Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.
Στιχηρὰ τῆς Μάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Διὰ πόνων ἀθλήσεως, τὸν Δεσπότην νενύμφευσαι, παρθενίας κάλλεσι διαλάμπουσα, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν μελῶν τὴν ἐκκοπήν, καὶ τόν βίαιον θάνατον· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων Γλυκερία, δυσωποῦσα τοῦ σωθῆναι, τοὺς σὲ πιστῶς μακαρίζοντας.
Ἦχος δ'
Ὡς ἀνδρεῖον τὸ φρόνημα, καὶ γενναία ἡ ἔνστασις, τῆς ψυχῆς σου Ἔνδοξε ἐναπέφηνεν· ἐν ἀσθενείᾳ γὰρ σώματος, προθύμῳ δὲ πνεύματι, τὸν ἀρχέκακον ἐχθρόν, κατεπάτησας λέγουσα· Σὺ εἶ Κύριε, ἡ ἰσχύς καὶ τὸ κλέος τῶν σῶν δούλων, ὁ δυνάμει ἀηττήτῳ, τὸν ἰσχυρὸν τροπωσάμενος.
Ἦχος δ'
Οὐ λιμός, οὐδὲ κίνδυνος, ἀλγεινῶν τε ἐπίτασις, τῆς ἀγάπης ἔνδοξε οὐ κατίσχυσαν, Χριστοῦ χωρίσαι ἀοίδιμε, οὐ κάθειρξις βίαιος, οὐδὲ κάμινος πυρός, οὐ τῶν λίθων κατάστρωσις· ὅθεν δέδεξαι, ἐκ Θεοῦ θείαν δρόσον Γλυκερία, καὶ ἐκ γῆς καὶ τῶν γηΐνων, πρὸς τὴν ζωὴν μεταβέβηκας.

Ἀπολυτίκιον τῆς Μάρτυρος
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε πάντες φιλέορτοι νῦν συνέλθωμεν, ἐν τῷ ναῷ Γλυκερίας τῆς καλλιμάρτυρος, καὶ τὴν ἐπέτειον αὐτῆς μνήμην τελέσωμεν. Ὅτι δορὰν τῆς κεφαλῆς, ἀφαιρεθεῖσα ἀπηνῶς, ἀπέπνιξε τὸν Βελίαρ, καὶ Χριστῷ συμπαρισταμένη, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύει Αὐτῷ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τῆς Μάρτυρος
Ἦχος β'
Δεῦτε λαοὶ ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἀρετῶν, σήμερον καὶ τῶν θαυμάτων αὐτῆς, τὸν μυστικὸν πληρώσασα, κρατῆρα ἅπαντας, Γλυκερία ἡ Μάρτυς, εἰς πόσιν εὐφροσύνης πιστοὺς προσκέκληται.

Μαρτυρικαῖς, ἠγλαϊσμένη λαμπρότησι, τῷ καθαρῷ παρίστασαι, Μάρτυς νυμφίῳ σου, ψυχοφθόρον πταισμάτων, αἰτοῦσα λυτρωθῆναι τοὺς ἀνυμνοῦντάς σε.

Πρὸς αἰκισμούς, πρὸς ἀλγηδόνας, πρὸς μάστιγας, πολυειδεῖς ἀπτόητος, Μάρτυς, ἐχώρησας· συνεργοῦσαν γὰρ εἶχες, τοῦ Πνεύματος τὴν χάριν καὶ συναρήγουσαν.
Θεοτοκίον
Γνῶσιν Θεοῦ, ἅπαντες κατεπλουτήσαμεν, καὶ ἐπιγνόντες Δέσποινα, σὲ Θεομήτορα, καὶ Κυρίαν τιμῶμεν, τοῖς πράγμασι τοὺς λόγους ἐπισφραγίζοντες.

Κανών α', ᾨδὴ γ', τῆς Μάρτυρος
Ἦχος β'
Στερέωσον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τὰ αἵματα Χριστῷ ὥσπερ ἀρώματα, καὶ μύρα κομίσασα Ἀθληφόρε, εὐωδία προσηνέχθης αὐτῷ, πλημμυροῦσα τοῖς πᾶσι τὰ ἰάματα.

Εὐφράνθη νοητῶς ἐν τοῖς ἀγῶσί σου, Μαρτύρων καλλώπισμα, ὁ Δεσπότης, εὐφροσύνην· ὅθεν θείαν σε, τῶν πιστῶν ταῖς καρδίαις ἐπεβράβευσε.
Θεοτοκίον
Ἐρράγη τῆς ἀρᾶς Θεοχαρίτωτε, τὸ πάλαι μεσότοιχον, καὶ ἡ ἔχθρα, ἐξηφάνισται τῷ τόκῳ σου, καὶ Ἀγγέλοις συνήφθημεν οἱ ἄνθρωποι.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Κάθισμα τῆς Μάρτυρος
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῶν νοουμένων τὸ τερπνὸν προορῶσα, τῶν ὁρωμένων τὸ ῥευστὸν παριδοῦσα, ταῖς θεϊκαῖς ὠχύρωσας ἐλπίσι τὸν νοῦν· ὅθεν πρὸς τὸ στάδιον, τῆς ἀθλήσεως Μάρτυς, χαίρουσα εἰσέδραμες, καὶ τὸν ὄφιν καθεῖλες, καὶ ἀνεπλέξω νίκης εὐπρεπῆ, ὦ Γλυκερία καὶ ἄφθαρτον στέφανον.

Κανών α', ᾨδὴ δ', τῆς Μάρτυρος
Ἦχος β'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Τῶν παθῶν ἀποκτείνασα, τοὺς ἀοράτους θῆρας Γλυκερία, ὁρωμένους θῆρας οὐκ ἐδειλίασας.

Ὂν ἐκήρυττες Κύριον, πρὸ ὀφθαλμῶν ὁρῶσα Ἀθληφόρε, ὑπερεῖδες πάντα τὰ τῶν αἰσθήσεων.
Θεοτοκίον
Οἱ προστάτιν σε Δέσποινα, καὶ τῆς ψυχῆς Παρθένε προσδοκίαν, εὐσεβῶς πλουτοῦντες οὐκ αἰσχυνθήσονται.

Κανών α', ᾨδὴ ε', τῆς Μάρτυρος
Ἦχος β'
Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ
Φόβον Θεοῦ, ἐν γαστρὶ διανοίας εἰσδεξαμένη, πνεῦμα σωτηρίου ὁμολογίας, καὶ μαρτυρίου, ἔτεκες Γενναιόφρον, παραδόξως στερρῶς ἀθλήσασα, καὶ τὰς ἐναντίας ἀρχάς θριαμβεύσασα.

Σοῦ τὸ σεπτόν, καὶ μακάριον πάθος ἐκμιμουμένη, ἡ δι' ἀπαθείας σου συναφθεῖσα, πάσχει προθύμως, ἐν πυρὶ βεβλημένη, ζωοδότα Χριστὲ κραυγάζουσα· Ἕτερον ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.
Θεοτοκίον
Ἡ φωτεινή, τοῦ ἡλίου νεφέλη λάμψον μοι αἴγλην, λύουσαν τὸν ζόφον τῆς ἁμαρτίας, δίδου μοι χεῖρα, καὶ παθῶν ἐν τῷ βόθρῳ, Θεοτόκε κείμενον ἔγειρον, μόνη τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις.

Κανών α', ᾨδὴ ς', τῆς Μάρτυρος
Ἦχος β'
Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ
Λαμπρυνθεῖσα τῇ αἴγλῃ τοῦ Πνεύματος, καὶ τῆς καθαρότητος ταῖς ὡραιότησι, κεκοσμημένη Ἔνδοξε, τῷ Δεσπότῃ Χριστῷ νῦν παρίστασαι.

Τὸν καλὸν ὄντως ἆθλον ἀνύσασα, καὶ τῆς εὐσεβείας τὸν δρόμον τελέσασα, δικαιοσύνης εἴληφας, ἐκ Θεοῦ τὸν ἐπάξιον στέφανον.
Θεοτοκίον
Γνωστικὴν εὐφροσύνην γινώσκων σε, πάναγνε, παθῶν τῆς ἀγνοίας τὸ κάλυμμα, ταῖς σαῖς πρεσβείαις Δέσποινα, ἀποτίθεμαι· Δόξα τῷ κράτει σου.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας.
Στίχοι
Θηρὸς τὸ πικρὸν δῆγμα τῇ Γλυκερίᾳ
Ὑπὲρ γλυκάζον ὡς ἀληθῶς ἦν μέλι.
Ἐν τριτάτῃ δεκάτῃ δάκε καὶ κτάνε θὴρ Γλυκερίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ὁ Σέργιός μοι πῶς τελευτᾷς τὸν βίον,
Κοινῷ τέλει τέθνηκα, καὶ ζῶν εἰμὶ σοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παυσικάκου, Ἐπισκόπου Συννάδων.
Στίχοι
Ὁ Παυσικάκου προστρέχων τῷ λειψάνῳ,
Παθῶν κακούντων παῦσιν εὑρίσκει ξένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ξίφει τελειοῦται.

Ὁ ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Τιβεριανῶν, ξίφει τελειοῦται.

Ὁ ὅσιος Εὐθύμιος ὁ νέος, ὁ κτίτωρ τῆς ἐν ᾍθῳ μονῆς τῶν Ἰβήρων καὶ Ἰωάννης ὁ Ἴβηρ, ὁ πατὴρ τοῦ ῥηθέντος Εὐθυμίου, καὶ Γεώργιος ὁ συγγενὴς αὐτῶν, ἐν εἰρήνῃ τελειοῦνται.

Ὁ ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοώς, καὶ ἐξαγαγὼν τῆς θαλάσσης τὴν θαυματουργὸν εἰκόνα τῆς Πορταϊτίσσης, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ μοναχοὶ ὁσιομάρτυρες ἰβηρῖται, οἱ τοὺς λατινόφρονας ἐλέγξαντες, τὸν βασιλέα, φημί, Μιχαήλ, καὶ τὸν πατριάρχην Βέκκον, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.
Στίχοι
Ὑπὲρ πατρῴων ἐπνίγητε δογμάτων
Καὶ πρὸς γαληνοὺς ὡρμίσασθε λιμένας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῆς Μάρτυρος
Ἦχος β'
Εἰκόνος χρυσῆς ΤΟ ΑΚΟΥΤΕ
Τὸ κάλλος Χριστοῦ, ἐν ἐσόπτρῳ νοητῷ τῷ τῆς ἁγνείας, κατανοοῦσα ἐπεπόθησας, τοῦτο ἐνθέως Ἀοίδιμε, καὶ δραμοῦσα τούτου ὀπίσω, δι' ἀθλήσεως ἔψαλλες· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡραίαν στολήν, τῶν αἱμάτων ταῖς βαφαῖς πεποικιλμένην, περιθεμένη καθυπέδειξας, τῆς εὐσεβείας τὴν κόσμησιν, πᾶσιν Ἀθληφόρε τοῖς πίστει, ἀνυμνοῦσι καὶ ψάλλουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰδοὺ σε Ἁγνή, πᾶσα φύσις γηγενῶν δοξολογοῦσιν, ὑπερθαυμάζοντες τὸ μυστήριον, τῆς σῆς κυήσεως ἄχραντε, καὶ χαρμονικῶς ἐκβοῶντες, τῷ ἐκ σοῦ ἀνατείλαντι· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τῆς Μάρτυρος
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν τῆς ἁγνείας νοητόν, κεκτημένη ἐραστὴν Χριστὸν νυμφίον, σεαυτὴν Ἀθληφόρε, ἐν καθαρότητι νοῦ, καὶ πόνοις θείοις ἐκαλλώπισας, καὶ τούτῳ ἡρμόσθης διὰ τοῦ μαρτυρίου.

Ἡ συντριβή σου τῶν μελῶν, ἐξελέπτυνεν ἐχθρῶν μηχανουργίας τῶν αἱμάτων ἡ ῥύσις, τῆς ἀθεΐας δεινούς, χειμάρρους Σοφὴ ἀπεξήρανε, πέλαγος θαυμάτων ἡμῖν ἀναδειχθεῖσα.
Θεοτοκίον
Σῶσον οἰκτίρησον ἡμᾶς, τὸν οἰκτίρμονα Θεὸν ἀποτεκοῦσα, ὑπὲρ λόγον Παρθένε, πυρκαϊᾶς λογισμῶν, παθῶν τε ἐξαίρουσα καύσωνα, ταῖς σαῖς ἱκεσίαις ἁγνὴ Θεοκυῆτορ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῆς Μάρτυρος
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὑπεραρθεῖσα ἀπάσης, σαρκικῆς προσπαθείας, τῷ πόθῳ τοῦ νυμφίου σου Σεμνή, ἄσαρκον βίον ἐπόθησας· διὸ σὺν τοῖς ἀΰλοις, Χριστὸν τὸν ἐραστήν σου νοερῶς, καθορῶσα δοξάζεις, ὡς πάντων ποθεινότερον.

Μετὰ πολλὰς τὰς βασάνους, τὸ ἀκίβδηλον πνεῦμα, Κυρίῳ παραδέδωκας τὸ σόν, οὗ τῇ ἀνόδῳ ἐκρότησαν, ἐπουράνιαι τάξεις, Χριστὸς δὲ παναλκεῖ σε δεξιᾷ ἐστεφάνωσε Μάρτυς, νομίμως ἐναθλήσασαν.
Θεοτοκίον
Ἡ ταῖς φωναῖς καμπτομένη, τῶν θερμῶς σε αἰτούντων, ἡ μόνη τῶν πιστῶν καταφυγή, σῶσον οἰκτίρησον Δέσποινα, διατήρησον βλάβης, ἐκ πάσης καὶ ἐχθρῶν ἐπιβουλῆς, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀεὶ σε μεγαλύνοντας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».