱ ποταμοὶ τῶν βασάνων οὐκ ἐσάλευσαν, τῆς ψυχῆς σου τὸν πύργον, Σοφέ, τὸν ἀσάλευτον.
Θεοτοκίον
Ὁ θελήματι τὰ πάντα, πλαστουργήσας βουλήματι, ἐκ τῶν σῶν αἱμάτων, σάρκα ἑαυτῷ ᾠκοδόμησε, καὶ ἐν δυσὶ ταῖς οὐσίαις εἷς προέρχεται, Μητροπάρθενε, σῴζων ἡμᾶς ἀγαθότητι.

Κανών α', ᾨδὴ ε', τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου
Ἦχος δ'
Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Σὲ ἔχουσα Χριστέ, κραταιὸν καταφύγιον, ἡ Πόλις σου σοὶ προσπίπτει, καὶ κρατύνεται πίστει, τῇ σῇ στηριζομένη ἀεί.

Σοῖς αἵμασιν ἡ γῆ ἡγιάσθη Μακάριε, σοῖς στίγμασι κατεστίχθη, τῶν δαιμόνων τὸ στῖφος, θεόφρον ἀξιάγαστε.

Σὲ ἔχουσα φαιδρόν, μαργαρίτην καὶ ἔντιμον, ἐν στέμματι τῷ οἰκείῳ, ἡ σεπτὴ Ἐκκλησία, παμμάκαρ ὡραΐζεται.
Θεοτοκίον
Φῶς ἄχρονον ἡμῖν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, γεγέννηκας ὑπὸ χρόνον, ἀγαθότητος πλούτῳ, γενόμενον Πανάμωμε.

Κανών α', ᾨδὴ ς', τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ
Ἡ πόλις, ἡ βασιλὶς τῶν πόλεων σήμερον, πᾶσαν τὴν σύστασιν ταύτης, τῷ Σωτῆρί σοι προσανέθετο, ἣν περ σῴζοις, ἐκ παντοίων κακώσεων ἄτρωτον.

Ἀγάπῃ, καὶ ἐλπίδι καὶ πίστει καθώπλισεν, Ἀγωνοθέτης ὁ μέγας, τὸν στερρὸν ὁπλίτην τῆς εὐσεβείας· διὰ τοῦτο, τὸ τῆς πλάνης καθεῖλεν ὀχύρωμα.

Φιλίας, τῆς πρὸς σάρκα τὸν νοῦν σου ἐχώρισας, καὶ τοῦ νυμφίου τῷ κάλλει, ἀνενδότῳ νεύσει ἐνατενίζων, τὰς βασάνους, εἰς οὐδὲν ἑλογίσω Πανεύφημε.
Θεοτοκίον
Ἄβυσσον, εὐσπλαγχνίας Χριστὸν ἡ κυήσασα, ἁμαρτιῶν ἐκ βυθοῦ με, συμπαθὴς ὡς μόνη ἀνάγαγε, καὶ ἐκ βλάβης, λογισμῶν ἐναντίων διάσωσον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου, ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ' ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ' αὐτῆς διὰ παντὸς σῳζομένης.
Στίχοι
Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν,
Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.
Στίχοι
Μωκώμενόν σε δεισιδαίμονα πλάνην,
Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει.
Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου.
Στίχοι
Παρ' ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους,
Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου
Ἦχος δ'
Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Ἥνπερ ἐπύργωσας Χριστέ, πόλιν σου περίεπε ταύτην, ἀπὸ λιμοῦ τε καὶ λοιμοῦ, καὶ πολέμων παντοίων καὶ θλίψεων, τοῦ βοᾶν εὐχαρίστως σοι· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ἐν τῇ καμίνῳ ἐμβληθείς, εὕρηκας δροσίζοντα Λόγον, τὸν ἐν μορφῇ ἀγγελικῇ, Νεανίας τοὺς τρεῖς διασώσαντα, ἐκβοῶν παμμακάριστε· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Κατὰ ξιφῶν κατὰ πυρός, κατὰ πριστηρίων ὀργάνων, Μάρτυς ἀντέστης ἀνδρικῶς, τῇ δυνάμει τῇ θείᾳ ῥωννύμενος, καὶ βοῶν ἀγαλλόμενος· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Σὲ τὴν ἀθάνατον πηγήν, ὕδωρ τῆς ἀφέσεως μόνην, ἀποκυήσασαν ἡμῖν, Ἰησοῦν τὸν Χριστὸν Ἀειπάρθενε, ἀνυμνοῦμεν κραυγάζοντες· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Κανών α', ᾨδὴ η', τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Πόλεων πασῶν νῦν ἡ κρατοῦσα, τὴν σύστασιν ταύτης προσανέθετο, Δέσποτα τῷ κράτει σου, ἣν καὶ διαφύλαττε, τῆς προσδοκίας ἄτρωτον, πάντων ἐθνῶν εἰσαεί, βοῶσάν σοι ἐν Πίστει οἰκτίρμον· Ὑπερευλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας.

Πορφύραν οἰκείων ἐξ αἱμάτων, φοινίξας, καὶ ταύτην περικείμενος, φέρων ἀντὶ σκήπτρου τε, ὅπλον τὸ ἀήττητον, συμβασιλεύεις Μώκιε, τῷ Βασιλεῖ τοῦ παντός, τόν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ἥλιος σήμερον τῷ κόσμῳ, ἡ μνήμη τῆς σῆς ἀθλήσεως ἀνέτειλε, πάντας καταυγάζουσα, νόσους ἐκδιώκουσα, δαιμονικῆς κακώσεως, ἐξαιρουμένη ἡμᾶς, ἐν ᾗ περιχαρῶς σε ὑμνοῦμεν, Μώκιε ὑμνοῦντες, Χριστὸν εἰς τους αἰῶνας.
Θεοτοκίον
Ἐν σοὶ καθωράθησαν πορεῖαι, μεγάλου τοῦ Βασιλέως τῶν δυνάμεων, πύλη ἐπουράνιε, Κόρη ἀπειρόγαμε, ἡ τῶν βροτῶν τὸ φύραμα, ἀποθεώσασα· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῶν Γενεθλίων καὶ τοῦ Ἁγίου
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Τὴν πόλιν σου φύλαττε Σωτὴρ λυτρούμενος, ἐκ παντοίων περιστάσεων, νίκας τῷ Ἄνακτι παρέχων, ἐχθρῶν καθυποτάσσων τὸ φρύαγμα, πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ τῶν Ἁγίων πολυέλεε.

Ὄλβιος καὶ πλήρης φωτισμοῦ γενόμενος, καὶ τῷ πάθει σεμνυνόμενος, ἔνδον ἐχώρησας παστάδος, φρονίμοις σὺν παρθένοις γηθόμενος, καὶ κάλλος κατανοεῖς τὸ ἀμήχανον, οὗ τὰς ἐμφάσεις πρὶν ἐκέκτησο.

Πόλεσιν ἑταίραις προαθλῶν ἀοίδιμε, Βυζαντίδα πόλιν ἔφθασας, Μάρτυς, ἐν ᾗ τῶν σῶν ἀγώνων, τὸ πέρας καὶ τῆς νίκης τὸν στέφανον, ἐδέξω ἀθλητὴς ὡς ἀήττητος, ἣν περιέποις σαῖς δεήσεσι.
Θεοτοκίον
Ῥήμασιν ἑπόμενοι τοῖς σοῖς ἑκάστοτε, ὦ Παρθένε σὲ δοξάζομεν· Λόγον ἡμῖν γὰρ ἀπορρήτως, Πατρὸς τὸν πρὸ αἰώνων ἐκλάμψαντα, ἐγέννησας, αὐτὸς ὡς εὐδόκησεν, ὃν ἐπαξίως μεγαλύνομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».