Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν τρία Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.

Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Γάλακτι τραφεὶς ἀσκήσεως, διὰ βασάνων πολλῶν, Γαλακτίων καὶ θλίψεων, εἰς Χριστοῦ κατήντησας, ἡλικίαν γενόμενος, δεκτὴ θυσία, τέλειον σφάγιον, τῇ αὐθαιρέτῳ ὁρμῇ πανόλβιε. Ὢ τῆς ἑδραίας σου, καὶ βεβαίας πίστεως! δι' ἦς Θεοῦ, ἔτυχες θεούμενος, νῦν τελεώτερον.
Ἦχος πλ. δ'
Ἐπιστημόνως ἐζήτησας, τῶν ἀγαθῶν τὴν πηγήν, ὀρεκτῶν τὸ ἀκρότατον, ταῖς αὐτοῦ λαμπρότησι,καὶ ψυχὴν καὶ διάνοιαν, καταυγασθεῖσα Θεομακάριστε, καὶ καθελοῦσα στερραῖς ἐνστάσεσι, τὸν πολυμήχανον, καὶ ἀρχαῖον δράκοντα, μοναζουσῶν, θεῖον ἐγκαλλώπισμα, μάρτυς πολύαθλε.
Ἦχος πλ. δ'
Δύο φωστῆρες ὑπέρλαμπροι, Ἀνατολῆς νοητῆς, ἀνατέλλουσι χάριτι, καὶ τὴν κτίσιν ἅπασαν, εὐσεβῶς καταυγάζουσιν, ὑπερβαλλούσαις ἄθλων λαμπρότησι, καὶ ἰαμάτων, θείοις πυρσεύμασιν, ὧν τὴν ὑπέρφωτον, ἑορτὴν γεραίροντες, τὸν δι' αὐτῶν, πάντας ἁγιάζοντα, Χριστὸν δοξάσωμεν.
Θεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις, καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν· Ἔκλαιε λέγουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσὴλωσεν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οι Μάρτυρές σου, Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών, σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Τοὺς ἀνεσπέρους φωστῆρας τοὺς λογικούς, οὐρανοὺς τοὺς λάμψαντας, ὑπὲρ ἥλιον ἐν γῇ, τοῦ Χριστοῦ τοὺς θείους Ἀθλητάς, ἐν ᾠδαῖς πνευματικαῖς πίστει τιμήσωμεν.

Ἑλληνικῆς ἀπὸ ῥίζης στειρωτικῆς, εὐθαλὴς ἐβλάστησας θεοδώρητος βλαστός, Γαλακτίων κόσμῳ τοὺς καρπούς, προβαλλόμενος τῆς σῆς ἀτρέπτου πίστεως.

Ἐπιστημόνως τὴν πίστιν τὴν πρὸς Χριστόν, ἐκζητοῦσα ἔδραμες, πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ τυχοῦσα θείας δωρεᾶς, Ἐπιστήμη νυμφικῶς τούτῳ νενύμφευσαι.
Θεοτοκίον
Κατεποντίσθην ὁ τάλας ἐν τῷ βυθῷ, τῶν πολλῶν μου πράξεων, καὶ πρὸς σὲ τὴν ἀγαθήν, καταφεύγω Μῆτερ τοῦ Θεοῦ, δὸς μοι χεῖρα βοηθείας καὶ διάσωσον.

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὒκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ,τῆς ὁμολογίας σου».

Ἐφέσει κρείτονος ζωῆς, καὶ τρυφῆς ἀνεκφράστου, τῶν φθαρτῶν ὑπερεῖδες, καὶ ῥευστῶν πάντα τερπνά, σὺν Ἐπιστήμῃ Χριστῷ Γαλακτίων, εὐπειθῶς ἑπόμενος.

Ῥυσθέντες βρόχων σαρκικῶν, καὶ παθῶν πολυπλόκων, ἐν ἀσκήσει τῷ πόθῳ, συνεδέθητε Χριστοῦ· θυσία δὲ καθαρά, ἐν ἀθλήσει, τούτῳ προσηνέχθητε.

Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, ἀρνησάμενοι κόσμον,συνεδέθητε μᾶλλον, τῷ Πνεύματι Ἀθληταί, καὶ διὰ πόνων πολλῶν, βασιλείας, θείας ἠξιώθητε.
Θεοτοκίον
Οὐκ ἔστιν ὅστις πρὸς τὴν σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν σου οἰκτιρμῶν· διὸ δέομαι τῆς σῆς, ὅπως τύχω, Κόρη ἀντιλήψεως.

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἀσκήσει λαμπρύνας σου, τὸ ὀπτικὸν τῆς ψυχῆς, ἀκτῖσιν ἀθλήσεως, φωταγωγεῖς τοὺς πιστούς, Γαλακτίων μακάριε· ὅθεν σου τὴν ἁγίαν, καὶ φωσφόρον ἡμέραν, πίστει ἐπιτελοῦμεν, εὐσεβῶς σοι βοῶντες· Ὡς ἔχων παρρησίαν πρὸς Χριστόν, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν Ἀσωμάτοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος, μόνη Πανύμνητε.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο. Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖ τῷ θανάτω; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς εὔσπλαγχνος.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Θεοῦ σε πρόνοια, βλαστὸν ἀνέδειξε, στειρευούσης νηδύος τῶν ἀρετῶν, τοὺς καρποὺς πληθύνοντα, καὶ καρποφόρον δεικνύντα, παραινέσεσι τὴν σύζυγον.

Χριστὸν ἐπόθησας, κόσμον ἐμίσησας, κατεφρόνησας πλούτου, δόξης, τρυφῆς, καὶ τιμῆς ἠλόγησας, φθαρτῶν τὰ ἄφθαρτα σοφῶς, ἀλλαξάμενος πανόλβιε.

Χριστοῦ τοῖς ἴχνεσι, κατηκολούθησας, ἀκλινῶς Γαλακτίων σὺν τῇ σεπτῇ, Ἐπιστήμῃ ἔνδοξε· διὸ καὶ δόξης παρ' αὐτοῦ, καὶ στεφάνων κατηξίωσαι.
Θεοτοκίον
Ναὸν ἐμόλυνα, κακῶς τοῦ σώματος, Παναγία Παρθένε τὸ καθαρόν, Θεοῦ οἰκητήριον, κάθαρον ῥύπου με παντός, τῶν παθῶν μου ταῖς πρεσβείαις σου.

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῶ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Τῷ θείῳ φέγγει καταυγασθείς, καὶ τῆς ἀπαθείας καλλοναῖς, περιλαμφθεὶς Γαλακτίων σοφέ, ἔπεισας ἁγνεύειν σὺν σοὶ τὴν σύζυγον, ζυγὸν ἀνελομένην, τὸν ἐλαφρόν τοῦ Χριστοῦ.

Πυρὶ πυρούμενοι πειρασμῶν, πῦρ φιληδονίας καὶ πυράν, πολυθεΐας ἐσβέσατε, ἄμφω τὰ συμφέροντα συμφρονήσαντες, ἐν πόνοις πολυτρόποις, ψυχῆς καὶ σώματος.

Νόμῳ πειθόμενοι τοῦ Θεοῦ, ἄραντες ἐπ' ὤμων τὸν σταυρόν, εἵλεσθε βίον τὸν ἄμεμπτον, καὶ διπλοῖς στεφάνοις κατεκοσμήθητε, ἀσκήσει καὶ νομίμοις, ἄθλοις ἐκλάμψαντες.
Θεοτοκίον
Ἡλίου ὄχημα φωτεινόν, κάθαρον τὸν ῥύπον τῆς ψυχῆς, κἀμοῦ τοῦ δούλου σου δέομαι. τάχυνον τὴν χάριν τῆς εὐσπλαγχνίας σου, καὶ ἴασαι νοσοῦντα, Κόρη Θεόνυμφε.

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Τοῦ βίου τὸ βίαιον, βδελυξάμενοι σαφῶς, εἵλεσθε βίον ἄμεμπτον, ὡς βιασταὶ τῆς φύσεως καὶ διπλοῖς, ἐν ἄθλοις προλάμψαντες, διττοῖς τοῖς στεφάνοις κατεκοσμήθητε.

Σωμάτων διάστασιν, ὑποστάντες τῶν ψυχῶν, ἑνώσει διὰ πίστεως, ἀσάρκους πρὶν καθείλετε δυσμενεῖς, αὖθις ὀρωμένους δέ, κατεβάλετε, σθένει θείου Πνεύματος.

Νομίμως ἠρίστευσαν, Γαλακτίων ὁ κλεινός, καὶ ἡ θεόφρων σύζυγος, Ἐπιστήμη ἀνδρείως καὶ καρτερῶς, αὐτῶν ταῖς δεήσεσι, τὰ ἐλέη σου Λόγε πᾶσι δώρησαι.
Θεοτοκίον
Ἀγάθυνον Δέσποινα, τὴν ψυχήν μου ἐν πολλοῖς, κεκακωμένην πταίσμασι, καὶ τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν, Θεὸν καθικέτευε, βασιλείας τῆς ἄνω ἀξιῶσαί με.

Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Μαρτύρων Χριστοῦ, τοῖς δήμοις ἠριθμήθητε, ἀγῶσι στερροῖς, φαιδρῶς ἀγωνισάμενοι, Γαλακτίων ἔνδοξε, σὺν συζύγῳ σεπτῇ καὶ συνάθλῳ σου, Ἐπιστήμῃ, τῷ μόνῳ Θεῷ, πρεσβεύοντες ἄμφω ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὸν γενναῖον ἐν Μάρτυσι Γαλακτίωνα, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, σὺν τῇ πανευκλεεῖ συζύγῳ, τῇ φερωνύμῳ Ἐπιστήμῃ· οὗτοι γὰρ καθεῖλον τοῦ ἐχθροῦ τὸ φρύαγμα, καὶ εἰδώλων τὸ ἄθεον ἤλεγξαν, τὴν δὲ πίστιν Χριστοῦ ἀνεκήρυξαν. Διὸ περιφανῶς λαβόντες παρ' αὐτοῦ, τοὺς στεφάνους τῆς ἀφθαρσίας, ἀπαύστως πρεσβεύουσιν ὑπέρ πάντων ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.
Στίχοι
Ἀσυνδυάστους συζύγους κτείνει ξίφος,
Τὴν ψυχικὴν σύζευξιν ἠγαπηκότας.
Τμήθη Ἐπιστήμη Γαλακτίων τ' ἑνὶ πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἑρμᾶ, Πατρόβα, Λίνου, Γαΐου καὶ Φιλολόγου.
Στίχοι
Ἑρμᾶς, Πατρόβας καὶ Γάϊος τρεῖς ἅμα,
Ἀπόστολοι θνῄσκουσιν, οἷς τριὰς φίλη.
Καθείς, Ἰησοῦς γνώσεως θείας λίνον,
Ζωγρεῖ σε, Λῖνε, καὶ μεθιστᾷ τοῦ βίου.
Φιλόλογος φιλῶν σὲ τὸν Θεὸν Λόγον,
Πληροῖ λόγους σούς, καὶ θανὼν σύνεστί σοι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομνῖνος πυρὶ τελειοῦται.
Στίχοι
Ἀνασκοπῶν πῦρ τῆς γεέννης Δομνῖνος,
Τὸ τῇ δε πῦρ ἔφριττεν οὔμενουν ὅλως.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τιμόθεος, Θεόφιλος καὶ Θεότιμος, πυγμαῖς τελειοῦνται.
Στίχοι
Τὸν Τιμόθεον, καὶ συναθλητὰς δύω
Κτείνουσι πυγμαί, καὶ Θεὸς τιμᾷ Λόγος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δωρόθεος, θηρίοις ἐκδοθείς, τελειοῦται.
Στίχοι
Ὁ Δωρόθεος ἐκδοθεὶς τοῖς θηρίοις,
Δῶρον προσήχθη τῷ Θεῷ προσδεκτέον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Εὐψύχιος καὶ Καρτέριος,τὰ αἰδοῖα τμηθέντες, τελειοῦνται.
Στίχοι
Αἰδοῖα Καρτέριος ἐκτετμημένος,
Σὺν Εὐψυχίῳ καρτεροψύχως φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σιλβανός, εἰς μέταλλα βληθείς, τελειοῦται.
Στίχοι
Ἐν τοῖς μετάλλοις Σιλβανὸς βεβλημένος,
Λείπει μέταλλα καὶ μεταλλάττει βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάμφιλος, ξεσθεὶς καὶ φυλακισθεὶς τελειοῦται.
Στίχοι
Φρουρᾷ δαμασθείς, καὶ πρὸ τῆς φρουρᾶς ξέσει,
Διπλοῦν λάβοι Πάμφιλος εἰκότως στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ὁμολογητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀγαθάγγελος ξίφει τελειοῦται.
Στίχοι
Χριστάγγελός τις ψῆφος Ἀγαθαγγέλῳ
Ἡ τῆς τελευτῆς ψῆφος ἦν ἐκ τοῦ ξίφους.

Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωνᾶ, ἀρχιεπισκόπου Νοβογοροδίας Ῥώσσου τοῦ θαυματουργοῦ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Δροσοβόλος ὑμᾶς χάρις ἡ τοῦ Πνεύματος, πανσόφως προσανέψυχε, πυρπολουμένους πειρασμῶν πυρὶ καὶ ἀλγεινῶν, ἀσκήσεως καὶ τῶν αἰκισμῶν, οὓς ἐν ἀθλήσει καρτερῶς, αὖθις ὑπέστητε.

Τῆς ἁγνείας μὲν τῷ πόθῳ καὶ ἀσκήσεως, στέργετε τὴν διάστασιν, ἐν ὁμονοίᾳ δὲ ψυχῆς διὰ πίστεως στερρᾶς, συνδούμενοι πρὸς ἀθλητικάς, αὖθις ἡνώθητε λαβάς, Ὁσιομάρτυρες.

Γαλακτίων ὁ πανένδοξος θεσπίσμασι, πειθήσας τοῦ Παντάνακτος, τὰ θεσπίσματα ὡς ληρήματα τῶν δυσσεβῶν, ἡγήσατο· ὅθεν οὐρανῶν, τὴν βασιλείαν ἐν Χριστῷ κλῆρον ἀπείληφεν.
Θεοτοκίον
Ὑπερτέρα ἐχρημάτισας Πανάμωμε, τῶν νοερῶν Δυνάμεων· ὃν γὰρ ἐκεῖνοι οὐ τολμῶσιν ὅλως κατιδεῖν, ἀγκάλαις ἐβάστασας ταῖς σαῖς, χαριστηρίοις σε φωναῖς· ὅθεν δοξάζομεν.

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Τοῦ τῆς φύσεως πόθου φίλτρον θερμότερον, πρὸς Χριστὸν ἐσχηκότες, σαρκὶ καὶ αἵματι, ὅλω τῷ νοῒ προσανέχειν ἀπείπασθε, σχέσεως ὑλώδους, ἐμφρόνως ἀποστάντες.

Τῆς πρὸς σάρκα φιλίας ξένως διέστητε, τῆς ἁγνείας τῷ φίλτρῳ θείως ἡνώθητε, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ συνηρμόσθητε, κλέος συζυγίας, ἀζύγων μέγα θαῦμα.

Βασιλείαν τὴν ἄνω Μάρτυς θεσπέσιε, κατοικῆσαι σπουδάζων, ταύτην κατέλαβες, αἵμασι τοῖς σοῖς, Γαλακτίων ὠνούμενος, σὺν τῇ Ἐπιστήμῃ, τῇ σῇ καλῇ συνάθλῳ.
Θεοτοκίον
'Ὥσπερ πύρινος θρόνος φέρεις Πανάμωμε, τὸν ἐν κόλποις πατρῴοις ἀναπαυόμενον, ὃν ὑπὲρ ἡμῶν, Θεοτόκε ἱκέτευε, ὅπως αἰωνίου, ῥυσθῶμεν καταδίκης.

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».

Χριστοῦ τῷ πόθῳ θερμῶς στομούμενοι, σχέσιν ψυχρὰν τοῦ βίου καὶ τοῦ φίλτρου τῆς φύσεως, καὶ δεσμοὺς τῆς σαρκὸς διερρήξατε, διὰ τὴν ἐν Τριάδι μίαν Θεότητα, Μάρτυρες δυάδος, ὑλικῆς ὑπεργενόμενοι.

Χοροῖς Μαρτύρων, Παρθένων τάγμασιν, ἐν οὐρανοῖς χορεύων, καὶ φωτὶ ἀγαλλόμενος, σὺν τῇ σῇ συζύγῳ Ἐπιστήμῃ κακῶν, λύσιν ἡμῖν βραβεύεις, νίκας τῷ Ἄνακτι, κόσμῳ Γαλακτίων, εἰρήνην καὶ μέγα ἔλεος.

Στερρῶς ἐν πίστει εἰς ἓν ἑνούμενος, πανευκλεῶς ὁ θεῖος Γαλακτίων ὁ πάνσοφος, καὶ τῇ σεμνῇ Ἐπιστήμῃ συνδούμενος, συνήθλησε γενναίως, τούτων δεήσεσιν, οἴκτειρον ἡμᾶς Λόγε Θεοῦ, ὡς ὑπεράγαθος.
Θεοτοκίον
Φωναῖς ὑμνοῦμεν χαριστηρίοις σε, οἱ διὰ σοῦ τυχόντες ἀληθῶς τῆς θεώσεως, καὶ βοῶμέν σοι· Χαῖρε Πανάμωμε, χαῖρε εὐλογημένη, χαῖρε παλάτιον, τοῦ Παμβασιλέως καὶ Θεοῦ, χαῖρε Μητρόθεε.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Τραφεὶς τῷ γάλακτι Μάρτυς, τῆς πίστεως Γαλακτίων, σὺν τῇ σεμνῇ Ἐπιστήμῃ, ἐνήθλησας μέχρι τέλους, ὑμῶν ἁγίαις πρεσβείαις, ῥυσθείημεν τῆς γεέννης.
Θεοτοκίον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Χαριστηρίοις ὕμνοις, δοξάζοντές σε Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶμέν σοι Θεοτόκε· Χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.