Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Ἡ Γ' Εὕρεσις τῆς Τιμίας κεφαλῆς τοῦ Προδρόμου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ


Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Προδρόμου γ'.
Στιχηρὰ τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Μάκαρ, Ἰωάννη Πρόδρομε, ὑπὲρ ἡλίου αὐγάς, ἀνατείλασα ἤστραψεν, ἐκ τῆς γῆς ἡ Κάρα σου, Καὶ πιστοὺς κατελάμπρυνεν, ἣν ὥσπερ θεῖον, θησαυρὸν ἔχοντες, πλουσίαν χάριν ἀπαρυόμεθα, ἁγιαζόμενοι, καὶ ψυχὰς καὶ σώματα, καὶ λογισμούς, καὶ πανηγυρίζοντες, σὲ μακαρίζομεν.
Ἦχος πλ. δ'
Χάριν ἀέναον βρύουσα, ἡ Ἱερὰ Κεφαλή, σοῦ μακάριε Πρόδρομε, ἱερεῖ θεόφρονι, ἀγνοοῦντι μηνύεται, ὃς ἐπισπεύσας, πίστει καὶ χάριτι, σαφῶς ποιεῖται ταύτης τήν εὕρεσιν, ἁγιαζόμενος, σὺν λαῷ θεόφρονι καὶ Βασιλεῖ, πίστιν τὴν ὀρθόδοξον, θερμῶς κρατύνοντι.
Ἦχος πλ. δ'
Τρίτην τελοῦμεν φανέρωσιν, σοῦ τῆς σεπτῆς Κεφαλῆς, ἣν τριὰς ἐστεφάνωσεν, ἐκτμηθεῖσαν ἔνδοξε, διὰ ζῆλον τὸν ἔνθεον, καὶ τῇ εὑρέσει, ταύτης ἀγάλλονται, Ἀγγέλων τάξεις, Μαρτύρων σύλλογος, θεῖοι Ἀπόστολοι, καὶ Προφῆται ἅπαντες, μεθ' ὧν ἡμῶν, πάντοτε μνημόνευε, Κυρίου Πρόδρομε.
Δοξαστικὸν
Ἦχος πλ. β'
Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος Κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυόμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ, Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν. Θεοτοκίον
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου.
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε, τὴν τιμίαν Κεφαλήν, τὴν ἀποτμηθεῖσαν τῷ ξίφει, τοῦ Βαπτιστοῦ οἱ πιστοί, σήμερον τιμήσωμεν, ἐν τῇ εὑρέσει αὐτῆς, ὑπατῶντες ἐν ᾄσμασι, γεραίροντες πόθῳ, χάριτας προχέουσαν τῶν ἰαμάτων ἡμῖν, ἥνπερ, ὁ ληρώδης Ἡρῴδης, πάλαι προαπέτεμεν οἴστρῳ, τῇ Ἡρῳδιάδι συμπλεκόμενος.
Στίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ.
Ὥσπερ, ἐκ μετάλλων ὁ χρυσός, οὕτως ἐκ τῆς γῆς τοῦ Προδρόμου, ἡ Κεφαλὴ δᾳδουχεῖ, σκεύει διαλάμπουσα, καὶ φθεγγομένη τρανῶς, τοῦ Ἡρῴδου ἐλέγχουσα, μοιχείαν καὶ φόνον, αἴγλῃ δὲ φωτίζουσα τὰς διανοίας ἡμῶν, ἣν περ, ἀσπαζόμενοι πίστει, σήμερον τιμήσωμεν ὕμνοις ὡς ὑπὲρ ἡμῶν Θεῷ πρεσβεύουσαν.
Στίχ. Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.
Πάλαι, ὥσπερ θεῖος θησαυρός, σκεύει κεκρυμμένη ἡ Κάρα, τοῦ Βαπτιστοῦ ἐν τῇ γῇ, σήμερον τοῖς πέρασιν ἀποκαλύπτεται, ὥσπερ πλοῦτον προχέουσα, πηγὰς ἰαμάτων, νόσους θεραπεύουσα, ψυχὰς φωτίζουσα· ὅθεν θυμηδίας ἁπάσης, χάριν ἀπολαύοντες, πάντες τοῦ Χριστοῦ τὸν Πρόδρομον ὑμνήσωμεν.
Δοξαστικὸν
Ἦχος β'
Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προσβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν τῆς γῆς ταμείων σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Θεοτοκίον

Ἦχος πλ. β'
Ἀδιόδευτε πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Προδρόμου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολ. Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφαλή, ἀκτῖνας ἀφίησι, τῆς ἀφθαρσίας πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ. (Δίς)

Μετὰ τὴν α' Στιχολ. Κάθισμα
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφαλή, ἀκτῖνας ἀφίησι, τῆς ἀφθαρσίας πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ Τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Μετὰ τὴν β' Στιχολ. Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ἀναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου Κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας, τὸν Σωτῆρα καὶ Κτίστην, τὸν νέμοντα ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος. (Δίς)

Μετὰ τὴν β' Στιχολ. Κάθισμα
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ἀναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου Κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας, τὸν Σωτῆρα καὶ Κτίστην, τὸν νέμοντα ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκον
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἡρῴδης Πρόδρομε, παρανομήσας, γυναικὶ παρέσχετο, τὴν κεφαλήν σου τὴν σεπτήν, ἧς τῇ εὑρέσει βοῶμέν σοι· Αἴτησαι πᾶσι, δωρήσασθαι ἔλεος. (Δίς)

Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἡρῴδης Πρόδρομε, παρανομήσας, γυναικὶ παρέσχετο, τὴν κεφαλήν σου τὴν σεπτήν, ἧς τῇ εὑρέσει βοῶμέν σοι· Αἴτησαι πᾶσι, δωρήσασθαι ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκον
Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις ἡ πάντων βοήθεια.

Προκείμενον
Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ.
Στίχ. Μνήσθητι Κύριε τοῦ Δαυΐδ.

Δόξα... Ἦχος β'
Ταῖς τοῦ σοῦ Προδρόμου...
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Ἦχος β'
Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας, τρανῶς ἡ προσβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν τῆς γῆς ταμείων σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ Κανὼν τοῦ Προδρόμου.
Ποίημα Ταρασίου.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Φωνὴν τοῦ Λόγου γεγονὼς διάλυσον, τὴν ἀφωνίαν μου, ὡς τοῦ Πατρὸς πάλαι, ἐν ἀγαλλιάσεως φωνῇ ἀνευφημῆσαί σε, τῇ παρούσῃ εὑρέσει, τῆς Κεφαλῆς σου μακάριε, Πρόδρομε οὐράνιε ἄνθρωπε.

Τὴν κεφαλὴν χειροθετήσας Πρόδρομε, τῆς Ἐκκλησίας Χριστόν, σοῦ τὴν σεπτὴν Κάραν, τὴν κατανοήσασαν Τριάδος τὴν φανέρωσιν, φανεροῖς τοῦτο τρίτον, περιφανῶς ἁγιάζουσαν, τὰ τῶν ὀρθοδόξων συστήματα.

Οὐκ ἐνεγκὼν ἐπὶ πολὺ συγκρύπτεσθαι, Κυρίου Πρόδρομε, οἰκονομεῖς πάλιν, φανεροῦσθαι σήμερον, οὐ στάμνῳ συγκλειόμενος, ἀργυρέῳ δὲ σκεύει ἐν ἱερῷ τόπῳ κείμενος, καὶ ἱερουργῷ μηνυόμενος.
Θεοτοκίον
Στειρωτικῆς ἀπὸ γαστρὸς ἐβλάστησας, ἑτοιμαζόμενος, τῷ Ποιητῇ Λόγῳ, τὰς ὁδοὺς Πανεύφημε, ἐκ Κόρης ἀνατείλαντι, παναγίας ἀφράστως, ἣν Θεοτόκον γινώσκουσαι, πᾶσαι γενεαὶ μακαρίζουσιν.

Κανών α', ᾨδὴ γ', τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Πορνικῶν ὀρχημάτων, ἡ Ἱερὰ Κάρα σου, ἔπαθλον γυναίῳ δοθεῖσα, χερσὶν ἐφέρετο, νυνὶ δὲ σώφρονος, ἱερουργοῦ ταῖς παλάμαις, ἱερῶς πρὸς ἅγιον ναὸν κομίζεται.

Εὐσεβῶς ὑπαντᾷ σοι, τὸ τῶν πιστῶν ἄθροισμα, σὺν ἱερουργῷ Βασιλεῖ τε, ἔνδοξε Πρόδρομε, ᾆδον χαρμόσυνα, καὶ προηγεῖταί σου πόθῳ, καθαγιαζόμενον τῇ παρουσίᾳ σου.

Ἱερῶν ἐξ ἀδύτων, ὡς φωταυγὴς ἥλιος, ἡ ἱερωτάτη σου Κάρα, ἐξανατείλασα, πᾶσαν ἐφώτισε, τὴν οἰκουμένην Προφῆτα, τοῦ Χριστοῦ καὶ Πρόδρομε, θείαις λαμπρότησι.
Θεοτοκίον
Στειρευούσης νηδύος, φωτοφανὲς ἔλαμψας, ἄστρον τοῦ Ἡλίου τῆς δόξης, προπορευόμενον, τοῦ ἀνατείλαντος, Παρθενικῆς ἐκ νεφέλης, Βαπτιστὰ καὶ λύσαντος, νύκτα πολύθεον.

Κάθισμα τοῦ Προδρόμου
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη σήμερον, ἡ τοῦ Προδρόμου, Κεφαλὴ ἐκ κόλπων γῆς, ἀναδοθεῖσα τοῖς πιστοῖς, ἐκ τῶν μετάλλων καθὰ χρυσός, καὶ ἱκετεύει Χριστόν, τοῦ σωθῆναι ἡμᾶς.

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Κάθισμα τοῦ Προδρόμου

Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη σήμερον, ἡ τοῦ Προδρόμου, Κεφαλὴ ἐκ κόλπων γῆς, ἀναδοθεῖσα τοῖς πιστοῖς, ἐκ τῶν μετάλλων καθὰ χρυσός, καὶ ἱκετεύει Χριστόν, τοῦ σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκον
Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις ἡ πάντων βοήθεια.

Κανών α', ᾨδὴ δ', τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Προφητῶν ὡς ὑπέρτερος, τὸν προφητευθέντα ἰδεῖν ἠξίωσαι, Ἠλιοὺ προπορευόμενος, ἐν δυνάμει τούτου μάκαρ Πρόδρομε.

Τὴν ἀοίδιμον Κάραν σου, μύρα ἰαμάτων ἀναπηγάζουσαν, τρίτον ἤδη ἐφανέρωσας, τὰ δυσώδη πάθη ἀπελαύνουσαν.

Συνελθόντες ἀρύσασθε, ἅπαντες ἰάματα μὴ κενούμενα, ἐκ πηγῆς ἀναδιδόμενα, τῆς τιμίας Κάρας τοῦ Προδρόμου Χριστοῦ.
Θεοτοκίον
Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευόμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν φύσιν Πάναγνε.

Κανών α', ᾨδὴ ε', τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ὡς μεσίτης τῆς νέας, καὶ τῆς παλαιᾶς γεγονὼς ἱερώτατε, Διαθήκης θείας, τὴν ἡμῶν παλαιότητα καίνισον, καινισμὸν τελούντων, τῆς νεωστὶ ἀναφανείσης, Κεφαλῆς σου μακάριε Πρόδρομε.

Ἐκ Κομάνων κομῶσαν, χάριν ἰαμάτων τὴν Κάραν σου Πρόδρομε, πρὸς τὴν Βασιλίδα, εἰσοικίζεις τῶν πόλεων σήμερον, ἧς τῇ ἐπανόδῳ, ἐπικροτεῖ πιστῶν τὰ πλήθη, φωτισμοῦ ἀκηράτου πληρούμενα.

Βασιλεὺς ἁλουργίδος, πλέον τῇ εἰσόδῳ τῆς Κάρας σου γάννυται, ἱερεὺς δὲ θεῖος, θεοφόρου ἐπώνυμος Πρόδρομε, ταῖς παλάμαις ταύτην, περικρατῶν συνευλογεῖται, εὐλογῶν τοὺς πιστοὺς τελεώτατα.
Θεοτοκίον
Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας Κόρη πανάμωμε· Θεοτόκον ὅθεν παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοὶ σε Παρθένε δοξάζομεν.

Κανών α', ᾨδὴ ς', τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀλήθεια ἐκ τῆς γῆς, ἡ κεφαλὴ ἀνατείλασα, τοῦ Βαπτιστοῦ σου Χριστέ, τὸ ψεῦδος ἀπήλασεν, αἱρέσεων ἔλυσε, τὸν πικρὸν χειμῶνα, καὶ τὸν κόσμον κατεφώτισεν.

Ἀντλήσατε φωτισμόν, καὶ χάριν Θεοῦ καὶ ἔλεος, καὶ κεφαλὴν καὶ ψυχήν, πιστῶς ἁγιάσθητε, Κεφαλῇ προσψαύοντες, τοῦ τῆς θείας Κάρας, ἁψαμένου ἐν τοῖς ὕδασι.

Τὰς κεφαλὰς τῶν ἐχθρῶν, ὑπὸ τοὺς πόδας συντρίβεσθαι, τοῦ Βασιλέως ἡμῶν, ἱκέτευε Πρόδρομε, πόθῳ τὴν τιμίαν σου κεφαλὴν τιμῶντος, τὴν Ἡρῴδην στηλιτεύσασαν.
Θεοτοκίον
Τοῖς ἐν τῷ ᾍδῃ τὸ φῶς, ἐκήρυξας ἐλευσόμενον, αἱμάτων παρθενικῶν, σάρκα περικείμενον, γενόμενον ἄνθρωπον, ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων μάκαρ Πρόδρομε.

Κοντάκιον τοῦ Προδρόμου
Ἦχος πλ. β'
Τὴν ὑπὲρ ἡμῶν ΤΟ ΑΚΟΥΤΕ
Ὁ φωτοφανὴς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ Ἡλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας· Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.
Ὁ Οἶκος
Ἀπὸ γῆς, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοῖς χρῄζουσι. Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς· ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἴρει. Ταύτην οὖν πόθῳ μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ᾄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί. Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταῖς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στερρῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη,
Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως.
Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται.

Ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Ἡλίου τῆς δόξης, φαεινότατος λύχνος, γέγονας Πρόδρομε, τὸ νέφος ἐκδιώκων, τῆς πλάνης καὶ φωτίζων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Ἑορτὴν ἐτησίαν, ἡ σεπτὴ Ἐκκλησία, καὶ ταύτην Πρόδρομε, λαμπρῶς ἐπιτελεῖ σοι, τὴν Κάραν σου τιμῶσα, καὶ συνήθως κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Προμηνύσας τοῦ Λόγου, τὴν φρικτὴν παρουσίαν, θείοις σκιρτήμασι, μηνύεις σου τῆς Κάρας, τὴν εὕρεσιν Προφῆτα, ἀψευδοῦς διὰ στόματος, τῷ σὲ ποθοῦντι θερμῶς, ἱερουργῷ Ποιμένι.
Θεοτοκίον
Παρθενία καὶ τόκος, ὑπὲρ φύσιν καὶ λόγον, ἐν σοὶ συνέδραμον· Θεὸν γὰρ σαρκωθέντα, ἐκύησας ἀφράστως, Θεοτόκε, ᾧ ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Κανών α', ᾨδὴ η', τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Βαπτιστὴς καὶ Πρόδρομος, ὁ ἐπίγειος Ἄγγελος, τῆς παρανομίας, ἀκριβὴς κατήγορος, Τριάδος φανέρωσιν, ἐν Ἰορδάνῃ πρὶν κατιδών, τρίτον φανεροῖ, τὴν Κεφαλήν αὐτοῦ πᾶσι, τοῖς πόθῳ μελῳδοῦσιν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Προσυπαντᾷ προθύμως σοι, Βασιλεὺς ὁ πραότατος, ἅμα φιλοχρίστῳ τῷ λαῷ Πανεύφημε, ποιμένων δὲ πρόκριτος, προσεφαπλοῖ τὰς χεῖράς σοι, καὶ τῷ ἑαυτοῦ ἐνστερνισάμενος στήθει, σκιρτᾷ ἐν εὐφροσύνῃ, καὶ βοᾷ εὐχαρίστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὲρ χρυσὸν ἡ Κάρα σου, διαλάμπουσα Πρόδρομε, τεθησαυρισμένη, ἀργυρέοις σκεύεσιν, ὡς ὄλβος πολύτιμος, τῇ βασιλίδι δέδοται, ταύτην δωρεαῖς, καταπλουτίζουσα θείαις, προθύμως μελῳδοῦσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐν τῇ γαστρὶ φερόμενον, τὸν τὰ σύμπαντα, μάκαρ Ἰωάννη, χαίρων προσεκύνησας, νηδύϊ κρυπτόμενος, στειρωτικῇ πανεύφημε· ὄνπερ γεννηθέντα, ἐξ Ἁγίας Παρθένου, ἀμνὸν Θεοῦ κηρύττων, εὐσεβῶς ἀνεβόας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τοῦ Προδρόμου
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Τῆς στείρας ὅσιος βλαστός, γεννητῶν ἐκ γυναικῶν ὁ ὑπέρτερος, τοῦ Βασιλέως Χριστοῦ, ὁ στρατιώτης ὁ μέγας Πρόδρομος, ὁ προκηρύξας τὸν Ἀμνόν, τοῦ κόσμου τὰ πταίσματα, τὸν ἀφαιρούμενον, εὐφημείσθω ἱεροῖς μελῳδήμασι.

Κρατῆρα πλήσας δαψιλῶς, συγκαλεῖς μεθ᾽ ὑψηλοῦ τοῦ κηρύγματος, τὴν Ἐκκλησίαν Χριστοῦ, τῇ ἀνευρέσει σῆς Κάρας Πρόδρομε. Δεῦτε ἐμπλήσθητε βοῶν, τερπνῶν ὧν ἡτοίμασα, καὶ μεγαλύνατε, τὸν τὸ εἶναι τοῖς βροτοῖς παρεχόμενον.

Ἄναξ σε, Ἄγγελε Θεοῦ, ἀγγελώνυμος εἰς τούτου βασίλεια, χαίρων εἰσδέχεται, καθυπουργοῦντος πρὸς τοῦτο κάλλιστα, τοῦ ποιμενάρχου εὐσεβῶς, καὶ κλήσει καὶ χάριτι, σεμνυνομένου σαφῶς, θεοφόρου Ἱεροῦ καὶ θεόφρονος.
Θεοτοκίον
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὁ εὐσυμπάθητος, ἐλεῆμον ἀγαθὲ καὶ φιλάνθρωπε.

Ἐξαποστειλάριον τοῦ Προδρόμου
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ εὑρέσει Πρόδρομε, τῆς τιμίας σου Κάρας, βασιλεὺς ὁ φιλόχριστος, πλέον γάννυται ἥπερ, τῇ ἑαυτοῦ πορφυρίδι, ὃν ἀμείβου ταῖς νίκαις, ἐξ ὕψους δυναμούμενον, καὶ ἡμᾶς φρούρει σκέπε, σοῦ ταῖς εὐχαῖς, Βαπτιστὰ πανεύφημε Ἰωάννη, φαιδρῶς πανηγυρίζοντας, καὶ τιμῶντάς σε πόθῳ.
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Θεοτοκίον

Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὄρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ῥάβδον τε καὶ πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ Παρθένον, ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημμα, ἀπορρήτῳ ἑνώσει.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου γ' δευτεροῦντες τὸ α'.
Στιχηρὰ τοῦ Προδρόμου
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις ἡ ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος διακόψασα· πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσαντος, τῆς παλαιᾶς τε καὶ νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Σκεύει τοῦ Βαπτιστοῦ ἀργυρῷ ἐγκεκρυμμένη Κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα· καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγαζοντος ὕδασι, καὶ ὀμβρίζοντος, τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγξασα· καὶ διὰ τοῦτο, ἐκτμηθεῖσα τοῦ σώματος, καὶ τὴν χρόνιον, ὑποστᾶσα κατάκρυψιν, ὥσπερ φωτοφανὴς ἡμῖν, ἀνέτειλεν ἥλιος. Μετανοεῖτε βοῶσα, καὶ τῷ Κυρίῳ προστίθεσθε, ψυχῆς κατανύξει, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δοξαστικὸν
Ἦχος πλ. β'
Τὴν πανσεβάσμιον Κάραν τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἐπταικότες δοῦλοί σου προσάγομεν, αἰτούμενοι δι' αὐτῆς ἀπολαβεῖν, ἐν ἡμέρᾳ κρίσεως, παρὰ σοῦ τὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Θεοτοκίον

Ἦχος πλ. β'
Θεοτόκε, σὺ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ καὶ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Προδρόμου ᾨδὴ γ' καὶ ς'.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.