Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιού
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμε Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία.

Στιχηρὰ τοῦ Προφήτου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοὺ γενόμενος, καὶ παρ' αὐτοῦ φωτιζόμενος, θεοειδέστατον, Προφητείας τρόπον, καὶ μελλόντων πρόγνωσιν, καὶ γνῶσιν ἀληθείας ἐπλούτησας καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος α'
Εἷς χαρακτηρίζεται Θεός, πρώτοις ἰδιώμασι, καὶ κατ' οὐσίαν γνωρίσμασι, τούτων οἱ ἔνδοξοι, καὶ σεπτοὶ προφῆται, μετοχῇ καὶ χάριτι, δευτέρως κατὰ θέσιν μετέχουσι, καταλαμπρύνοντος, τοῦ Κυρίου τοὺς θεράποντας, τοὺς οἰκείους, ἰδίᾳ λαμπρότητι.
Ἦχος α'
Ἀδύτου πληρούμενος φωτός, καὶ δόξαν θεώμενος, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ παριστάμενος, τῷ Δεσπότῃ πάντων, Ἀβδιοὺ μακάριε, καὶ θεῖος ὑποφήτης γενόμενος, αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ΤΟ ΑΚΟΥΤΕ
Ἀνδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος· παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βίᾳ τούτου νικώμενον· σοῦ δὲ ἄκαμπτος, δεξιὰ τεταμένη τῶν ἀνθράκων, φλεγομένη παραδόξως, περιεγένετο Πάνσοφε.
Ἦχος δ'
Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος, καὶ αὐτῷ Μακάριε προσερχόμενος, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, οὐ δαιμόνων ἀπάταις, τῷ Χριστῷ δέ, τῷ Σωτῆρι καὶ Δεσπότῃ, καὶ ἐσαεὶ βασιλεύοντι.
Ἦχος δ'
Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σε Πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα· σεαυτὸν δὲ τῷ Θεῷ, ὡς πανάμωμον σφάγιον, ὡλοκαύτωσας, τῷ πυρὶ τῶν βασάνων, ὃν δυσώπει, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.
Θεοτοκίον
Ἦχος δ'
Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη θεοχαρίτωτε, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀνακράζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι, μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

Ἀπολυτίκιον τοῦ Προφήτου
Ἦχος β'
Τού Προφήτου σου Αβδιού τήν μνήμην, Κύριε, εορτάζοντες, δι' αυτού σε δυσωπούμεν, Σώσον τάς ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Τὸ τοῦ βλέποντος Ἀβδιοὺ μέλπω κλέος.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Τῷ σωτῆρι Θεῷ, προφητικῇ παρεστώς, νῦν παρρησίᾳ καθικέτευε, φωτιστικαῖς μαρμαρυγαῖς καταλαμπρύνεσθαι, Ἀβδιοὺ τοὺς πίστει σε, καταγεραίροντας.

Ὁ τὰ πάντα σαφῶς, προγνωστικῶς θεωρῶν, τῆς σῆς καρδίας τὸ ἀθόλωτον, καὶ καθαρὸν καὶ φωταυγές, μάκαρ θεώμενος, Προφήτην θεόληπτον, σὲ προχειρίζεται.

Τὰς ὁράσεις ἰδών, τὰς ἀληθῶς ἐκ Θεοῦ, σοὶ δεικνυμένας προηγόρευσας, τῶν δυσσεβούντων ἀδελφῶν, πανωλεθρίαν δεινήν, καὶ τούτων τὴν ἔνδικον, Μάκαρ ἀπώλειαν.
Θεοτοκίον
Οἱ σωθέντες τῷ σῶ, Θεογεννῆτορ ἁγνή, ἀσπόρῳ, τόκῳ δυσωποῦμέν σε. Τῆς κοσμικῆς περιφορᾶς, ἡμᾶς διάσωσον, συμφώνως κραυγάζοντας, ὕμνον ἐπινίκιον.

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς καρτερούς σου, Βαρλαάμ, μέλπω τόνους.
Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, ἐκ δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».

Ταῖς τῆς σῆς ἀθλήσεως λαμπηδόσι, περιλαμπόμενος ἡμᾶς, τοὺς πίστει τιμῶντας, τὴν μνήμην σου περίσῳζε, Βαρλαὰμ ταῖς πρεσβείαις σου.

Ὁ τὸ πῦρ μαράνας τῆς ἀσεβείας, θεοσεβείας ἀκριβοῦς, πυρὶ θεοπνεύστῳ, τιμάσθω μελῳδήμασι, Βαρλαὰμ ὁ θαυμάσιος.

Ὑπὲρ τῆς εὐσεβείας ἠγωνισμένος, στεφανηφόρε Βαρλαάμ, στεφάνῳ τῆς δόξης νῦν , ἀξίως τετίμησαι, δεξιᾷ, παντοκράτορι.

Σθένος σοι δεδώρηται ὁ Δεσπότης, κατὰ ποικίλων αἰκισμῶν, Πανόλβιε Μάρτυς, ἐντεῦθεν καὶ νενίκηκας, τῶν ἀθέων τὸ φρύαγμα.
Θεοτοκίον
Κλῖμαξ ἐδείχθης οὐρανομήκης, δι' ἧς ὡμίλησεν ἡμῖν, ὁ Λόγος Παρθένε, ἣν πάλαι προεώρακεν, Ἰακὼβ ὁ προπάτωρ σου.

Κανών α', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν».

Ὑδάτων μυστικῶν ποταμός, ἐκ τῆς ἀβύσσου προερχόμενος, τῶν χαρισμάτων τοῦ Πνεύματος, Ἀβδιοὺ μάκαρ γεγένησαι.

Βουλήσει καὶ προνοίᾳ Θεοῦ, προαγορεύειν τὰ ἐσόμενα, καὶ προαγγέλλειν τὰ μέλλοντα, προεβλήθης Ἀξιάγαστε.

Λαμπόμενος τῷ θείῳ φωτί, καὶ οὐρανίῳ προηγόρευσας, τὴν ἐσομένην τοῖς ἔθνεσι, σωτηρίαν Παναοίδιμε.
Θεοτοκίον
Ἐσκήνωσεν ὁ Λόγος ἐν σοί, Παρθενομῆτορ, διασῴζει δέ, τοὺς Θεοτόκον φρονοῦντάς σε, μεσιτείᾳ σου πανάμωμε.

Κανών β', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ἅπας τῆς σαρκὸς ὁ σύνδεσμος, καὶ ἡ ἁρμονία σοῦ τῶν μελῶν διελύετο, ἀλλ' ὁ τόνος διετηρεῖτο, τῆς ψυχῆς σου ἀδιάρρηκτος.

Ῥύμην εὐσθενῶς ὑπήνεγκας, τῶν διορυττόντων σοῦ τὰς πλευρὰς Παναοίδιμε, καρτερίαν ἀκμαιοτάτην, σταθερῶς ἐπιδειξάμενος.

Τίς σου τὸ στερρὸν καὶ εὔτονον, καὶ τῆς διανοίας τὸ ἀκατάπληκτον φρόνημα, τοῖς ἐπαίνοις ἐγκωμιάσει, κατ' ἀξίαν Παμμακάριστε;
Θεοτοκίον
Ἔστη τῆς φθορᾶς ὁ θάνατος, τῆς ἐνυποστάτου διὰ σαρκὸς ζωῆς Πάναγνε, τοῖς ἀνθρώποις φανερωθείσης, ἐκ γαστρός σου θεονύμφευτε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Καθισμα τοῦ Προφήτου
Ἦχος α'
Τὸν τάφον σου, Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ὁ μέγας Ἀβδιοὺ, ἐπιλάμψεσι θείαις, τὸν νοῦν φωτοειδῆ, κεκτημένος θεσπίζει, τὰ μέλλοντα Πνεύματι, τῷ Ἁγίῳ φθεγγόμενος, τοῦτον σήμερον, εὐσεβοφρόνως τιμῶντες, ἐκτελέσωμεν, τὴν ἱερὰν αὐτοῦ μνήμην, καρδίας φωτίζουσαν.
Δόξα... Τοῦ Μάρτυρος
Ἦχος δ' Ὁ ὑψωθεὶς
ΤΟ ΑΚΟΥΤΕ
Ὡς στρατιώτης τοῦ Χριστοῦ ἀκατάπληκτος, καὶ τροπαιοῦχος ἀληθὴς καὶ ἀήττητος, τῶν ἀθλητῶν τὸ καύχημα Πανένδοξε, στέφος τὸ ἀμάραντον, οὐρανόθεν ἐκτήσω, χαίρων σὺν Ἀγγέλοις δέ, καὶ χορεύων ἀπαύστως, ταῖς σαῖς πρεσβείαις σῷζε τοὺς πιστῶς, ἀνευφημοῦντας τὴν θείαν σου ἄθλησιν.
Καὶ νῦν ... Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προϊστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε Ἰησοῦ, ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

Κανών α', ᾨδὴ δ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ, ὦς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε».

Προφητείας τὴν χάριν, παθῶν ὡς προκαθάρας τὴν ψυχήν, διὰ Πνεύματος Ἁγίου εἰληφῶς, ἀνεβόησας· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὁ Προφήτης ὁ μέγας, Πνεύματος Ἁγίου ἀστραπῇ, δᾳδουχούμενος, ἐφώτισεν ἡμᾶς, τοῦ κραυγάζειν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Νυμφοστόλος ἐδείχθης, τῆς Ἐκκλησίας Μάκαρ ἐκ Σιών, προθεσπίσας τὸν Σωτῆρα προελθεῖν, ᾧ κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Τὸν Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον καὶ τῷ Πνεύματι, ἀπεγέννησας Ἁγνὴ θεοπρεπῶς, ᾧ κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Κανών β', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος δ'
Τοὺς οὐρανοὺς ἡ ἀρετή σου ΤΟ ΑΚΟΥΤΕ
Ῥητορικὴν ἀδολεσχίαν ἀπωσάμενος, διδαχὰς δὲ Ἀποστόλων προσηκάμενος, τῆς ἀληθείας ἔνδοξε, Μάρτυς ἀληθὴς ἐχρημάτισας.

Ὁ τοῦ πυρὸς εὐτονωτέραν τὴν προαίρεσιν, κεκτημένος τυράννων τὴν ἀπόνοιαν, καταβαλὼν ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὑπὲρ Χριστοῦ μέχρι θανάτου καρτερόψυχε, καὶ πυρὶ καὶ βασάνοις ἀνθιστάμενος, μεγαλοφώνως ἔψαλλες· Δόξα τῇ δυνάμει σου Κύριε.

Συντονωτάταις προθυμίαις Παμμακάριστε, κεχρημένος τὴν πλάνην κατεπάτησας, καὶ θεοφρόνως ἔψαλλες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Σωματωθεὶς ἐκ τῆς Παρθένου ὁ ἀσώματος, τοῖς ἀνθρώποις ἐπεδήμησε· διὸ ἐν πίστει κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Κανών α', ᾨδὴ ε', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».

Ὀρθρίσας πρὸς τὸν Κύριον εἴληφας, οὐρανόθεν, τὴν χάριν τοῦ Πνεύματος, τοῦ Παναγίου θεόπνευστε.

Συλλήπτορα τὸν βίον τὸν ἔνθεον, κεκτημένος, ὁρᾶν κατηξίωσαι, τὸν ἀοράτως νοούμενον.

Ἀνέτειλέ σοι φῶς Παμμακάριστε, ὡς Προφήτῃ, καὶ ἡ τούτου σύζυγος, σοὶ εὐφροσύνη δεδώρηται.
Θεοτοκίον
Βουλήματι τὰ σύμπαντα Πάναγνε, ὁ ποιήσας, ἐκ σοῦ πεπλαστούργηται, το καθ' ἡμᾶς ὁ ὑπέρθεος.

Κανών β', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ ἀνατείλας τὸ φῶς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ γεγονὼς τοῦ Χριστοῦ, μιμητὴς παθημάτων, καὶ Μάρτυς ἀναμέλπει· Δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ».

Ὑπομονῆς σοι πολύς, ὁ μισθὸς καὶ τῆς νίκης, ὁ στέφανος ἐπλάκη· Δόξα σοι μέλποντι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Βέλη ῥημάτων τῶν σῶν, τῶν ἐχθρῶν ἐν καρδίαις, κατέπηξας κραυγάζων· Δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.
Θεοτοκίον
Ἅγιον ὄρος Ἁγνή, καὶ ὡς σκηνὴ Ὑψίστου, φρονοῦντές σε Παρθένε· Δόξα σοι κραυγάζομεν, Θεοτόκε, ἡμῶν ἡ ἐλπίς.

Κανών α', ᾨδὴ ς', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσέ με ἄβυσσος, ταφὴ μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε».

Δυνάμει θείου Πνεύματος, ἑώρας Προφήτα τὰ μέλλοντα, τοὺς τύπους δεχόμενος τῶν θείων ἐμφάσεων, ὡς ἐν κατόπτρῳ, τῇ τῆς ψυχῆς λαμπρότητι.

Ἰλέωσαι τὸν Κύριον, Προφήτα παμμάκαρ πρεσβείαις σου, τοῖς πίστει τὴν μνήμην σου τελοῦσιν αἰτούμενος, τὴν τῶν πταισμάτων, δωρήσασθαι συγχώρησιν.

Ἱλάσθητι τοῖς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου Φιλάνθρωπε ἔχων δυσωποῦντά σε, τὸν σὸν Προφήτην, κόσμῳ σε προαγγείλαντα.
Θεοτοκίον
Οὐσιώσας ἅπαντα, τῷ λόγῳ τῆς θείας δυνάμεως, ἀγκάλαις βαστάζεται ταῖς σαῖς Ἀπειρόγαμε, ὃν ἐκδυσώπει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών β', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥαπιζέσθω, δεξιᾷ πυρουμένῃ τὰ πρόσωπα, τῶν δαιμόνων, τῶν πιστῶν δὲ καρδίαι σκιρτάτωσαν, καὶ τῶν Ἀσωμάτων, αἱ χορεῖαι φαιδρῶς εὐφραινέσθωσαν.

Λαμπρύνεται, τῶν καλῶν σου ἀγώνων τὰ τρόπαια, καὶ τὰς νίκας, καὶ τῶν ἄθλων ὁρῶσα τὰ ἔπαθλα, ἡ τῶν πρωτοτόκων, ἐκλεκτὴ καὶ φωσφόρος ὁμήγυρις.

Ἀνάστητε, οἱ καλοὶ νῦν ζωγράφοι τοῦ Μάρτυρος, τὴν εἰκόνα, ταῖς ὑμῶν εὐτεχνίαις λαμπρύνατε, τὸν ἀγωνοθέτην, ἐν αὐτῇ προφανῶς ἐγχαράττοντες.
Θεοτοκίον
Ἀγάλλεται, ἐπὶ σοὶ Θεομῆτορ πανάμωμε ἡ Προμήτωρ, τῆς ἀρχαίας κατάρας τῷ τόκῳ σου, ἐλευθερωθεῖσα, τοῦ θανάτου πικρᾶς κατακρίσεως.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου προφήτου Ἀβδιού.
Στίχοι
Ἔφησεν ἂν τι μέλλον Ἀβδιοὺ πάλιν,
Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα.
Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.
Στίχοι
Σὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ φέρων,
Εὔοσμος ὤφθης λιβανωτὸς Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ.
Στίχοι
Διψητικὴ τις ὡς ἔλαφος εἰς ὕδωρ,
Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται.
Στίχοι
Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας,
Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δώδεκα στρατιῶται ξίφει τελειοῦνται.
Στίχοι
«Στρατεύομαί σοι σήμερον διὰ ξίφους»,
Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου.
Στίχοι
Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις,
τὴν πίστιν ἀσάλευτός εἰμὶ σοι, Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡλιοδώρου, τοῦ ἐν Μαγιδῷ τῆς Παμφυλίας.
Στίχοι
Ἡλιόδωρος Χριστὸν Ἥλιον βλέπων,
Ἀνώτερος πέφηνε βασάνων σκότους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνθίμου, Θαλλελαίου, Χριστοφόρου, Εὐφημίας καὶ τῶν τέκνων αὐτῶν, καὶ τοῦ Ἁγίου Παγχαρίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ὑπερφυὴς ἀληθῶς, τῶν Προφητῶν τῶν σῶν ἡ δόξα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μετὰ Θεοῦ κατοικεῖν, ἠξιωμένος ἀναμέλπεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐν τοῖς Προφήταις τοῖς σοῖς, τὴν θείαν χάριν σου δεικνύεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Λελυτρωμένοι τῷ σῷ, Παρθένε τόκῳ μελῳδοῦμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ τῶν Πατέρων Θεὸς ΤΟ ΑΚΟΥΤΕ
«Μετὰ Μαρτύρων χοροῦ, ὡς ἀήττητος Μάρτυς, κατηξίωσαι Χριστῷ, μεγαλοφώνως κραυγάζειν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Μετὰ λαμπάδων φαιδρῶς, εἰς τὸν θεῖον νυμφῶνα, εἰσελήλυθας Χριστῷ, Μεγαλομάρτυς κραυγάζων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Εὐτονωτέραν πυρός, δεξιὰν κεκτημένος, παραστάτης δεξιός, τῷ σῷ Δεσπότῃ κραυγάζεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Λελυτρωμένοι τῇ σῇ, παναχράντῳ γεννήσει, ὑμνοῦμέν σε Πιστοί, ἀκαταπαύστως βοῶντες· Εὐλογημένος Ἁγνή, ὁ σῆς κοιλίας καρπός.

Κανών α', ᾨδὴ η', τοῦ Προφήτου
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας».

Παρὰ Θεοῦ φωτισθέντες, οἱ Προφῆται προθεσπίζουσι, τῶν ἐσομένων τὴν γνῶσιν, θεοφρόνως ἀνακράζοντες· ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας.

'Ὥσπερ πυρσὸς ἐν πελάγει, τοῖς ἐν σκότει μάκαρ ἔφανας, ταῖς θεϊκαῖς φρυκτωρίαις, Ἀβδιοὺ καταυγαζόμενος· Τὸν Χριστὸν κραυγάζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Κατὰ τὴν θείαν οὐσίαν, τῷ Πατρί σου ὁμοούσιος, ἡμῖν ὁμόφυλος ὤφθης, σαρκωθεὶς ἐξ ἀπειρανδρου Μητρός· διὸ σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος δ'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Πᾶσαν καθεῖλες τοῦ ἐχθροῦ, τὴν πανοπλίαν Βαρλαὰμ ἀξιάγαστε, ἔφλεξας εἰδωλικὴν φαντασίαν, κραυγάζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὡραϊσμένος εὐπρεπῶς, Χριστῷ παρέστης Ἀθλητὰ παναοίδιμε, αἵματι μαρτυρικῷ, βεβαμμένην πορφύραν φορῶν, τὸν Δεσπότην, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

Τῆς εὐσεβείας τῷ πυρί, πεπυρσευμένος ὡς ἀκάνθας κατέφλεξας, πάσας τὰς δαιμονικάς, φαντασίας κραυγάζων· Ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Οἱ εὐλογοῦντές σε πιστῶς, ὑπὸ Κυρίου εὐλογοῦνται Πανάμωμε· τίκτεις γὰρ τὸν εὐλογοῦντα, τὴν κτίσιν Δεσπότην, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι τοὺς παῖδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τοῦ Προφήτου
Ἦχος πλ. α'
Σὲ τὴν ὑπὲρ νοῦν ΤΟ ΑΚΟΥΤΕ
Λόγῳ θεϊκῷ, καὶ πράξει κοσμούμενος, ἐπτερώθης τῷ πνεύματι, Ἀβδιοὺ θεσπέσιε, καὶ τὰ μέλλοντα βλέπειν κατηξίωσαι.

Ἔνθα Προφητῶν, χορεῖαι σκηνούμενος, καὶ Ἁγίων λαμπρότητες, δυσώπει τὸν Κύριον, τοῦ σωθῆναι τοὺς πίστει εὐφημοῦντάς σε.

Ὅλος τῷ Θεῷ, θερμῶς ἀνακείμενος, καθαρῶς προσωμίλησας, ταῖς θείαις ἐμφάσεσιν, ὧν καὶ νῦν ἀπολαύεις Παμμακάριστε.
Θεοτοκίον
Σὲ τὴν τοῦ φωτός, λυχνίαν ὑμνοῦμεν Ἁγνή, σὲ καὶ πλάκα τῆς χάριτος, τὸν Λόγον σαρκούμενον, δεξαμένην εἰδότες μεγαλύνομεν.

Κανών β', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Νόμος ἐγκωμίων ἡττᾶται, τῷ τῶν ἀγώνων σου μεγέθει, μόνος ὁ Δεσπότης σε Χριστός, δοξάζειν οἶδε θείᾳ λαμπρότητι, ὃν ἐκτενῶς δυσώπησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.

Ὅλον σεαυτὸν τῷ Κυρίῳ, θυσίαν ζῶσαν προσενέγκας, ὅλος τῆς αὐτοῦ βασιλείας συγκληρονόμος ὤφθης καὶ μέτοχος, καὶ σὺν αὐτῷ γηθόμενος, νῦν βασιλεύεις Παναοίδιμε.

Ὑπὲρ τῆς σῆς Σῶτερ ἀγάπης, αἵματος μέχρι καὶ θανάτου, ξίφει καὶ πυρὶ καὶ βασάνοις, ὁ θεῖος Μάρτυς ἀντιταξάμενος, τῆς παρὰ σοῦ φιλάνθρωπε, ἀθανασίας ἀντελάβετο.
Θεοτοκίον
Σὲ τὴν πρσστασίαν τοῦ κόσμου, καὶ Θεομήτορα Παρθένον, πάσης τῆς ζωῆς μου προστάτιν, καὶ σωτηρίαν χαίρων προβάλλομαι· σὺ γὰρ Θεὸν γεννήσασα, σῴζειν ἰσχύεις τοὺς ὑμνοῦντάς σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».