Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχοῦς ἢ Εὐτυχίου, Ἐπισκόπου Μελιτηνῆς.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Θεόφρον Εὐτύχιε νευραῖς, τῶν πανσόφων λόγων σου, ἐναποπνίξας τοὺς ἄφρονας, τέλος μακάριον, πνιγμονὴ ὑδάτων, ὑπεδέξω δράκοντα, ἐν τούτοις ἀποπνίγων τὸ ἄσαρκον· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Κόσμος ὡραιότατος δειχθείς, ἀθλητῶν ἐν χάριτι, μετεβιβάσθης γηθόμενος, πρὸς ὑπερκόσμια, Βασιλεῖ τῶν ὅλων, ἀληθῶς παρίστασθαι, σὺν πάσαις ταῖς ἁγίαις Δυνάμεσι, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Μάρτυς ἀξιάγαστε τὰ σά, λείψανα γηθόμενοι, περιφανῶς ἀσπαζόμεθα, καὶ ἀρυομένοι, χάριν ἰαμάτων, πόθῳ σε γεραίρομεν, καὶ πίστει ἐκτενῶς δυσωποῦμέν σε, Χριστόν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.
Σταυροθεοτοκίον
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει φιλάνθρωπε.

Ἀπολυτίκιον τοῦ Μάρτυρος
Ἦχος δ'
Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τών Αποστόλων γενόμενος, τήν πράξιν εύρες Θεόπνευστε, εις θεωρίας επίβασιν, διά τούτο τόν λόγον τής αληθείας ορθοτομών, καί τή πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Ευτύχιε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς σοὺς ἐπαινῶ, Μάρτυς, ἐνθέους τρόπους.
Ποίημα Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ταῖς θείαις Δυνάμεσι, συναγελάζων Εὐτύχιε, καὶ θρόνῳ τῆς χάριτος, νῦν παριστάμενος, τοὺς τιμῶντάς σου, τὴν μνήμην τὴν φωσψόρον, ἐνθέως καταύγασον, τῇ μεσιτείᾳ σου.

Ὁσίως ἐβίωσας, μαθητευθεὶς ἀκριβέστατα, παμμάκαρ Εὐτύχιε, τοῖς Ἀποστόλοις Χριστοῦ, εἰς τελείαν τε, ἀνήχθης ἡλικίαν, ἀθλήσας λαμπρότατα, ἀξιοθαύμαστε.

Ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας γηθόμενος, καὶ θάνατον πρόξενον, ζωῆς ἐπόθησας, καὶ ἀπέπνιξας, ἐχθρῶν τὰς μυριάδας, θαλάσσῃ πνιγόμενος, μάκαρ Εὐτύχιε.
Θεοτοκίον
Σαρκὸς ὁμοιώματι, ἐπιφανεὶς ὁ φιλάνθρωπος, ἐκ σοῦ Παναμώμητε, κόσμον διέσωσεν, ἀπολλύμενον, καὶ πλάνῃ ὑπαχθέντα· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Τοὺς σοὺς ὑμνολόγους ΤΟ ΑΚΟΥΤΕ
Εὑρὼν τοὺς τοῦ Λόγου ὑπηρέτας, ἁπάντων σπορέας τῶν καλῶν, ἐδέξω ἐν καρδίᾳ σου, τὸν σπόρον τὸν τοῦ Πνεύματος, καὶ εὐσεβῶς ἐβλάστησας, ἑκατοστεύοντα ἄσταχυν.

Πυρὶ τῆς Θεότητος ἀΰλῳ, παμμάκαρ σαφῶς ἀναφλεχθείς, ὡς ὕλην τὴν δυσσέβειαν, κατέφλεξας Εὐτύχιε, καὶ ἱερῶς ἐνήθλησας· ὅθεν πιστῶς εὐφημοῦμέν σε.

Ἁγίοις τοῦ Λόγου ὑπηρέταις, ψυχῇ καὶ καρδίᾳ κολληθείς, ἁγίως σου διήνυσας, τὸν βίον καὶ ἐσκήνωσας, περιφανῶς Εὐτύχιε, ἐν ταῖς Ἁγίων λαμπρότησι.

Ἰάσεις πηγάζων μετὰ τέλος, παμμάκαρ Εὐτύχιε σοφέ, ἀποδιώκεις πνεύματα, καὶ τῆς σαρκὸς νοσήματα, ἀποκαθαίρεις χάριτι, Πνεύματος θείου μακάριε.
Θεοτοκίον
Νοός μου τὸ σκότος Θεοτόκε, φωτί τῷ ἐν σοὶ ὡς ἀγαθή, ἐκδυσωπῶ διάλυσον, καὶ μετανοίας τρόποις με, βελτιωθῆναι πρέσβευε, ὅπως ἐν πίστει δοξάζω σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».

Κάθισμα τοῦ Μάρτυρος
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Καλῶς τὸν ἀγῶνά σου, τελέσας Μάρτυς σοφέ, βραβεῖα τὰ θαύματα, ἐκ τοῦ τῶν ὅλων Θεοῦ, ἐδέξω Εὐτύχιε· ὅθεν σε συνελθόντες, κατὰ χρέος τιμῶμεν, πίστει τῶν σῶν λειψάνων, τὴν σορὸν προσκυνοῦντες, πλουσίως ἡμῖν διδοῦσαν, χάριν καὶ ἔλεος.

Κάθισμα τοῦ Μάρτυρος
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Καλῶς τὸν ἀγῶνά σου, τελέσας Μάρτυς σοφέ, βραβεῖα τὰ θαύματα, ἐκ τοῦ τῶν ὅλων Θεοῦ, ἐδέξω Εὐτύχιε· ὅθεν σε συνελθόντες, κατὰ χρέος τιμῶμεν, πίστει τῶν σῶν λειψάνων, τὴν σορὸν προσκυνοῦντες, πλουσίως ἡμῖν διδοῦσαν, χάριν καὶ ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ Τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος δ'
Τὴν ἀνεξιχνίαστον ΤΟ ΑΚΟΥΤΕ
Ὥριμον ὡς βότρυν σε τῆς νοητῆς, ἔνδοξε ἀμπέλου ὑπάρχοντα, ὑμνολογοῦμεν, κατανύξεως ἡμῖν, ὡς ἀληθῶς Εὐτύχιε, οἶνον εὐσεβῶς ἀναβλύζοντα.

Μέγιστος ὡς ἥλιος ἀνατολαῖς, Μάρτυς τῶν ἀγώνων σου ἅπασαν, τὴν οἰκουμένην, καταυγάζεις ἀληθῶς, τὸν σκοτασμὸν Εὐτύχιε, λύων τῶν ψυχῶν ἡμῶν χάριτι.

Ἀγαλλιασώμεθά πνευματικῶς, σήμερον τῇ μνήμῃ χορεύοντες, τοῦ ἀθλοφόρου, καὶ βοήσωμεν αὐτῷ· Μεγαλομάρτυς αἴτησαι, πᾶσι τῶν πταισμάτων συγχώρησιν.

Ῥώμῃ δυναμούμενος παντουργικῇ, πάσας τῶν δαιμόνων τὰς φάλαγγας, Μάρτυς Κυρίου, ἐτροπώσω ἀνδρικῶς, καὶ κατ' αὐτῶν ἠρίστευσας, στέφος ἀφθαρσίας δεξάμενος.
Θεοτοκίον
Τόμον σε προέγραψε τῶν Προφητῶν, ἄχραντε Παρθένε ὁ μέγιστος, ἐν ᾧ δακτύλῳ κατεγράφη τοῦ Πατρός, ὁ Λόγος Θεονύμφευτε, βίβλῳ τῆς ζωῆς καταγράφων πιστούς.

Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Ὑψώθης πρὸς Κύριον, χρυσαῖς παμμάκαρ πτέρυξι, τοῦ ἱερωτάτου μαρτυρίου, καὶ πρὸς ἐνθέους μονὰς κατέπαυσας, δήμοις Ἀθλητῶν πανευκλεῶν, νῦν συναριθμούμενος, θεομάκαρ Εὐτύχιε.

Σταυρῷ τὸν τανύσαντα, ἐθελουσίως Ὅσιε, χεῖρας μιμησάμενος ἐμφρόνως, χεῖρας ἐδέθης, δέρρει κλειόμενος, καὶ παραδιδόμενος βυθῷ, καὶ τέλος δεχόμενος, ἐν αὐτῷ τὸ μακάριον.

Ἐγνώσθησαν ἔνδοξε, πορεῖαί σου ἐν ὕδασιν, ἐν οἷς τελειούμενος ἐμφρόνως, τὸν ἀλαζόνα πανστρατὶ τύραννον, Μάρτυς ἐναπέπνιξας σοφέ· ὅθεν μακαρίζοντες, εὐσεβῶς σε γεραίρομεν.
Θεοτοκίον
Νεκρούμενος πάθεσι, καὶ λογισμοῖς Πανάμωμε, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω, πρὸς τὴν θερμήν σου προστρέχω Δέσποινα, σκέπην καὶ βοήθειαν, ζωήν, μόνη ἡ κυήσασα, ζωοποίησον σῶσόν με.

Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος δ'
Τὴν θείαν ταύτην ΤΟ ΑΚΟΥΤΕ
Θαυμάτων χάριν δεξάμενος, ἰᾶσαι τῶν ψυχῶν ἀρρωστήματα, Μάρτυς Εὐτύχιε, καὶ θεραπεύεις νοσήματα, τῶν προστρεχόντων πίστει, ὑπὸ τὴν σκέπην σου.

Ἐνθέου πίστεως ἔμπλεως, καὶ χάριτος γενόμενος Ἔνδοξε, λόγον σωτήριον, σὺν Ἀποστόλοις ἐκήρυξας, τῆς δυσσεβείας λύων, σκότος βαθύτατον.

Ὁσίως Λόγον τὸν ἄναρχον, κηρύττων ὡς ἐν θήκῃ ἐμβέβλησαι, δέρρει Εὐτύχιε, καὶ τῷ βυθῷ παραδέδοσαι, πρὸς σωτηρίας ὅρμον, κατεπειγόμενος.
Θεοτοκίον
Ὑμνολογῶ σε Πανύμνητε, δοξάζω τὰ σεπτὰ μεγαλεῖά σου τῆς αἰωνίου με, ῥῦσαι δεινῆς κατακρίσεως τὸν σὸν Υἱὸν ἀπαύστως καθικετεύουσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς.
Στίχοι
Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!
Θείας τετευχώς, Εὐτυχές, κληρουχίας,
Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.
Στίχοι
Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει
Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν.

Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος δ'
Οὐκ ἐλάτρευσαν τῇ κτίσει ΤΟ ΑΚΟΥΤΕ
Σταθηρὰν ἐπιδεικνύμενος τὴν ἔνστασιν, Μάρτυς Εὐτύχιε, τοὺς τῶν Ἑλλήνων σοφούς, ἀνδρείως κατῄσχυνας, μέλπων ἐν Πνεύματι, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τοὺς τοῦ Λόγου Μαθητὰς καταμυοῦντάς σε, εὑρὼν Εὐτύχιε, τὰ ὑπὲρ λόγον καὶ νοῦν, τὸ οὖς σου ὑπέκλινας θεοπειθέστατα, καὶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ῥεῖθρον ζῶν ἐν τῇ καρδίᾳ σου Εὐτύχιε, ὑποδειξάμενος, τοῦ Πνεύματος ἀληθῶς, πλάνης ἀπεξήρανας, θολώδη ῥεύματα, καὶ ἰάσεων, ἀναπηγάζεις νάματα, τοῖς πιστῶς σοι προσιοῦσι.
Θεοτοκίον
Ὁ ἐν κόλποις τοῦ Πατρὸς ἀπερινόητος, Υἱὸς καθήμενος, ἐν κόλποις σου τῆς ἁγνῆς, ὡς βρέφος καθέζεται, ἐπ' ἀνακλήσει ἡμῶν, ᾧ κραυγάζομεν· Ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος δ'
Παῖδας εὐαγεῖς ΤΟ ΑΚΟΥΤΕ
Πολλὰ κατὰ σοῦ κενολογοῦντες, οἱ πλάνοι θεομακάριστε ᾐσχύνθησαν, μώμους σοι προσάπτοντες, ἄμωμον φυλάξαντι, τὴν σὴν ψυχὴν καὶ μέλποντι, Μάρτυς Εὐτύχιε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ νοῦς σου φωτὶ λελαμπρυσμένος, Εὐτύχιε ἔνδοξε τοῦ Πνεύματος, πλάνης ἀμαυρώσεως, ἔμεινεν ἀμέτοχος, ταῖς πρὸς Θεὸν ὑψούμενος, ἀπαύστοις νεύσεσι· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑμνοῦμεν παμμάκαρ ἀθλοφόρε, τους πόνους, τὸν ζῆλόν σου τὸν ἔνθεον, καὶ τὰ ἀριστεύματα, μέγιστε Εὐτύχιε, δι' ὧν ἐχθροῦ κατέβαλες τὰ πανουργεύματα, καὶ στέφος ἀφθαρσίας ἐδέξω, ἐκ τοῦ ἀθλοθέτου, καὶ πάντων Βασιλέως.
Θεοτοκίον
Συνῆψας τὰ πάλαι διεστῶτα, Παρθένε θεοχαρίτωτε τῷ τόκῳ σου· ὅθεν ὡς αἰτίαν σε πάντων μακαρίζομεν, τῶν ἀγαθῶν κραυγάζοντες, ψυχῆς εὐθύτητι· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Ἴδε φωταυγής, ἐπέστη πανήγυρις, τοῦ ἀθλοφόρου Χριστοῦ· πάντες οὖν συνδράμωμεν, εὐσεβοφρόνως τούτου τὰ θαύματα, καὶ ἱερὰ παλαίσματα ἀνευφημῆσαι πιστῶς, δι' ὧν ὤφθη, Ἄγγελος ἐπίγειος, ἀληθῶς καὶ οὐρανιος ἄνθρωπος.

Ὥσπερ προσφοράν, παμμάκαρ παρέδωκας, τὴν σὴν ψυχὴν τῷ Θεῷ, μέσον τῶν ὑδάτων μέν, τὸ θεῖον τέλος ὑποδεχομενος, πρὸς τὸν τρυφῆς χειμάρρουν δὲ κατασκηνούμενος, καὶ μεθέξει, κάλλιστα θεούμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος.

Στήριγμα πιστῶν, ὑπάρχεις καὶ καύχημα ἀξιοθαύμαστε, τῶν ἀσπαζομένων σου, θεόφρον Μάρτυς τὰ θεῖα λείψανα, καὶ ἐκτελούντων πάντοτε τὴν θείαν μνήμην σου, ἀθλοφόρων, μέγα ἀκροθίνιον, τῶν Ἀγγέλων ἁπάντων συνόμιλε.

Ἤθροισται λαός, ὑμνῆσαί σου σήμερον τὰ ἀριστεύματα, καὶ τὰ κατορθώματα, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, ὃν ταῖς εὐχαῖς σου μέγιστε Μάρτυς Εὐτύχιε, ἀπὸ πάσης, λύτρωσαι στενώσεως, καὶ ἀθέων βαρβάρων ἁλώσεως.
Θεοτοκίον
Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, παῦσον τὸν κλύδωνα, τὸν ἐπιγινόμενον, τῆς τῶν δαιμόνων παρενοχλήσεως, καὶ εἰς ὁδὸν κατεύθυνον τῶν θελημάτων Χριστοῦ, τοῦ νοός μου, πάναγνε τὴν στένωσιν, ὅπως πίστει ἀεὶ μακαρίζω σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».