Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου καὶ Ἀνεμποδίστου.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Ἁγίων τρία.

Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ πεντάριθμον σύνταγμα, τῶν Μαρτύρων ὑμνήσωμεν, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, Ἐλπιδηφόρον Ἀφθόνιον, καὶ τὸν Ἀνεμπόδιστον, τοὺς γενναίους Ἀθλητάς, καὶ θερμοὺς ἀντιλήπτορας, τοὺς πηγάζοντας, ἀνεμπόδιστον χάριν καὶ ἐλπίδος, ἀφθονίαν ἀκινδύνως, τοῖς εὐσεβέσι παρέχοντας.
Ἦχος δ'
Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, οὐ λεβήτων βράσματα, οὐ γῆς χάσματα, οὐδὲ θηρίων τὰ στόματα, χωρίσαι δεδύνηνται, τῆς ἀγάπης τοῦ Χριστοῦ, τήν ὑμῶν καρτερόφρονες, γενναιότητα· πρὸς αὐτὸν γὰρ ἀπαύστως ἐνορῶντες, καὶ αὐτὸν μόνον ποθοῦντες, τοὺς δυσμενεῖς ἐτροπώσασθε.
Ἦχος δ'
Οἱ τρυφῆς ἀπολαύοντες, καὶ φωτὸς ἐμφορούμενοι, καὶ ζωὴν αἰώνιον κληρωσάμενοι, τοὺς πρὸς ὑμᾶς καταφεύγοντας, κινδύνων λυτρώσασθε, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ παντοίας κακώσεως, τῇ θεόφρονι, πρὸς Θεὸν παρρησίᾳ κεχρημένοι, καὶ συμπάθειαν δεικνύντες, τὴν ἀληθῶς χρστομίμητον.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀντωνίου
Σήμερον ἡ πενταυγὴς τῶν Μαρτύρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσεν· Οὗτοι καὶ γάρ, ὡς τοῦ νοητοῦ Ἠλίου θεράποντες, καὶ τῶν Περσικῶν καθαιρέται δογμάτων, τοὺς τῷ αἰσθητῷ Ἠλίῳ προσανέχοντας, καὶ προσκυνοῦντας τὸ πῦρ, ἐχειραγώγησαν πρὸς εὐσέβειαν, ἐκέρασαν δὲ πλήρη τὸν ἀθλοφορικὸν αὐτῶν κρατῆρα, καὶ τοῖς διὰ Χριστὸν ἐκχυθεῖσιν αἵμασιν ἔστεψαν, ἡμᾶς προτρεπόμενοι τοὺς εὐσεβείας ἐραστάς. Δεῦτε, λέγοντες, τοὺς ἀγῶνας ἡμῶν ἑστιάθητε καὶ τοὺς στεφάνους καὶ τὰ γέρα προσβλέψατε· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο, ἵνα κοινωνοὶ γένησθε τῶν στεφάνων ἡμῖν, καὶ πρεσβευτὰς ἡμᾶς, πρὸς Κύριον ἔχητε.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Κητῴας κοιλίας με, τῆς πονηρᾶς ἁμαρτίας, ἐξάγαγε Δέσποινα, ἐν γαστρὶ χωρήσασα τὸν ἀχώρητον, χαλεποῦ κλύδωνος, πειρασμῶν λύτρωσαι, καταιγίδος παραπτώσεων, Κόρη ἐξάρπασον, τῶν ἀνομιῶν μου ξηραίνουσα, τὸ πέλαγος καὶ παύουσα, τῆς δαιμονικῆς παρατάξεως, τὰς ἐπαναστάσεις, τῇ θείᾳ συμπαθείᾳ σου Ἁγνή, ὅπως ἀπαύστως δοξάζω σε, τὴν ἀειμακάριστον.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἄρνα τὸν ἴδιον, Ἀμνὰς ἡ ἄσπιλος πάλαι, καὶ ἄμωμος Δέσποινα, ἐν Σταυρῷ ὑψούμενον ὠς ἑώρακε, μητρικῶς ὠλόλυζε, καὶ ἐκπληττομένη, ἀνεβόα· Τὶ τὸ ὅραμα, τέκνον γλυκύτατον, τοῦτο τὸ καινὸν καί παράδοξον, πῶς δῆμος ὁ ἀχάριστος, βήματι Πιλάτου παρέδωκε, καὶ κατέκρινέ σε, θανάτῳ τὴν ζωὴν τὴν τῶν βροτῶν, ἀλλ' ἀνυμνῶ σου τὴν ἄφατον, Λόγε συγκατάβασιν.

Ἀπόστιχα
Δοξαστικὸν
Ἦχος β'
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τῶν Ἀθλοφόρων ὦ φιλέορτοι. Δεῦτε εὐφημήσωμεν αὐτούς, μυστικῶς ἐγκωμιάζοντες· Χαίροις, Ἀκίνδυνε, χαίροις Πηγάσιε, χαίροις Ἀνεμπόδιστε, χαίροις Ἐλπιδηφόρε, χαίροις Ἀφθόνιε, οἱ τὴν πλάνην τῶν εἰδώλων εἰς χάος βυθίσαντες, καὶ Χριστὸν τὸν Κύριον, ἐν μέσῳ τοῦ σταδίου, τρανῶς κηρύξαντες. Διὸ παμμακάριστοι καὶ πολύαθλοι, μὴ παύσητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξυλου ΤΟ ΑΚΟΥΤΕ
Ξύλῳ, τοῦ Σταυροῦ σε Ἰησοῦ, προσαναρτηθέντα ὁρῶσα, ἡ Ἀπειρόγαμος, ἔκλαιε καὶ ἔλεγε· Τέκνον γλυκύτατον, ἵνα τὶ ἐγκατέλιπες, ἐμὲ τὴν τεκοῦσαν, μόνην φῶς ἀπρόσιτον, τοῦ προανάρχου Πατρός; σπεῦσον, καὶ δοξάσθητι ὅπως, δόξης ἐπιτύχωσι θείας, οἱ τὰ θεῖα πάθη σου δοξάζοντες.

Ἀπολυτίκιον
Ἦχος β'
Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμων· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῶν Ἁγίων Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.
Ταῖς σαῖς λιταῖς με Μαρτύρων πληθὺς σκέπε.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι,τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Τριάδος ἰσάριθμοι, τῆς Παναγίας πανόλβιοι, Τριάδος ἐδείχθητε, προσκυνηταὶ τῆς σεπτῆς, καὶ παρίστασθε, τῷ θρόνῳ τῆς Τριάδος, θερμοὶ ἀντιλήπτορες, τῶν προστρεχόντων ὑμῖν.

Ἀκίνδυνον Ἅγιοι, ἀνεμποδίστως πηγάζετε, τὴν χάριν προσνέμοντες, τοῖς προσιοῦσι πιστῶς, πάντα κίνδυνον, καὶ πᾶσαν ἀθυμίαν, καὶ ζάλην καὶ τάραχον, καταπραΰνοντες.

Ἰσχὺν τὴν ἀνίκητον, περιζωσάμενοι Ἅγιοι, σαρκὸς τὴν ἀσθένειαν, οὐκ ἑλογίσασθε, ἀλλ' ἀπτόητον, τὸ φρόνημα δεικνύντες, πυρὸς καὶ κολάσεων, κατετολμήσατε.
Θεοτοκίον
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου Φιλάνθρωπε».

Στερεωθέντες, τοῦ Χριστοῦ τῇ δυνάμει πανάριστοι, διανοίᾳ σταθηρᾷ, διὰ πυρός τε καὶ ὕδατος, ἀθλοῦντες διήλθετε, πρὸς τὰ οὐράνια.

Ἀρραγεστάτῃ, τῶν μελλόντων ἐλπίδι νευρούμενοι, τῶν παρόντων ἀλγεινῶν, ἀνδρειοτάτῳ φρονήματι, πανένδοξοι Μάρτυρες, κατεφρονήσατε.

Ἴσα φρονοῦντες, τοῖς τρισὶ Νεανίαις πανεύφημοι, ἀπονοίας Περσικῆς, τὸ πῦρ σβεννύντες ἐφάνητε, τῇ δρόσῳ τοῦ Πνεύματος, περιχεόμενοι.
Θεοτοκίον
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα· πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Κατεπλάγησαν ποτέ, τῶν ἀνομούντων οἱ λαοί, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλέποντες Μάρτυρες ὑμῶν, καὶ τῷ Κυρίῳ πιστεύοντες ἀνεκραύγαζον· Δόξα σοι Χριστέ, παντοδυναμε· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ οἴδαμεν ἕτερον, ὁ ἐνεργῶν παράδοξα θαυμάσια, ἐν τοῖς ἁγίοις σου Μάρτυσιν. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντάς σε.
Δόξα... Ἦχος πλ. δ' Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Ἀκινδύνως τὸν δρόμον τὸν εὐσεβῆ, ἐν σταδίῳ ἀθλοῦντες οἱ εὐκλεεῖς, ἐλπίδι διήνυσαν, τῶν στεφάνων ῥωννύμενοι· τοὺς γὰρ ὑπεναντίους, εἰς τέλεον ὤλεσαν, ἀνεμποδίστως τὴν νίκην, αὐτῶν περαιώσαντες· ὅθεν καὶ ἀφθόνως, τοῖς αἰτοῦσιν ἐν πίστει, πηγάζουσι πάντοτε, τὴν πληθὺν τῶν ἰάσεων, οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε. Ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανάμωμε.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσά σε ἐν Σταυρῷ, ἀδίκως κρεμάμενον, θρηνῳδοῦσα ἐβόα σοι· Ὁ μὲν κόσμος εὐφραίνεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».

Λαμπρυνόμενοι τῷ κάλλει, τῆς ἀρίστης ἀθλήσεως, φαεινοὶ λαμπτῆρες, Μάρτυρες Χριστοῦ ἀνεδείχθητε, φαεινοτάταις ἀκτῖσι καταυγάζοντες, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἱλαστήριον τὸ αἷμα, τῶν Μαρτύρων γεγένηται, καὶ εὐωδεστάτη, ὄντως τῷ Θεῷ καθιέρωσις, ἀνεμποδίστως διδοῦσα τὴν ἀκίνδυνον, ἀναβρύουσαν, πᾶσι πηγὴν τῶν ἰάσεων.

Τῶν ποικίλων πειρασμῶν τε, καὶ κινδύνων τὴν ἔφοδον, ταῖς ὑμῶν πρεσβείαις, ταῖς πρὸς τὸν Χριστὸν διεκρούσασθε, τῶν ἐκτελούντων ἐν πίστει τὴν πανίερον, καὶ πανέορτον, μνήμην ὑμῶν ἀξιάγαστοι.

Ἀνατρέψαντες τῆς πλάνης, τῶν εἰδώλων τὸ ἄθεον, τοῦ Θεοῦ τῶν ὅλων, τὴν ζωοποιοῦσαν ἐνέργειαν, ἐπὶ τῶν ἔργων δεικνύντες ἐκραυγάζετε, ἀεισέβαστοι· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Θεοτοκίον
Ἰσχυρότατόν σε ὅπλον, κατ' ἐχθρῶν προβαλλόμεθα, δυσχερείας πάσης, καὶ τῶν χαλεπῶν περιστάσεων, ἀποσειόμεθα βλάβην καὶ τὸν κλύδωνα, τῶν αἱρέσεων, Μήτηρ Θεοῦ διαφεύγομεν.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου, ἀλλ' ἡμεῖς σε Μονογενές, Πατρικῆς ἀπαύγασμα, δόξης θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε».

Σεαυτὸν Ἀφθόνιε, προσήγαγες Θεῷ, καρτερῶς τὴν τυραννικὴν διελέγξας Ἔνδοξε, γνώμην τὴν ἄθεον, καὶ φωτὶ προσέδραμες, τῷ τῆς πίστεως γηθόμενος.

Μυηθεὶς Ἀφθόνιε, τὸ πάθος τοῦ Χριστοῦ, δι' αὐτὸν σοῦ τὴν κεφαλήν, ἀπετμήθης ἄριστε, καὶ πρὸς τὴν ἄληκτον εὐφροσύνην ἔσπευσας, καὶ ἀθάνατον ἀπόλαυσιν.

Ἐπὶ τὴν ἀσάλευτον, ἐλπίδα στηριχθείς, καὶ τερπνῶν τῶν ἐπὶ τῆς γῆς, καταπτύσας πάνσοφε Ἐλπιδηφόρε, ἐπτερώθης ἔρωτι, τῆς ἀχράντου ὡραιότητος.

Μακαρίας λήξεως, ἀφράστου τε τρυφῆς, ἐν σκηναῖς ταῖς ἐν οὐρανοῖς, ἠξιώθης Ἔνδοξε, Μάρτυς Ἀκίνδυνε· ἀκλινῶς γὰρ ἔδραμες, σὺ τὸν δρόμον τῆς ἀθλήσεως.
Θεοτοκίον
Ἀνατείλας Ἥλιος, ἐκ σοῦ ὁ νοητός, τηλαυγῶς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμονων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Ῥεόντων, τὸ φθαρτὸν παριδόντες τὰ ἄφθαρτα, κατηξιώθητε βλέπειν, πειρασμῶν οὖν ῥύσασθε καὶ κινδύνων, τοὺς ἐν πίστει, ὑμᾶς προσκαλουμένους Ἀήττητοι.

Τριάδος, τῆς ἀρχικῆς πανένδοξοι Μάρτυρες, τοὺς χαλεπῶς δεδεμένους, καὶ φρουραῖς ἀφύκτοις κατεχομένους, διαλύσαι, ταῖς ὑμῶν ἱκεσίαις σπλαγχνίσθητε.

Ὑπὲρ σοῦ, ἑαυτοὺς παραδόντες εἰς θάνατον, ἀθανασίας Σωτήρ μου, οἱ γενναῖοι ἔτυχον καὶ σωτῆρες, τῶν ἐν ζάλῃ, καὶ συμφοραῖς καὶ θλίψει γεγόνασιν.
Θεοτοκίον
Ῥῆξόν μου, τὸ τῶν πταισμάτων Κόρη χειρόγραφον, τῆς συνεχούσης με λύπης, καὶ παθῶν τὴν λύσιν χαριζομένη, καὶ τηροῦσα, διηνεκῶς ἀλώβητον Δέσποινα.

Κοντάκιον
Ἦχος δ'
Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ
Τῇ τῆς Τριάδος καλλονὴ λαμπρυνθεῖσα, ἡ πενταυγὴς τῶν Ἀθλητῶν θεία φάλαγξ, τὰς τῶν τυράννων ἤμβλυνε δεινὰς προσβολάς, ἄφθονον ἀκίνδυνον, ἀνεμπόδιστον χάριν, ἅπασι πηγάζουσα, τοῖς ἐλπίδι καὶ πόθῳ, ἐνθέως προσιοῦσι δι' αὐτῶν, τῷ πάντων Κτίστῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Ὁ Οἶκος
Τὴν ῥυπωθεῖσαν μου ψυχήν, τῷ ῥείθρῳ τοῦ ἐλέους, τῆς σῆς φιλανθρωπίας, ἀπόσμηξον Οἰκτίρμον, καὶ ἐν φωτὶ ἀειλαμπεῖ, αὔγασον ὑμνῆσαι τὸν πεντάριθμον χορόν τῶν Μαρτύρων σου, Ἀκίνδυνον καὶ θεῖον Πηγάσιον, σὺν Ἐλπιδηφόρῳ καὶ Ἀφθονίῳ τὸν γενναῖον Ἀνεμπόδιστον, τοὺς σεπτοὺς Ἀθλοφόρους, οἳ πᾶσαν προσβολὴν βασάνων ἀνδρείως, τῇ ἀγάπῃ σου σαφῶς τρέψαντες Λόγε, θῦμα λογικὸν προσήγαγόν σοι ἑαυτοὺς τῷ πάντων Κτίστῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφορου, καὶ Ἀνεμποδίστου.
Στίχοι
Ἀκίνδυνον πῦρ, τῶν δὲ λοιπῶν τεττάρων,
 Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος.
Δευτέρῃ Ἀφθονίῳ καὶ τέταρσι, πῦρ ἄορ, ἆθλος.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι ξίφει τελειοῦνται.
Στίχοι
Συγκλητικοὶ ποθοῦντες ἄφθαρτον γέρας,
Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου, καὶ λοιπῶν Ἁγίων ὀκτώ.
Στίχοι
Τὸ πῦρ ἀριστεῖς καρτερήσαντες δέκα,
Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ.
Οἱ Ἅγιοι Μάρτυρες Εὐδόξιος καὶ Ἀγάπιος, καὶ ἕτεροι ὀκτὼ πυρὶ τελειοῦνται.
Αἱ Ἅγιαι Μάρτυρες Κυριακὴ Δομνῖνα καὶ Δόμνη, ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ».

Ὡς ἐλυτρώσω τῆς φλογός, τοὺς τρεῖς εὐσεβεῖς Νεανίας, οὕτω καὶ νῦν τοὺς Ἀθλητάς, ἐν καμίνῳ πυρὸς διεφύλαξας, ὁμοφρόνως βοῶντάς σοι· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Νέμεις ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς Ἀθλοφόροις σου Χριστέ, συνεργῶν καὶ συμπράττων ὡς εὔσπλαγχνος, καὶ φαινόμενος ψάλλουσιν· Ὁ Θεός ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Πλήθη Μαρτύρων ἀψευδῶς, συγκεκροτημένα πίστει, προσενηνόχατε Χριστῷ, παραδόξων θαυμάτων ἐπίδειξιν, ἐνεργοῦντες καὶ ψάλλοντες· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Λελυτρωμένοι διὰ σοῦ, τῆς τῶν προπατόρων κατάρας, καὶ πρὸς ἀΐδιον τρυφήν, μεταστάντες τὸ Χαῖρέ σοι κράζομεν, ὑπερένδοξε Δέσποινα, ἡ Θεὸν σεσαρκωμένον ἡμῖν τεκοῦσα.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἡ εὐαγεστάτη τῶν Μαρτύρων, πανήγυρις χαρμοσύνως ἐπεδήμησε, κόσμον καταυγάζουσα, πάντας κατευφραίνουσα, καὶ τηλαυγῶς φαιδρύνουσα, πίστει τοὺς ψάλλοντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θηρίων καὶ βόθρων καὶ βασάνων, ἀγρίων κατετολμήσατε Μακάριοι, ἔχοντες συλλήπτορα, τὸν ἀκαταγώνιστον, καὶ τὸν τῆς δόξης Κύριον, ᾧ νῦν κραυγάζομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑμᾶς τοὺς γενναίους Ἀθλοφόρους, Ἀκίνδυνον Πηγάσιον Ἀφθόνιον, αὖθις Ἀνεμπόδιστον καὶ τὸν παναοίδιμον, Ἐλπιδηφόρον ἔχοντες, τεῖχος ἀκράδαντον, τὸν Κύριον ὑμνοῦμεν ἀπαύστως, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στεφάνῳ τῆς νίκης κοσμηθέντες, καὶ κάλλους διαδήματι λαμπόμενοι, αἴγλην τὴν ἀνέσπερον, τέλος τὸ μακάριον, ἐν οὐρανοῖς εἰλήφατε, Μάρτυρες κράζοντες· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Θεοτοκίον
Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε, τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν· διὸ σὲ τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῴκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μακαρίζομεν».

Καμάτους ὑμῶν τοὺς ἐπὶ γῆς οὐράνιος, εὐφροσύνη διεδέξατο, ἔνθα Μαρτύρων αἱ χορεῖαι, καὶ τὰ τῶν Ἀθλοφόρων στρατεύματα, καὶ πᾶσα τῶν Πρωτοτόκων ὁμήγυρις, τοῖς οὐρανίοις συνευφραίνεται.

Ἐκ τῶν δεσμῶν τῶν ὀδυνηρῶν Πανόλβιοι, καὶ κινδύνων διασώσατε, πάντας τοὺς πίστει, τὴν ἁγίαν πανήγυριν, ὑμῶν ἑορτάζοντας, εἰρήνην καὶ γαλήνην αἰτούμενοι, καὶ σωτηρίαν πανσεβάσμιοι.

Πλουσίῳ λαμπόμενοι φωτὶ καὶ χάριτι, Ἀθλοφόροι διαπρέποντες, λύσιν πταισμάτων καὶ φροντίδων, ἅμα τοῖς σὺν ὑμῖν ἀριστεύσασι, δοθῆναι τοῖς πρὸς ὑμᾶς καταφεύγουσι, τὸν εὐεργέτην δυσωπήσατε.
Θεοτοκίον
Εὔα μὲν τοῦ ξύλου τῆς ζωῆς ἐξώρισται, κωλυθεῖσα τῆς μεθέξεως σὺ δὲ Παρθένε Θεοτόκε, ζωὴν τὴν πρὸ αἰώνων ἐκύησας, τῷ κόσμῳ τὴν ζωηφόρον ἐνέργειαν, χαριζομένη διὰ πίστεως.

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ἀκίνδυνον πηγάζετε, τὴν χάριν τῶν ἰάσεων, ἀνεμποδίστως ἀφθόνως, τοῖς ἐπ' ἐλπίδι τελοῦσι, τὴν μνήμην ὑμῶν Ἅγιοι, ἀλλὰ καὶ νῦν πηγάζοιτε, ἰάματα πανεύφημοι, τοῖς ὑμᾶς πόθῳ τιμῶσι, πεντάριθμοι Ἀθλοφόροι.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τὴν φύσιν ἀνεκαίνισας, φθαρεῖσαν τοῦ προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Πλάστην πάσης φύσεως, ὑφ' οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

Ἀπόστιχα
Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου, εἶτα τὸ ἰδιόμελον τοῦτο.
Ἦχος β'
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Αἱμάτων τοῖς κρουνοῖς τὸ σῶμα βάψας, ἀκινδύνως διῆλθες, τὴν τοῦ μαρτυρίου ὁδόν, ἀθλοφόρε Ἀκίνδυνε· ὅθεν καὶ ἰσχὺν τὴν ἔνθεον περιζωσάμενος, τὰ τοῦ ἐχθροῦ ἐξέκοψας μηχανουργήματα, Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν πρεσβεύων,τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος δ'
Ἡ πενταφεγγὴς τῶν Ἀθλητῶν λαμπάς, ὡς ἐν δρυμῷ ξύλων ἀξίνη, δαυϊτικῶς ἐξέκοψε τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ ὁμολογήσαντες Χριστόν, ἐναντίον βασιλέων, ἀπαύστως πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Μακαρίζω σε Πάναγνε, τὴν βροτοὺς ἀφαρπάσασαν, ἐκ βυθοῦ κακίας καὶ ἀπογνώσεως, ὑμνολογῶ σε Θεόνυμφε τὴν ἀειμακάριστον, καὶ δοξάζω σου Σεμνή, τὴν ἀπόρρητον κύησιν, ὅτι ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κατάρας, ἠλευθέρωσας Παρθένε, προγονικῆς τὸ ἀνθρώπινον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ Ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καί· Τὶ τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε; ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.