Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας, καὶ Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἐπισκόπου Χριστιανουπόλεως.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῶν Ἀποστόλων γ'.
Στιχηρὰ τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Λόγῳ τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης, θεομακάριστε· διὸ σε λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζομεν, περιχαρῶς, αἴνεσιν προσάγοντες, τῷ Παντοκράτορι.
Ἦχος πλ. δ'
Παῦλος ὁ θεῖος Ἀπόστολος, θείοις ἐπαίνοις ἡμᾶς, ἐκθειάζων λαμπρότατα, τοῖς πιστοῖς παρίστησι, τὴν ὑμῶν γενναιότητα, πρὸ τούτου λέγων, ἀποδειχθῆναι ἡμᾶς, Θεοῦ τοῦ Λόγου, μαθητὰς πάνσοφοι, καὶ συγγενεῖς αὐτοῦ, Ἰουνία πάνσοφε, ὡς ἀληθῶς, μάκαρ τε Ἀνδρόνικε, Θεοῦ θεράποντες.
Ἦχος πλ. δ'
Πᾶσαν ἱερῷ κηρύγματι, φωταγωγοῦντες τὴν γῆν, τὴν ἀχλὺν ἀπελάσατε, τὴν τῆς ματαιότητος, καὶ πρὸς φῶς ὡδηγήσατε, θεογνωσίας, τοὺς ἐνυπάρχοντας, ἐν σκότει πάλαι, τῆς ἀθεότητος, θεῖοι Ἀπόστολοι, ὁδηγοὶ σωτήριοι, καὶ πρεσβευταί, πάντων τῶν πιστῶς ὑμᾶς, τιμώντων πάντοτε.

Ἀπολυτίκιον τῶν Ἀποστόλων
Ἦχος γ' ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.
Αἶνον προσοίσω τῷ σοφῷ Ἀνδρονίκῳ.
Ποίημα Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
Αἶνον Θεῷ προσάγει ἐν τῇ παναγίᾳ Μάκαρ μνήμη σου, ἡ σεπτὴ Ἐκκλησία, τοὺς ἀγῶνάς σου πίστει δοξάζουσα.

Ἰθυνας τοῦ νοός σου, πάσας τὰς κινήσεις ἱερώτατε, πρὸς Θεοῦ θελημάτων, ἀποπλήρωσιν χαίρων, Ἀνδρόνικε.

Νόσους ἀποκαθαίρειν, πνεύματα διώκειν πονηρότατα, ἐκ Θεοῦ θείαν χάριν, ἐκομίσω θεόφρον Ἀνδρόνικε.
Θεοτοκίον
Ὄμβρισὸν μοι Παρθένε, πάντων τῶν πταισμάτων ἀπολύτρωσιν, καὶ διόρθωσιν βίου, τῇ ἐν σοὶ μεσιτείᾳ καὶ χάριτι.

Κανών α', ᾨδὴ γ', τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Οὐκ ἔστιν Ἅγιος ΤΟ ΑΚΟΥΤΕ
Νεκρώσας τὰ μέλη σου ἀγωνίσμασι, τὴν ζωὴν κατηξίωσαι, τῶν ζώντων θεάσασθαι, ἐπὶ γῆς σαρκοφόρον, Χριστὸν τὸν Θεὸν ἡμῶν, Ἀνδρόνικε Ἀπόστολε.

Πυρίπνοος γέγονας θείου Πνεύματος, καθαρᾷ διανοίᾳ σου, τὴν θέρμην Ἀπόστολε, περιφέρων καὶ φλέγων, τῆς πλάνης τὴν ἄκανθαν, Ἀνδρόνικε πανεύφημε.

Ῥημάτων ὁ φθόγγος σου καὶ ἡ δύναμις, τῶν θαυμάτων ἐπέδραμε, τοῦ κόσμου τὰ πέρατα, μαθητὰ τοῦ Κυρίου, πιστοὺς ἐκδιδάσκουσα χάριν τὴν σωτήριον
Θεοτοκίον
Οὐκ ἔστιν ἄχραντος πλήν σου Δέσποινα, καὶ οὐκ ἔστιν ἄμεμπτος πλήν σου πανάμωμε· τοῦ Θεοῦ γὰρ τῶν ὅλων, χωρίον μόνη ἐχρημάτισας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἔστιν, Ἅγιος ὡς ὁ Κύριος καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα Κτίσις, οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

Κάθισμα τῶν Ἀποστόλων
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ θεῖος Ἀνδρόνικος, φωτοειδὴς πεφυκώς, καρδίας ἐφώτισε, θεογνωσίας φωτί, Κυρίῳ προσέρχεσθαι· ὅθεν καὶ μετὰ τέλος, ἀναβλύζει ἰάσεις, πίστει τοῖς προσιοῦσι, τῷ σεπτῷ αὐτοῦ οἴκῳ, καὶ πᾶσιν ἐξαιτεῖται πιστοῖς τὸ μέγα ἔλεος.

Κανών α', ᾨδὴ δ', τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ
Νοσήματα διώκεις, καὶ πάθη χαλεπά, καὶ τὰ σπερματοφθόρα ζιζάνια σοβεῖς. Τῶν ἐν θερμῇ καρδίᾳ σε ἐπικαλουμένων, καὶ τὴν ἁγίαν κάραν σου κατασπαζομένων, ὦ θεοφόρε Ἀθανάσιε.

Χριστὸν ἐπιποθήσας τὸν θεῖον Λυτρωτήν, ἐκ τῶν γηΐνων Πάτερ, ἀνύψωσας σαυτόν. Δι' ἐγκρατείας ἐκάθηρας τὸ σαρκίον, καὶ ὄντως ἀνεδείχθης τροφεὺς τῶν πενομένων. Ὅθεν τὴν μνήμην σου γεραίρομεν.

Ῥηγνύεις σὺ τὸ ὄρος ποινῇ τῇ τοῦ δεσμοῦ, ὡς παρρησίαν ἔχων πρὸς Κύριον πολλήν. Ὅθεν ὑμνοῦμεν Θεόν τόν καλῶς εἰδότα, τοὺς λατρευτὰς καὶ φίλους αὐτοῦ ἀντιδοξάζειν, καὶ θαυμαστοῦν ἀπείροις θαύμασιν.

Ἰάσεων πλημμύρα ἡ σὴ λάρναξ σοφέ, καὶ νοσημάτων πέλει ταχὺς φυγαδευτής. Διὸ ἀκέστορα ἔχει σε ἡ Προδρόμου, μονὴ καὶ Γορτυνία καύχημα καὶ προστάτην, Ἱερουργὲ πανιερώτατε.
Θεοτοκίον
Ῥοώδη φύσιν κόσμου τῷ τόκῳ σου Ἁγνή, ἐπαναφέρεις αὖθις εἰς ὃ ἦν ἀπ' ἀρχῆς. Διὸ Παρθένον πρὸ τόκου καὶ ἐν τῷ τόκῳ, καὶ μετὰ τόκον πάντες ὦ Κεχαριτωμένη, ὁμολογοῦμεν ἐμμελέστατα.

Κανών α', ᾨδὴ ε', τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Ὁ ἐκ νυκτὸς ἀγνοίας ΤΟ ΑΚΟΥΤΕ
Ὡς συγγενῆ σε Παύλου, καὶ πρὸ αὐτοῦ μαθητὴν χρηματίσαντα, σὺν αὐτῷ νῦν τιμῶμεν, πίστει συνελθόντες Ἀνδρόνικε.

Τοὺς φωταυγεῖς ἀστέρας, καὶ ἱεροὺς Ἀποστόλους τιμήσωμεν, Ἰουνίαν ἐνθέως, καὶ τὸν θεοφόρον Ἀνδρόνικον.

Ὡς ἐπισήμους ὄντως, ἐν Ἀποστόλοις ὑμᾶς ὁ μακάριος, Παῦλος ἀνακηρύττει, ἐν τῇ Ἐκκλησίᾳ μακάριοι.
Θεοτοκίον
Σὲ παναγία Κόρη, τῶν Προφητῶν ὁ χορὸς προεχάραξεν, ἱεροῖς ἐν συμβόλοις, ἔσεσθαι Κυρίου λοχεύτριαν.

Κανών α', ᾨδὴ ς', τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Χιτῶνά μοι παράσχου ΤΟ ΑΚΟΥΤΕ
Ὁ οἶκός σου ἰάσεων πηγάς, τοῖς πόθῳ προστρέχουσι, πηγάζει Ἀπόστολε, ἀποπλύνων ψυχικὰ ἀρρωστήματα.

Φθαρεῖσαν ἀθεΐᾳ τὴν πληθύν, ἐθνῶν ἀνεκαίνισας, νοστίμοις σου δόγμασι, τοῦ ἀφθάρτου Ἰησοῦ φίλε γνήσιε.

Ὡς ἥλιος ἐπέδραμες τὴν γῆν, Ἀνδρόνικε πάνσοφε, τρισήλιον ἄκτιστον, καταγγέλλων τοῖς πιστοῖς φῶς Θεότητος.
Θεοτοκίον
Αἱ θεῖαι τοῦ Δεσπότου ἐπὶ σοί, πορεῖαι ἐγνώσθησαν, τοῦ σάρκα πτωχεύσαντος, καὶ πλουτίσαντος πιστοὺς Ἀπειρόγαμε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὥσπερ ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
Στίχοι
Ἔθνη διδάξας Ἀνδρόνικος μυρία,
Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ,
'Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
Ἑβδομάτῃ δεκάτῃ θάν' Ἰουνίη Ἀνδρόνικός τε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.
Στίχοι
Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη
Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.
Ἆλτο ἄημα φαεσφόρον νῦν γε Ἀθανασίοιο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμὴρ καὶ Παμφυλών.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Ὁ ἐν ἀρχῇ τὴν γῆν ΤΟ ΑΚΟΥΤΕ
Νόσους δεινὰς καὶ πάσας μαλακίας, ἐκ τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων, ἀποδιώκεις τῶν προστρεχόντων, ἐν τῷ οἴκῳ σου σοφὲ Μαθητὰ τοῦ Χριστοῦ.

Δαιμονικὰς ἐφόδους ἀπελαύνων, πάθη δεινὰ καθαίρεις τῶν ἀνθρώπων, ἐν συμπαθείᾳ Χριστοῦ αὐτόπτα· διὰ τοῦτό σε πιστῶς μακαρίζομεν.

Ῥητορικὴν Σοφὲ ἀδολεσχίαν, καταβαλὼν ἁπλότητι δογμάτων, Θεὸν κηρύττεις σαρκὸς ἐν εἴδει, ὁμιλήσαντα βροτοῖς ἀγαθότητι.
Θεοτοκίον
Ὁ ἐν γαστρὶ τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κανών α', ᾨδὴ η', τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Τον ἐν ὄρει ἁγίῳ ΤΟ ΑΚΟΥΤΕ
Νεμομένην κακίας σηπεδόνα, τῶν ἀνθρώπων Ἀνδρόνικε καρδίας, ἅλατι θείῳ ἔστησας δογμάτων σου, καὶ τῷ κενωθέντι, Λόγῳ σῳζομένας, παρέστησας τρισμάκαρ.

Ἱερεύς τε καὶ θύτης καὶ θυσία, τῷ τυθέντι δι' οἶκτον ἐγνωρίσθης, καὶ πρὸς αὐτὸν ἀνέδραμες Ἀνδρόνικε, στέφος ἀφθαρσίας, καὶ δικαιοσύνης, πρὸς τούτου δεδεγμένος.

Κήρυξ θεῖος Ἀπόστολος θεόπτης, καθαιρέτης ξοάνων ἀπωλείας, καὶ πλουτιστὴς ἀπόρων ὤφθης ἔνδοξε, καὶ Σιὼν τῆς ἄνω, μέγιστος οἰκήτωρ, Ἀνδρόνικε θεόφρον.
Θεοτοκίον
Ὡς λαβίδι χερσὶν ἄνθρακα φέρεις, δρόσον θεῖον πηγάζοντα Παρθένε, τοῖς τῷ φλογμῷ τῆς πλάνης κινδυνεύουσι, φλέγοντα δὲ πάθη, τῶν ὑμνολογούντων, αὐτοῦ τήν βασιλείαν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπάρθενου, τῷ Μωϋσῇ Μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ δοξολογεῖτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ΤΟ ΑΚΟΥΤΕ
Ἵνα τῆς ἐκεῖθεν ζωῆς ὀφθῇς κληρονόμος, τοὺς νενεκρωμένους τὸ πρίν, δαιμόνων ἐπηρείαις, ἀνεζώωσας ζωηφόρῳ σου λόγῳ, ἀξιομακάριστε Ἀνδρόνικε.

Ὡς τῆς ἀληθοὺς γεγονὼς ἀμπέλου παμμάκαρ, κλῆμα εὐφορώτατον, οἶνον ἀθανασίας, ἐναπέσταξας, καὶ ἀνθρώπων καρδίας, εὔφρανας πανεύφημε Ἀνδρόνικε.

Σὲ τὸν ἀστραπαῖς φλέξαντα δογμάτων τὴν ὕλην, τῆς πολυθεΐας σαφῶς, καὶ φῶς θεογνωσίας, καταλάμψαντα τοῖς ἐν σκότει τοῦ βίου, πάντες μακαρίζομεν Ἀπόστολε.

Ἡ ἱερωτάτη σου μνήμη ἐφαπλουμένη, εἰς τὰ πέρατα σήμερον, φωτίζει τὰς καρδίας, τῶν ἐν ταύτῃ σε ἱερῶς ἀνυμνούντων, ἀξιομακάριστε Ἀνδρόνικε.
Θεοτοκίον
Φωτισμὸν ἡμῖν αἴτησαι ἡ τὸ φῶς τεκοῦσα, καὶ ἁμαρτιῶν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν, τοῖς εἰδόσι σε ἀληθῆ Θεοτόκον, ἄχραντε Παρθένε παναμώμητε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».