Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου
Μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Προεορτίων.

Στιχηρὰ Προσόμοια τῶν Προεορτίων
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.
Ἦχος α'
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Ἦχος α'
Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.
Στιχηρὰ τοῦ Ἁγίου Γρηγορίου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παρρησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου, τοῖς ἐπὶ γῆς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν, καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε.
Ἦχος α'
Τῶν προσευχῶν τῇ δρεπάνῃ, Πάτερ Γρηγόριε, τὰς τῶν παθῶν ἀκάνθας, ἐκτεμὼν καὶ νεώσας, ἀρότρῳ ἐγκρατείας, τὴν γῆν τῆς ψυχῆς, κατεβάλου τὰ σπέρματα, τῆς εὐσεβείας ἐν ταύτῃ, δι' ὧν ἡμῖν, ἐκβλαστάνεις ἰαμάτων καρπούς.
Ἦχος α'
Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Ὅσιε, ὡς ἡσυχίας φίλον, ἀγρυπνίας ἐργάτην, καὶ στήλην σωφροσύνης, καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ τῶν θαυμάτων ταμεῖον, καὶ πρεσβευτήν, τῶν τιμώντων σε Γρηγόριε.
Θεοτοκίον
Ἦχος δ'
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Πρόκλου.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
ΤΟ ΑΚΟΥΤΕ
Δογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διὸ σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα.
Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
Ναμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας.
Θεοτοκίον
Ἦχος δ'
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Προεόρτιον
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.

Ποίημα, Ἰωσὴφ
Κανών α', ᾨδὴ α', Προεόρτιος

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».

Ἁγίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες.

Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε.

Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥνπερ ηὔξαντο, πληροῦντες Πάναγνε.

Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον.

Ἰωσὴφ
Κανών β', ᾨδὴ α', τοῦ Ἁγίου Γρηγορίου

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».

Νενεκρωμένην ἡδοναῖς τοῦ σώματος, τὴν ταπεινήν μου ψυχήν, σαῖς προσευχαῖς Πάτερ, ζώωσον Γρηγόριε· ζωὴν γὰρ νῦν ἀπείληφας, τὴν ἀγείρω νεκρώσας, τὰ ἐπὶ γῆς μέλη ἔνδοξε, τοῖς ἀσκητικοῖς ἀγωνίσμασιν.

Κατακρατήσας ἡδονῶν τοῦ σώματος, νοῦ γενναιότητι, ἐκ νεαρᾶς Πάτερ, ἡλικίας ὄργανον, τοῦ Πνεύματος γεγένησαι, τὰς αὐτοῦ ἐνεργείας, περιφανῶς εἰσδεχόμενος, καὶ θεοειδὴς γνωριζόμενος.

Ἔρωτι θείῳ τῆς σαρκὸς τοὺς ἔρωτας, ἐναπεμάρανας, καὶ σεαυτῷ Μάκαρ, ἐμνηστεύσω σύζυγον, ἁγνείαν ἐξ ἧς τέκνα σοι, ἐγεννήθησαν πᾶσαι, αἱ ἀρεταὶ παναοίδιμε, τέκνον σε Θεοῦ ἐργασάμεναι.
Θεοτοκίον
Ἡ ἀπὸ γῆς πρὸς οὐρανὸν διήκουσα, κλῖμαξ οὐράνιος, δι' ἧς Θεοῦ Λόγος, τοῖς βροτοῖς ὡμίλησεν, εὐλογημένη Πάναγνε, ἀνερμήνευτον θαῦμα, ἀκατανόητον ὅραμα, σῷζε τοὺς εἰς σὲ καταφεύγοντας.

Θεοφάνους
Κανών γ', ᾨδὴ α', τοῦ Ἁγίου Πρόκλου

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».

Πράξει τε καὶ λόγῳ ἀληθεῖ, τῶν νοερῶν Ἀρχαγγέλων γενόμενος, σύμμορφος θεόληπτε, καὶ σὺν αὐτοῖς, τῷ θρόνῳ παριστάμενος, τῆς σεπτῆς Τριάδος, Πρόκλε δυσώπει σωθῆναι ἡμᾶς.

Ἴχνεσιν ἑπόμενος σοφέ, τοῦ Χρυσορρήμονος Πάτερ ἀοίδιμε, τούτου τὸ σεβάσμιον, ἱερωσύνης θεῖον ἔνδυμα, κλῆρον ὡς πατρῷον, ἀπείληφας ἀξιάγαστε.

Πάλαι τὸν Θεὸν ἐπὶ τῆς γῆς, τοῦ Ἡσαΐου βοῶντος ἐν πνεύματι, ἥξειν ὁ Νεστόριος, φρενοβλαβῶς, διαβάλλων τὴν σάρκωσιν, ὑπὸ σοῦ Τρισμάκαρ, συνοδικῶς καταβέβληται.

Λόγοις θεοπνεύστοις τὴν φρικτήν, ἐκ τῆς Παρθένου ἐτράνωσας σάρκωσιν, Πρόκλε τοῦ Θεοῦ ἡμῶν, καὶ Θεοτόκον ταύτην ἐκήρυξας, δόγμασι πανσόφοις, τῶν Ἀποστόλων ἑπόμενος.

Κανών α', ᾨδὴ γ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».

Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν.

Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν.

Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν.

Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι' οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν.

Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἀρετῶν ἐν τῷ ὄρει, ἀναδραμὼν ὅσιε, γνόφον θεωρίας ὑπῆλθες, καὶ κατενόησας, ὅσον ἐχώρησας, τὸν ἀκατάληπτον φύσει, φωτισμοῦ ἀνάπλεως, Πάτερ γενόμενος.

Ὁ τεχθεὶς ἐν σπηλαίῳ, διὰ βροτῶν λύτρωσιν, πάλαι σε σπηλαίω, παμμάκαρ ἐνδιαιτώμενον, φέγγει κατήστραψεν, ἐπουρανίῳ ὡς Παῦλον, φωταυγῆ δεικνύων σε, Πάτερ Γρηγοριε.

Ἡ οὐράνιος πύλη, ἡ τοῦ Χριστοῦ ἄχραντος, Μήτηρ προσβολαῖς σε, Δαιμόνων περικυκλούμενον, Πάτερ ἐπτέρωσε, καὶ δυνατὸν ἐν ἰσχύϊ, κατ' αὐτῶν εἰργάσατο, Πνεύματος χάριτι.
Θεοτοκίον
Χαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον· Χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις, ἡ προξενήσασα. Χαῖρε κατάσκιον, καὶ ἀλατόμητον ὄρος, τῶν πιστῶν τὸ στήριγμα, χαῖρε Πανάμωμε.

Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Φῶς τὸ ἐκ φωτὸς θεοπτικῶς, Παμμάκαρ προσλαβόμενος, τῇ Ἐκκλησία φῶς ἐχρημάτισας· διὸ καὶ φῶς σοι θεῖον ἀνέτειλε, νοητῶς ὡς γέγραπται·ᾧ καταλαμπόμενος, τούς ὑμνοῦντας φωτίζεις τὴν μνήμην σου.

Σαλπίσας δογμάτων τῇ βροντῇ, ὡς τείχη καταβέβληκας, Ἱεριχούντια τῶν αἱρέσεων, τὰ θράση πάντα καὶ τὰ στρατεύματα, καὶ νικήσας τρόπαια, ἀνεστήσω σάρκωσιν τοῦ Θεοῦ ἐκ Παρθένου κηρύξας τρανῶς.

Πηγὴ τῆς σοφίας προσβαλών, τὸ στόμα σου θεόληπτε, καὶ τῆς τοῦ Πνεύματος ἀρυσάμενος, σοφίας Πρόκλε τὰ θεῖα νάματα, θολεροὺς κατέκλυσας, ποταμοὺς πανόλβιε, Νεστορίου τὰ ἄθεσμα δόγματα.
Θεοτοκίον
Ὁ ἄνω Πατρὶ μονογενής, ἀφράστως συννοούμενος, μονογενὴς ἐκ σοῦ κάτω ἄχραντε, ὑπὲρ αἰτίαν καὶ νοῦν γεγέννηται, καὶ θεοὶ τὸν ἄνθρωπον, ἐκ σοῦ παναμώμητε, Θεοτόκε Παρθένε ἀνύμφευτε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε».

Κάθισμα τοῦ Ἁγίου Γρηγορίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τῇ θείᾳ λαμπρότητι, καταυγαζόμενος, τὸ σκότος ἐδίωξας, τῶν ψυχοφθόρων παθῶν, Γρηγόριε ἀοίδιμε, ἤρθης πρὸς ἀπαθείας, καθαρώτατον ὕψος, ἤστραψας παραδόξως, ἰαμάτων ἀκτῖνας, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.
Δόξα...
Τοῦ Ἁγίου Πρόκλου, ὁ αὐτὸς
Ἐπεφάνης σήμερον
ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ ὕψει Κύριος, τῆς Ἐκκλησίας, ἀληθῶς σε ἔθετο, ὥσπερ ἀστέρα φαεινόν, φωταγωγοῦντα τοὺς ψάλλοντας, Πρόκλε τὸ κλέος, Πατέρων ἀοίδιμε.
Καὶ νῦν ... Προεόρτιον, ὁ αὐτὸς
Κατεπλάγη Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ πολυτίμητος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μετὰ λαμπάδων φαεινῶν, ἐν εὐφροσύνῃ προέρχεται τοῦ εἰσαχθῆναι, καὶ χαίρει ἐπ' αὐτῇ, ὁ Ζαχαρίας ὁρῶν, τὴν δήλωσιν τρανῶς, τῶν ἱερῶν προφητῶν, ἀπαρχομένην ἤδη περαιοῦσθαι, καὶ γηθοσύνως βοᾷ πρὸς αὐτήν. Χαρὰν μηνύει, ἡ πρόοδος σου, Κόρη παρθενομῆτορ.

Κανών α', ᾨδὴ δ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ, Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δοξα τῇ δυνάμει σου Κύριε».

Ἱεραὶ προήγγειλαν γλῶσσαι Σεμνή, ἔσεσθαι χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτο σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπαδηφοροῦντες εἰς Ἅγια.

Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδίζων καὶ φέρων σε, μέτ' εὐφροσύνης, εἰς τὸν ἅγιον Ναόν, ναὲ Θεοῦ πάναγνε, ἄχραντε πανάμωμε Δέσποινα.

Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρατον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐφροσύνης τοῖς πέρασι.

Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύϊ, ἐργαζόμενος ἡμῶν, τὴν σωτηρίαν Ἄχραντε, χάριτι δι' ἄφατον ἔλεος.

Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὁ δι' ἡμᾶς, ξένῃ καθόδῳ Γρηγόριε, χρηματίσας, ξένος ἀγαθότητι, σὲ δι' αὐτόν, ξένον καθορῶν, τῆς ἐνεγκαμένης, γενόμενον ἠγκαλίσατο, καὶ θεῖον κληρονόμον, τῆς αὐτοῦ βασιλείας, ἀρεταῖς λαμπρυνθέντα εἰργάσατο.

Διὰ Χριστόν, τὸν δι' ἡμᾶς νηπιάσαντα, καὶ παιδίον, Ὅσιε γενόμενον, παίδων σχολῇ, δέδωκας σαυτόν, νήπιος κακίᾳ, θεόφρον Πάτερ γενόμενος, καὶ θείᾳ ταπεινώσει, τοῦ ἐχθροῦ τὴν κακίαν, ἐταπείνωσας μάκαρ Γρηγόριε.

Ὀμβροις τῶν σῶν, Πάτερ δακρύων Γρηγόριε, ὥς περ δρόσῳ, θείᾳ ἀρδευόμενος, πᾶσαν ἐβλάστησας ἀρετήν, πᾶσαν εὐκαρπίαν, δικαιοσύνης ἐξήνθησας, ὡς ξύλον καρποφόρον, διεξόδοις ὑδάτων, φυτευθεὶς τῆς τελείας ἀσκήσεως.
Θεοτοκίον
Μήτηρ Θεοῦ, εὐλογημένη Πανάμωμε, τῆς ψυχῆς μου, τραύματα θεράπευσον, τὰς ἡδονάς, σβέσον τῆς σαρκός, τὴν ἐσκοτισμένην, καρδίαν μου φωταγώγησον, εἰρήνευσον τὸν νοῦν μου, καὶ παντοίας ἐκ βλάβης, καὶ ἐχθρῶν ἐπηρείας με λύτρωσαι.

Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ὄρος σὲ τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ
Χρυσίον καθάπερ, ἐν πυρὶ Ἱερώτατε, τῆς ἐγκρατείας σου σοφέ, σῶμα καθάρας τὸ σεπτόν, ὡραῖον ἀπέδειξας, τῷ Ποιητῇ· ἱερωσύνης ἐντεῦθέν σοι, καταστολὴ αἰωνίως κεχάρισται.

Ῥημάτων ὁ φθόγγος, καὶ δογμάτων ἡ εὔηχος, τῶν διδαγμάτων σου βροντή, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, σοφῶς καταθέλγουσα, αἱρετικῶν ἀποσοβεῖ τὴν θρασύτητα, ἱεροφάντορ Πρόκλε παναοίδιμε.

Γνώσεως τῆς θείας, ἐν μυήσει γενόμενος, ὡς ἱεράρχης ἱερός, ἀγαθοδότως ἐφεξῆς, τοῖς πᾶσι μετέδωκας, τοῦ φωτισμοῦ, καὶ τῆς ἐνθέου λαμπρότητος, εἰς σωτηρίαν ψυχῶν Ἀξιάγαστε.
Θεοτοκίον
Ἄνθρακα τὸν θεῖον, ἐν νηδύϊ Πανάμωμε, εἰσδεξαμένη ὑπὲρ νοῦν, οὐ κατεφλέχθης ἀληθῶς· ἡ βάτος γὰρ πόρρωθεν, συμβολικῶς, τὴν σὴν λοχείαν εἰκόνιζεν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Κανών α', ᾨδὴ ε', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».

Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῶ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκασμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τήν πικρίαν ἐξαίροντα.

Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννησις, ξένη σου ἡ Πρόοδος Παρθένε, ξένη ἡ ἔνδον τοῦ ἱεροῦ ἀγωγή, ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄχραντε.

Ὅλην σε ἡγίασε, τὸ πνεῦμα τὸ Πανάγιον, ἔνδον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον, Νύμφη τοῦ Πατρὸς περικαλὴς· ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου Γεννήτρια.

Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθημι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν καταπεσοῦσάν μου ψυχήν, καὶ ἐξασθενήσασαν, ἡδονῶν ἐπικλύσεσι.

Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Γεωργίᾳ τοῦ λόγου, ἄμπελος κατάκαρπος ἐδείχθης Ὅσιε, ἀρετῶν πεπείρους, καὶ μεγίστους προσφέρουσα βότρυας, σωτηρίας οἶνον, πνευματικόν βλύζοντας Πάτερ, καὶ πιστῶν τὰς καρδίας εὐφραίνοντα.

Ἡ περίδοξος Ῥώμη, Πάτερ ἐξ Ἑῴας σε λαμπτῆρα ἄδυτον, δεξαμένη πίστει, ἐφωτίσθη σεπτοῖς σου χαρίσμασι· τὸν Χριστὸν γὰρ εἶχες, ἐν τῇ ψυχῇ καθάπερ φέγγος, τούς ὁρῶντάς σε Πάτερ αὐγάζοντα.

Τὸν ἐφέρποντα ὄφιν, καὶ παρατηροῦντά σου πτέρναν Γρηγόριε, ἐγρηγόρσει θείᾳ, ἐν ὁδοῖς τῆς ζωῆς πορευόμενος, ὡς Θεοῦ θεράπων, ὡς ἐντολῶν αὐτοῦ ἐργάτης, ἐθανάτωσας σθένει τοῦ Πνεύματος.
Θεοτοκίον
Προστασία τοῦ κόσμου, Μήτηρ ἀειπάρθενε σὺ με κυβέρνησον καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίβους ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας εὐθύνουσα.

Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ὁ φωτίσας τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Φωτοφόρος ὡς λυχνία, παμμάκαρ γενόμενος, τῆς ἁγίας Ἐκκλησίας, ἐφάνης ὑπέρμαχος, καὶ Θεοῦ ἐτράνωσας, τὴν ἐκ Παρθένου Παναγίας, γέννησιν ἄτρεπτον Ἔνδοξε.

Τὴν σάρκωσιν τοῦ Θεοῦ, ἐκ Παρθένου τὴν ἔνδοξον, τῶν δογμάτων ἐν σφενδόνῃ, ἐνθεὶς ὡς ἀλλόφυλον, Γολιὰθ κατέβαλες, τοῦ Νεστορίου τὴν θρασεῖαν, γνώμην ὡς πάλαι ὁ θεῖος Δαυΐδ.

Τῶν τοῦ Παύλου διδαγμάτων, ὑπάρχων ἀνάπλεως, καὶ τὴν τούτου κατιδών, ὀπτασίαν Πανάριστε, Ἐλισαῖος δεύτερος, ἐναπεφάνθης χρῖσμα θεῖον, ἱερωσύνης χρισθείς μυστικῶς.
Θεοτοκίον
Οὐ σύγχυσιν, οὐ φυρμὸν ἐν τῇ μήτρᾳ ἐδέξατο, τῆς Παρθένου ὁ Θεός, ἐν σαρκὶ προερχομενος. Ἀλλ' ὃ ἦν μεμένηκε, Θεὸς καὶ ἄνθρωπος ἀτρέπτως, ταῖς ἐνεργείαις δεικνύμενος.

Κανών α', ᾨδὴ ς', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

Ῥωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθένου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστερὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέασι.

Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κόραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον Ναὸν χορεύουσαι.

Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφητῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅγια τίθεται, τῷ Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμενος.

Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι' ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος.

Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τῇ νεύσει τῇ πρὸς Θεόν, θεούμενος ἱερώτατε, θεωριῶν μυστικῶν, καὶ θείων ἐλλάμψεων, Προφήτης ὡς ἔνθεος, ὡς Θεοῦ θεράπων, ἠξιώθης θείᾳ χάριτι.

Ἡσύχως σου τὴν ζωήν, διατελέσας Γρηγόριε, θορύβων βιωτικῶν, ἐδείχθης ἀνώτερος, παθῶν ὑψηλότερος, καὶ τῆς γῆς ἀπάσης, ξένος τε καὶ παρεπίδημος.

Ὡς ἔσοπτρον καθαρόν, τὴν θείαν αἴγλην ἐπλούτησας, ὡς σκεῦος δὲ ἱερόν, ναὸν κατεκόσμησας, τῶν ἄνω Γρηγόριε, καὶ τῶν πρωτοτόκων, Ἐκκλησίαν κατεφαίδρυνας.
Θεοτοκίον
Μαρία τὸ καθαρόν, τοῦ Βασιλέως παλάτιον, γενόμενόν με ληστῶν, ἀκάθαρτον σπήλαιον, εὐχαῖς σου καθάρασα, τοῦ ἐκ σοῦ τεχθέντος, ναὸν ἅγιον ἀνάδειξον.

Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ἐκύκλωσεν ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Μεγάλης ἐπιβὰς καθέδρας, Ὅσιε, μεγίστοις κατορθώμασι, κατεκόσμησας αὐτὴν θεοπρεπῶς· ὅθεν συνελθοντες εὐφημοῦμέν σε, Ἀρχιερεῦ μεγαλοφώνως Πρόκλε ἀοίδιμε.

Ὡς ἄλλην κιβωτὸν τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὸ σῶμα τοῦ παμμάκαρος, Χρυσοστόμου ἐναπέδωκας ταῖς σαῖς, Πρόκλε παραινέσεσι καὶ εὔφρανας, τῶν εὐσεβῶν, χοροστασίας τῇ παρουσίᾳ αὐτοῦ.

Κυκλώσαντας ὡς θῆρας ἐξεδίωξας, αἱρέσεων τῆς ποίμνης Χριστοῦ, τοὺς προμάχους ἐν τῇ ῥάβδῳ νοητῶς, τῶν σῶν διδαχῶν Πρόκλε μακάριε, πρὸς δὲ νομήν, ὀρθοδοξίας τὴν ποίμνην ἴθυνας.
Θεοτοκίον
Ὡράθης Χερουβὶμ θεοχαρίτωτε, Παρθένε ὑπερέχουσα· τὸν ἐπ' ὤμων γὰρ ὀχούμενον αὐτῶν, Ἄχραντε ἀγκάλαις σου ἐβάστασας· ὅθεν ἀεί, σὲ Θεοτόκε πάντες δοξάζομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».

Κοντάκιον Προεόρτιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος
Ὁ τῶν ἁπάντων Ποιητής, ὁ Πλάστης καὶ Δεσπότης, ἀρρήτῳ εὐσπλαγχνίᾳ καμπτόμενος, καὶ μόνῃ φιλανθρωπίᾳ τῇ αὐτοῦ, ὅν περ ταῖς οἰκείαις κατεσκεύασε χερσίν, ἰδὼν πεσόντα ᾤκτειρε, καὶ ἀναστῆναι τοῦτον εὐδόκησε, πλάσει θειοτέρᾳ, καὶ κενώσει τῇ ἰδίᾳ, ὡς ἀγαθὸς φύσει καὶ ἐλεήμων. Διὸ τὴν Μαριὰμ μεσίτιν λαμβάνει, ὡς παρθένον καὶ ἁγνήν, τοῦ μυστηρίου, ἐκ ταύτης τὸ ἡμῶν φορέσαι ὡς ἠβουλήθη· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου.
Στίχοι
Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος,
Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις.
Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος.
Στίχοι
Ἔχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα,
Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ.
Στίχοι
Ἔμελλε καὶ Δάσιος ἀθλήσας ξίφει,
Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι.
Στίχοι
Θνῄσκουσιν ἄμφω Νιρσᾶς, Ἰωσὴφ ἅμα,
Φόνῳ μαχαίρας, ὡς Ἀπόστολος λέγει.
Σὺν Ἰωάννῃ καὶ Σαβωρίῳ, λίθοις
Ἰσάκιον κτείνουσιν οἰκέται λίθων.
Τὸν Γεϊθαζὲτ καὶ συνάθλους τρεῖς ἅμα,
Λόγχαις κατακτείνουσιν ἐχθροὶ Τριάδος.
Θέκλαν, Βαουθᾶν, Δεναχίδα παρθένους.
Ἆθλος ξίφους ἔδειξεν ἀθλοπαρθένους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου καὶ Ἀνατολίου.
Στίχοι
Κάρας τριῶν τέμνουσι νεκρῶν οἱ πλάνοι,
Ουδ' εἰς νεκροὺς δεικνὺντες οἶκτον· ὢ πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοκτίστου, ὃς καὶ Πατρίκιος καὶ Εὐνοῦχος ἦν ἐπὶ Θεοδώρας τῆς Αὐγούστης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', Προεόρτιος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε.

Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν.

Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει.

Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Δακρύων προσχύσεσι, τῆς ἁμαρτίας τὸ πῦρ κατέσβεσας, ἀπαθείας δὲ ὕδωρ, καὶ ἰαμάτων καθαρὰ νάματα, τοῖς μελῳδοῦσι πηγάζει Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Φλογίνῳ ἐν ἅρματι, σεπτῆς ἀγάπης καὶ τελειότητος, ἐπιβὰς πρὸς τὸ ὕψος, ἀνεκομίσθης ἐν ᾧ ἐκέκτησο, τὸ σὸν κραυγάζων θεόφρον πολίτευμα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Παθῶν κατεκοίμησας, τὰς τρικυμίας ἀγρύπνοις στάσεσι, κοιμηθεὶς δὲ τὸν ὕπνον, τὸν τοῖς ἁγίοις Πάτερ ἁρμόζοντα, πρὸς φῶς μετῆλθες κραυγάζων Γρηγόριε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεκρὸν χρηματίσαντα, τῇ ἁμαρτίᾳ καὶ ἀπολλύμενον, τὴν ζωὴν ἡ τεκοῦσα, ἁγνὴ Παρθένε ζώωσον σῶσον με, καὶ τῆς γεέννης ἐξάρπασον ψάλλοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Σὲ νοητήν, Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ
Σῶμα καὶ νοῦν, καὶ ψυχὴν ἐκάθηρας, τῇ ἀφαιρέσει τῶν παθῶν, Ἱεράρχα Πρόκλε σοφέ· ὅθεν ἐδογμάτισας, σῶμα καὶ ψυχὴν καὶ νοῦν, τὸν ἐκ Παρθένου τεχθέντα Θεόν, δίχα τροπῆς διὰ τὸ σῶσαι, ἡμᾶς ἀναδεξάμενον.

Πῦρ νοητόν, ταῖς φρεσὶν ἀνάψας σου, τὴν φρυγανώδη καὶ σαθράν, Νεστορίου τοῦ δυσσεβοῦς, αἵρεσιν κατέφλεξας· ὅθεν σοῦ δεόμεθα, τὰς φρυγανώδεις ἡμῶν ἡδονάς, ταῖς πρὸς Θεὸν ἱκεσίαις, συμφλέξας ἀποκάθαρον.

Σὺ πρὸς Χριστόν, κεκτημένος Ἅγιε, τὴν παρρησίαν τοὺς ἐν γῇ, εὐφημοῦντας μελῳδικῶς, μνήμην σου τὴν ἔνδοξον, πάσης περιστάσεως, ἐκλυτρωθῆναι ἱκέτευε, τόν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν Πρόκλε θεσπέσιε.
Θεοτοκίον
Φέρεις Θεόν, σάρκα περικείμενον, ἐν ταῖς ἀγκάλαις σου Ἁγνή, ὥσπερ θρόνος Χερουβικός, φέροντα τῷ ῥήματι, πάντα τῆς δυνάμεως, ᾧ μελῳδοῦμεν καὶ λέγομεν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανών α', ᾨδὴ η', Προεόρτιος, ἧς ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον. Ἔχει δὲ ἓν ἕκαστον τῶν τροπαρίων αὐτῆς στοιχεῖα τέσσαρα.
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἄκουε σύνες πρεσβῦτα σοφέ, τῷ Ζαχαρίᾳ Ἄννα φησί· Βουλήσει θείᾳ ἣν ἔσχον παῖδα σεμνήν, γενναίᾳ ψυχῇ ὑπόδεξαι. Δι' αὐτῆς γὰρ ἔσται λύτρωσις, καὶ εἰς ναόν τὸν ἅγιον, ἀνάθου ταύτην βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Εὐλογητὸς μόνος Κύριος, ἐβόησεν ὁ ἱερεύς· Ζωῆς εἰσόδους νῦν ὑπεμφαίνεις σαφῶς, ἡμῖν φανερώσας ὅπερ μέλλει οἰκεῖν, θεοχώρητον παλάτιον, Χριστὸς ὁ Βασιλεύς τοῦ παντός· πρὸς ὃν βοᾷ πᾶσα γῆ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἰδοὺ πρεσβῦτα σοφώτατε, ἡ Ἄννα ἔφησεν εὐλαβῶς, Καλλίστην παῖδα, ἣν δέδωκέ μοι Θεός, λαμπρῶς ὑποδέχου καὶ προφήτευε. Μόνην μέλλουσαν εἰς πράγματα, προφέρειν τὰ κηρύγματα, μεθ' ὧν βοᾷς Προφητῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νῦν ἔγνων γύναι σαφέστατα, προφρόνως ἔφη ὁ γηραιός· Ξύλον ἐν μέσῳ ὡς ἐκβλαστάνει ναοῦ· Ὅπερ ἐξανθήσει θεῖον ὄντως καρπόν, Παραδείσῳ εἰσοικίζοντα, τούς βρώσει ἐξωσθέντας φθορᾶς, ἀναβοῶντας χαρᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥητὸν ἀρρήτων μυήσεων, ἡ σὴ ψυχὴ Κόρη σεμνή. Σαφῶς ὑπάρξει ὁ Πρέσβυς ἔφη τρανῶς· Τὸν θεῖον ἰδοὺ Παρθένε οἴκει ναόν· Ὑπ' Ἀγγέλου τρεφομένη γάρ, βουλῆς μεγάλης Ἄγγελον κυήσεις, ᾧ μελῳδῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Φωνὴν σοι ᾄδομεν Κόρη ἁγνή, περιχαρῶς τοῦ Γαβριήλ. Χαῖρε τῆς πάντων αἰτία μόνη χαρᾶς. Ψυχῶν χαῖρε καθαρτήριον· Ὡς κυήσασα τὴν κάθαρσιν, ἡμῶν καὶ ἀπολύτρωσιν, τῶν μελῳδούντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ταῖς πρὸς Θεὸν δεήσεσιν, ἐπιμόνως χρησάμενος, εἴληφας Παμμάκαρ, τὸ πιστῶς αἰτούμενον· νυκτὸς γὰρ καθεύδοντι, ἐπιφανεὶς σοι Ἄγγελος, μάχαιραν φλογίνην, ἐπιδίδωσι πάθη, ἐκτέμνουσαν καρδίας, καὶ πυρὶ σε ἀὔλῳ, καθαίρουσαν καὶ δόξῃ, φωτίζουσαν ἀρρήτως.

Ὁλολαμπής, ὡς ἥλιος, νοητῶς ἀνατέταλκας, φέγγει ἀρετῶν, περιφανῶς Γρηγόριε, θαυμάτων τε λάμψεσι, περιαυγάζων πᾶσαν τὴν γῆν, καὶ φωταγωγῶν, τοὺς εὐσεβῶς μελῳδοῦντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἀγγελικῆς ἀκήκοας, ὑμνῳδίας Γρηγόριε, ἔτι ἐνδημῶν, ἐν τῷ θνητῷ σου σώματι, ὑφ' ἧς τὰς αἰσθήσεις σου, τὰς τῆς ψυχῆς σαφῶς ἡδυνθείς, καὶ θεοειδὴς καὶ φωταυγής ἐγνωρίσθης, κραυγάζων· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἡ τὸν Κριτὴν καὶ Κύριον, ὑπὲρ λόγον κυήσασα, τοῦτον ὡς Υἱόν σου, Παναγία αἴτησαι, ἐν ὥρᾳ τὴς κρίσεως, τῆς καταδίκης καὶ τοῦ πυρός, σκότους ἀφεγγοῦς, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, λυτρώσασθαι τοὺς πίστει, εὐσεβῶς μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Ἐν καμίνῳ παῖδες, Ἰσραὴλ ΤΟ ΑΚΟΥΤΕ
Ὡς χωνείᾳ τῇ φωτολαμπεῖ, Πανένδοξε ἁγνείᾳ, τὰ πάθη τὰ τῆς σαρκός, ἀποκαθάρας ὡς χρυσός, τοῖς πάσιν ἐξήστραψας ἀναμέλπων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ὀργάνῳ Μάκαρ τῆς σεπτῆς, σοῦ γλώττης θελγομένη, τῷ φθόγγῳ ἡ Ἐκκλησία, τοῦ Θεοῦ τὴν ἐπὶ γῆς, σωτήριον κάθοδον ἀναμέλπει, πᾶσι φωνοῦσα τρανῶς καὶ ἐκβοῶσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Λύρα θεία ὤφθης ἀληθῶς, τὸν φθόγγον ἐνηχοῦσα, τοῖς πίστει προσδεχομένοις, τοῦ Θεοῦ τὴν πρὸς ἡμᾶς, σωτήριον σάρκωσιν, θεῖε Πρόκλε, Πάτερ Παμμάκαρ, καὶ τήν τοῦ Νεστορίου, δυσσεβῆ ματαίαν, φωνὴν ἀποσοβοῦσα.
Θεοτοκίον
Συντηρήσας σήμαντρα τῆς σῆς, Παρθένε παρθενίας, ἀλώβητα ὁ Δεσπότης, προελήλυθε Χριστός, ἐκ σοῦ ὑπὲρ ἔννοιαν εἰς τὸ σῶσαι, τους βοῶντας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὦς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Προεόρτιος, Ἧς ἡ Ἀκροστιχίς, Ἰωσὴφ
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».

Ἴδε τοῦ Θεοῦ, τὸ ὄρος τὸ ἅγιον, μετὰ λαμπάδων φαιδρῶν, ἔνδον εἰς τὰ Ἅγια, βαδίζει λίθος ἐξ οὗ τμηθήσεται, καί τους βωμοὺς καὶ ξόανα, δαιμονικὰ λεπτυνεῖ, τοὺς βροτοὺς δέ, ἑαυτοῦ ἐργάσεται, καὶ ναοὺς καὶ σεπτὰ καταγώγια.

Ὤμοσε Θεός, καὶ νῦν ἐκπεπλήρωκε, φυλῆς Ἰούδα ἡμῖν, δοὺς τὴν ἀειπάρθενον, ἧς ἡ κοιλία ξύλον βλαστήσει ζωῆς, θανατηφόρου βρώσεως, ἀπολυτρούμενον, τοὺς τῇ πτώσει ταύτης ὑποκύψαντας, καὶ κλαπέντας ἀπάτῃ τοῦ ὄφεως.

Στόματι λαμπρῷ, ἡ Ἄννα ἐβόησεν, ἐν τῷ ναῷ τοῦ Θεοῦ· Σοὶ προσανατίθημι, ἣν μοι παρέσχου παῖδα ὦ Δέσποτα, ἐξ ἧς δι' οἶκτον ἄφατον, σωματοφόρος ὀφθείς, διασώσεις, κόσμον ὅν περ ἔπλασας, μεγαλύνων αὐτὴν ὡς μητέρα σου.

Ηὔγασεν ἰδού, ἡμέρα σωτήριος, τοῖς ἐν νυκτὶ τῶν δεινῶν, πύλη ἐπουράνιος, ναοῦ τὰς πύλας ἀναπετάσασα, μετὰ λαμπάδων πρόεισιν, ἔνδον εἰς Ἅγια, ὑφ' ἁγίας, τρέφεσθαι δυνάμεως, εἰς ἁγίαν Θεοῦ κατασκήνωσιν.

Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, ὅπως μὴ ἐπέλθῃ μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως· ἀλλ' αὐτὴ με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος.

Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἔφριξε πᾶσα ἀκοὴ ΤΟ ΑΚΟΥΤΕ
Ἱδρῶσι τοῖς ἀσκητικοῖς, ἁμαρτίας ἐναπέσβεσας ἄνθρακας, καὶ οὐρανόθεν σαφῶς, πυρὸς ἐν εἴδει χάριν εἰσδέδεξαι, οὐ καταφλέγουσαν Σοφέ, μᾶλλον δὲ δροσίζουσαν, καὶ ἐν ἰσχὺϊ σε, δυνατὸν κατὰ παθῶν ἀποφαίνουσαν.

Ὡς ῥόδον ταῖς ἀσκητικαῖς, Πάτερ ἤνθησας κοιλάσι Γρηγόριε, ὡς κρίνον εὔοσμον· διὸ πηγάζει μύρον ἡδύπνοον, τὰ σὰ ὀστέα δαψιλῶς· ὀσμῆς ζωῆς πλήρεις γάρ, αἱ σιαγόνες σου, ὡς φιάλαι ἀρωμάτων ἐδείχθησαν.

Σήμερον δῆμος σὺν ἡμῖν, Ἀσκητῶν τε καὶ Ὁσίων εὐφραίνεται, Πατριαρχῶν Προφητῶν, ἐπὶ τῇ μνήμῃ τῇ σῇ Γρηγόριε, συνεορτάζουσιν ἡμῖν, Ἀπόστολοι Μάρτυρες, μεθ' ὧν μνημόνευε, τῶν τιμώντων σε πιστῶς ἀξιάγαστε.

Ἡ θήκη ἔνθα τὸ σεπτόν, καὶ πολύαθλον σου σῶμα κατάκειται, θαυμάτων χάριν ἡμῖν, ἀναπηγάζει Πάτερ Γρηγόριε, καθαγιάζουσα ἡμῶν, ψυχὰς καὶ τὰ σώματα, τῶν πλουτησάντων σε, καὶ προστάτην καὶ θερμὸν ἀντιλήπτορα.
Θεοτοκίον
Φωνὴν σοι τὴν τοῦ Γαβριήλ, οἱ πιστοὶ περιχαρῶς προσφθεγγόμεθα· Χαῖρε Παράδεισε, ζωῆς τὸ ξύλον ἀναβλαστήσασα· Χαῖρε ἡ λύσις τῆς ἀρᾶς, Μαρτύρων στεφάνωμα, Ὁσίων καύχημα, καὶ ἀνθρώπων εὐσεβῶν τὸ κραταίωμα.

Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Πρόκλου
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Τύπους καὶ σκιὰς παρέδραμες, καὶ τὴν ἀλήθειαν Χριστὸν κατενόησας, ἀναγεννηθείς, διὰ λουτροῦ τοῦ Βαπτίσματος, Ἱερεύς τε χρισθεὶς ἱερώτατος· ὅθεν καὶ Θεοτόκον, τὴν τοῦτον τέξασαν ἐκήρυξας.

Τρόπους ἱεροὺς καὶ δόγματα, τοῦ Χρυσοστόμου μάκαρ ἐνστερνισάμενος, ζῆλον τε αὐτοῦ, τὸν ἱερὸν τὸν τῆς πίστεως, ἐξηρεύξω δογμάτων σου πέλαγος, αἱρέσεως χειμάρρους, ἀποξηραίνοντας ἐν χάριτι.

Στῆσον ἱεραῖς πρεσβείαις σου, τὸ καθ' ἡμῶν κλυδώνιον ἐγειρόμενον, καὶ ἀπέλασον, τὸν πειρασμὸν καὶ σκοτόμαιναν, καὶ ἀνθρώπων παντοίων τὴν κάκωσιν, ὡς ἔχων παρρησίαν, πρὸς τὸν Σωτῆρα καὶ Θεὸν ἤμών.
Θεοτοκίον
Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαπαύστως μεγαλύνωμεν».

Ἐξαποστειλάριον τοῦ Ἁγίου Γρηγορίου
Ἦχος β'
Τῶν Μαθητῶν ὁρώντων σε ΤΟ ΑΚΟΥΤΕ
Τὴν σάρκα καθυπέταξας τῷ νοΐ σου, καὶ ἤσκησας θεόφρον μεγαλοφρόνως· ὅθεν καὶ μετάρσιος γενόμενος, ἀντανακλάσεις ἔλαβες, ἐν οὐρανοῖς μέτ' Ἀγγέλων, αἰνεῖν τὸν πάντων Σωτῆρα.
Ἐξαποστειλάριον τοῦ Ἁγίου Πρόκλου
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἀρετῶν ὁμότροπος, τοῦ σοφοῦ Χρυσοστόμου, καὶ τοῦ ἐκείνου γέγονας, θρόνου ἔνδοξε Πρόκλε, διάδοχος θεοκήρυξ· καθελὼν Νεστορίου, τοῦ δυσσεβοῦς τὴν αἵρεσιν, Θεοτόκον κυρίως καὶ ἀληθῶς, τὴν Ἁγνὴν ἐκήρυξας καὶ Παρθένον, μεθ' ἧς ὑπὲρ τῆς Ποίμνης σου, τὸν Χριστὸν ἐκδυσώπει.
Προεόρτιον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεοτόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τάς εἰσόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην, καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρθένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κόσμον σῴζει.

Εἰς τὸν Στίχον, τῶν Αἴνων.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε πιστοὶ συνελθόντες, ᾠδαῖς τιμήσωμεν, τὴν ἐκ μητρὸς ἀγόνου, παραδόξως τεχθεῖσαν, Θεόνυμφον Μητέρα, τοῦ Ποιητοῦ, καὶ σὺν παρθένοις λαμπάσι τε, προσυπαντήσωμεν ταύτῃ ἐν τῷ Ναῷ, εἰσιούσῃ εἰς τὰ Ἅγια.
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Καθάπερ ἄνθη ποικίλα, περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ προεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.
Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Εὐτρεπιζέσθωσαν πύλαι, καὶ ἀνοιγέσθωσαν, αἱ τοῦ Ναοῦ Κυρίου, καὶ τὸν οἶκον τῆς δόξης, καὶ μόνην ὑπερτέραν τῶν οὐρανῶν, ὑπὲρ νοῦν χρηματίσασαν, ὑποδεχέσθωσαν χαίρουσαι καὶ Χριστόν, τὸν Σωτῆρα ἀνυμνείτωσαν.
Θεοτοκίον
Ἦχος α'
Γεωργίου Νικομηδείας
Ἀγαλλιάσθω σήμερον, ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· Ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται· Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν· Ἀπενεχθήσονται φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.