Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου
Μνήμη Γρηγορίου τοῦ Ἀκραγαντίνων.


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Στιχηρὰ τοῦ ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῷ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῷ, δικαιοτάτῳ Πάτερ χρησάμενος· ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε.
Ἦχος δ'
Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογίᾳ, τῇ ἀκριβεστάτῃ, καὶ τὴν διαίρεσιν φυγών, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν· ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος.
Ἦχος δ'
Τέχνῃ σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκύνητον, συνετῶς διδάσκων, ὡς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκὼς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὡς αὐτὸς οἶδεν Ὅσιε.
Στιχηρὰ τοῦ ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Ἱερὲ Γρηγόριε, ἀπὸ σπαργάνων Θεῷ, ἀνετέθης κολλώμενος, ἀνενδότοις νεύσεσι, τῷ τὰ πάντα ποιήσαντι, καὶ δὴ πρὸς τούτου, καταλαμπόμενος, παθῶν διέβης, νύκτα καὶ ἤστραψας, φέγγος ἰάσεων, καὶ θαυμάτων χάριτας, ἀποσοβῶν, ποικίλα νοσήματα, καὶ πλάνης πνεύματα.
Ἦχος πλ. δ'
Πάτερ θαυμαστὲ Γρηγόριε, φωτοφανείαις τὸν νοῦν, καθαρῶς ἀστραπτόμενος, τῶν παθῶν ἐκοίμισας, πολυκύμαντον θάλασσαν, καὶ ἀπαθείας, περιϊπτάμενος, καθαρωτάταις, πτέρυξιν ἔφθασας, ἔνθα τὸ ἄφραστον, κάλλος καὶ ἀμήχανον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.
Ἦχος πλ. δ'
Πάτερ Πατέρων Γρηγόριε, ἱερωσύνης κανών, σωφροσύνης εἰκόνισμα, Μοναζόντων στήριγμα, Ἐκκλησίας ἑδραίωμα, ἀγάπης λύχνος, θρόνος αἰσθήσεως, πηγὴ θαυμάτων, καὶ γλῶσσα πύρινος, στόμα ἡδύλαλον, σκεῦος θείου Πνεύματος, καὶ νοητός, γέγονας Παράδεισος, θεομακάριστε.
Θεοτοκίον, Τῆς Ἑορτῆς
Ἦχος δ'
Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Ἀπενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ Βασιλεῖ παρθένοι, ἐν Ναῷ τοῦ Κυρίου, ὀπίσω σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων χορεύουσαι, καὶ εἰς τὰ Ἅγια φέρουσαί σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ μεθεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.
Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Ἐξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω ἔνδον, τὴν οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν Ἄγγελοι, συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος· Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν ναῷ Ἁγίῳ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ Πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προστασία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς Ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ Προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἄμωμον Δέσποιναν, Μητέρες συγχάρητε, Παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε, ὅτι ἠνέωξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα παντάνασσα· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ΄ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν. Ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας, ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν, τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Ὁ Κανὼν δεύτερος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχίς.
Ποίημα τοῦ Κυρίου Βασιλείου.

ᾨδὴ α'

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ· Τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν· ἐν τῷ Ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.

ᾨδαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον· τῷ Ναῷ γὰρ σήμερον, ὡς καὶ ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.

Ἡ Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.

Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.

Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος, Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ, χαίρων ἀνέθετο.

Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε σήμερον, καὶ μητέρες ᾄσατε, τῇ Βασιλίδι Μητρί, προσερχομένῃ τῷ Ναῷ, τοῦ Βασιλέως Χριστοῦ.
Δόξα...
Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.
Καὶ νῦν ...
Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα, φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

Ὁ Κανὼν τοῦ Ἁγίου Ἀμφιλοχίου, οὐ ἡ Ἀκροστιχίς.
Τὸν τὴν πλάνην λοχῶντα μέλπω ποιμένα.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Τοὺς λόγους τῶν δυσσεβῶν αἱρέσεων, καὶ τὰ φρυάγματα, ὀρθοδοξίας αἴγλῃ λαμπρυνθείς, εὐμαρῶς διεσκέδασας, ἐν ᾗ τοὺς σὲ γεραίροντας, Ἱεροφάντα περιφρούρησον.

Ὁ πάντων τὴν σωτηρίαν Κύριος, ἀεὶ βουλόμενος, τῆς ἱερᾶς σε ποίμνης ὁδηγόν, ἱεράρχα προβάλλεται, λόγῳ καὶ βίῳ λάμποντα, διαφερόντως θεασάμενος.

Νομίμως ὑπεραθλεῖν ἑλόμενος, τῆς Ἐκκλησίας Χριστοῦ, τῇ παντευχίᾳ Πάτερ τοῦ Σταυροῦ, σεαυτὸν περιέφραξας, καὶ νικητὴς τῇ χάριτι, καὶ στεφανίτης ἀναδέδειξαι.
Θεοτοκίον
Τὸν Λόγον τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον, καὶ τῆς αὐτῆς οὐσίας καὶ μορφῆς τῷ τεκόντι ὑπάρχοντα, σεσαρκωμένον τέτοκας, ἀνερμηνεύτως Ἀπειρόγαμε.

Ὁ Κανὼν τοῦ Ἁγίου Γρηγορίου, φέρων Ἀκροστιχίδα ταύτην,
Τὸν θαυματουργὸν Γρηγόριον θαυμάσω.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς Λυτρωτῇ ἡμῶν, ὅτι δεδόξασται».

Ταῖς τοῦ Πνεύματος ἀκτῖσι, πυρσευόμενος τὸν νοῦν, Ἱερὲ Γρηγόριε, καὶ φωταυγὴς ἀστὴρ γεγενημένος, ὅλον με καταύγασον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.

Ὁ προγνώστης τῶν ἁπάντων, χαριτώσας σου τὸν νοῦν, θεοσδότοις λάμψεσιν, ἀπὸ σπαργάνων σε καθαγιάζει, θείαις ἀρεταῖς ἐμπρέπειν μέλλοντα, Πάτερ καὶ θαύμασιν.

Νυσταγμὸν ἀπὸ βλεφάρων, ῥαθυμίας ἐκβαλών, λύχνος ἐγρηγόρσεως, καθωράθης θεοφόρε δείξας, πράγματι τὴν κλῆσίν σου Γρηγόριε, ἐπαληθεύουσαν.
Θεοτοκίον
Θεοτόκον σε Κυρίως, ἀληθῶς ὁμολογῶ, τέτοκας γὰρ Κύριον, ἀνερμηνεύτως ἐν δυσὶν οὐσίαις, ἄχραντε Παρθένε καὶ θελήσεσι, κατανοούμενον.

Κανών β', ᾨδὴ γ', τῆς Ἑορτῆς
Ἦχος α'
Στερεωθήτω ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.

Ἰωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.

Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν Ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ, τῇ σαρκὶ τριετίζουσα, καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.

Ἡ τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος, ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.

Ἡ τριετίζουσα τῷ σώματι, καὶ πολυετὴς ἐν τῷ πνεύματι, ἡ πλατυτέρα οὐρανῶν, καὶ τῶν ἄνω Δυνάμεων, ὑπερτέρα εὐφημείσθω, ἐν ᾠδαῖς ἡ Θεόνυμφος.

Τῆς Θεοτόκου ἑορτάζοντες, τὴν ἐν τοῖς ἀδύτοις προέλευσιν, λαμπαδουχοῦντες νοητῶς, ἐν φαιδρότητι σήμερον, καὶ ἡμεῖς σὺν ταῖς παρθένοις, τῷ Ναῷ πλησιάσωμεν.

Οἱ Ἱερεῖς Θεοῦ ἐνδύσασθε, τὴν δικαιοσύνην ἐν χάριτι, καὶ ὑπαντήσατε φαιδρῶς, ὡς εἰσόδους παρέχοντες, θυγατρὶ τοῦ Βασιλέως, καὶ Θεοῦ εἰς τὰ Ἅγια.
Δόξα...
Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον· ὡς γὰρ Ἠλίου ἐξ ἑνός, ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ, καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ...
Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν σε.

Κανών β', ᾨδὴ γ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Ἡ θεία καὶ φωταυγής, τῶν σῶν δογμάτων λαμπηδὼν ἔσβεσε, τὴν δυσσεβῆ φάλαγγα, τῶν αἱρετικῶν Ἀμφιλόχιε.

Ναμάτων ζωοποιῶν, ὡς ποταμος ὢν ἐκ Θεοῦ ἔμπλεως, Ἀρχιερεὺς γέγονας, οἷς οἱ εὐσεβεῖς ἀρδευόμεθα.

Πλουσίαις μαρμαρυγαῖς, καταλαμπόμενοι τὸν νοῦν ἤστραψας, τὴν μυστικὴν Ὅσιε, τῶν σῶν διδαγμάτων εὐπρέπειαν.
Θεοτοκίον
Λυχνίαν σε φωτεινήν, καὶ ψυχοτρόφον ἀληθῶς τράπεζαν, καὶ κιβωτὸν Πάναγνε, πάντες οἱ πιστοὶ καταγγέλλομεν.

Κανών γ', ᾨδὴ γ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἐστερεώθη ἡ καρδία μου ΤΟ ΑΚΟΥΤΕ
Τὸν δι' αὐτόν σου προσδεξάμενος Πάτερ κόπον, ὁ Κτίστης γέροντι στοιχειοῖ σε, ἐν ἐρήμῳ σε μυοῦντα Γρηγόριε, ἀπάσης Γραφῆς σαφήνειαν.

Ὅλην ἐφέλκων ἑβδομάδα ἄσιτος Πάτερ, ἐτρέφου βρώσει ἐπουρανίῳ, σῶν δακρύων νιφετοῖς ποτιζόμενος, καὶ θείως ἐνηδυνόμενος.

Ὑπὸ Θεοῦ σοι Ἱεράρχα χῦμα καρδίας ἐδόθη· ἔβλυσας γὰρ πλουσίως, διδαγμάτων καθαρώτατα νάματα, καρδίας πιστῶν ἀρδεύοντα.
Θεοτοκίον
Ῥῆσις Κηρύκων θεηγόρων ἀπεπληρώθη· ἰδοὺ γὰρ ἔτεκεν ἡ Παρθένος, νέον βρέφος τοῦ Ἀδὰμ παλαιότερον, καὶ σύνθρονον τοῦ Γεννήτορος.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθῃ ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου».

Κάθισμα τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Λαμπρύνεις τὰ πέρατα, ἐν τῇ σῇ μνήμῃ σοφέ, τὸ σῶμα ἐκβλύζει σου, τῶν ἰαμάτων πηγάς, Ἀμφιλόχιε ἔνδοξε· ὅθεν καὶ ἀσθενείας, ἀπαλλάττεις παντοίας, πίστει τούς προσιόντας, τῷ σεπτῷ σου τεμένει, καὶ νῦν πταισμάτων τὴν λύσιν, αἴτησαι πᾶσιν ἡμῖν.
Δόξα... Τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Ἐκ σπαργάνων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὡσαύτως καλοῦντός σε, τοῦ Σωτῆρος ἀκήκοας, καὶ ψυχὴν καθάρας, καλῶν ἐπιδόσεσιν, ἱερωσύνης χάριν, ἀξίως ἀπείληφας· ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, ἰαμάτων ἀπήστραψας, ἐνεργείας Γρηγόριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
Καὶ νῦν ... Τῆς Ἑορτῆς
Ἦχος ὁ αὐτὸς
Τὸ προσταχθὲν μυστικῶς
ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.

Κανών β', ᾨδὴ δ', τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν πνεύματι προβλέπων ΤΟ ΑΚΟΥΤΕ
Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν· ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ; Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα, καὶ γεννηθεῖσα ἐκ Δαυῒδ τοῦ Βασιλέως, σπέρματος ἁγίου καρπὸς εὐκλεής.

Ἐξάρξατε παρθένοι, καὶ ᾄσατε ᾠδάς, ταῖς χερσὶ κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν Ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν ἑορτάζουσαι.

Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε νυνί, ἐν Ναῷ προσάγοντες, Κυρίῳ τὴν ἁγνήν, Θεοῦ Μητέρα Χριστοῦ τοῦ παμβασιλέως, γενησομένην, ἐξ ὑμῶν δὲ γεννηθεῖσαν, οἷον τριετίζουσαν δάμαλιν.

Ἁγία τῶν Ἁγίων, ὑπάρχουσα σεμνή, ἐν Ναῷ ἠγάπησας, ἁγίῳ κατοικεῖν, καὶ τοῖς Ἀγγέλοις Παρθένε προσομιλοῦσα, προσεκαρτέρεις παραδόξως οὐρανόθεν, ἄρτον δεχομένη, τροφὲ τῆς ζωῆς.

Τεκόντες παρ' ἐλπίδα, τὴν ἄχραντον Ἁγνήν, εὐσεβῶς ὑπέσχοντο, προσάξειν τῷ Θεῷ, καὶ ἐκπληροῦσι παρέχοντες ὥς περ θῦμα, τὴν γεννηθεῖσαν ἐξ αὐτῶν Ἰωακείμ τε, σήμερον καὶ Ἄννα ἐν οἴκῳ Θεοῦ.

Ἐβλάστησεν ἡ ῥάβδος, ποτὲ τοῦ Ἀαρών, προτυποῦσα Ἀχραντε τὸν θεῖον τοκετόν, ὅτι ἀσπόρως συλλήψῃ, καὶ οὐ φθαρήσῃ, καὶ μετὰ τόκον παρθενεύουσα ὀφθήσῃ, βρέφος γαλουχοῦσα τὸν πάντων Θεόν.

Παρθένοι τῇ Παρθένω, Μητέρες τῇ Μητρί, εὐσεβῶς προσδράμετε, τιμῶσαι σὺν ἡμῖν, τὴν γεννηθεῖσαν ὡς ἄμωμον ἱερεῖον, καὶ τὴν τεκοῦσαν ὡς Θεῷ καρποφοροῦσαν, πάντες οὖν φαιδρῶς ἑορτάσωμεν.
Δόξα...
Τριάδα τοῖς προσώποις, Μονάδα τῇ μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν, ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες πιστῶς προσκυνοῦντες ἀεί.
Καὶ νῦν ...
Ἱκέτευε ἀπαύστως πανάχραντε Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων, πάντας λυτρωθῆναι τοὺς δούλους σου.

Κανών β', ᾨδὴ δ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ἀμφιλοχίου τοῦ θείου καὶ θεηγόρου, τὴν ἱερὰν πανήγυριν θεόφρονες δεῦτε, πίστει συγκροτήσωμεν, τοῖς τούτου διδάγμασι, καὶ θεολογίαις νευρούμενοι.

Νυμφαγωγὸς θεοφόρε τῆς Ἐκκλησίας, τῆς ἐν Χριστῷ γενόμενος, τῷ κάλλει τῶν λόγων, ταύτην κατεκόσμησας, καὶ τῇ ὡραιότητι, τῆς ὀρθοδοξίας ἐφαίδρυνας.

Ἡ θεολόγος σου γλῶσσα καὶ θεηγόρος, τῆς ἀρχικῆς Τριάδος τὸ μονόσεπτον κράτος, πᾶσι διετράνωσε, καὶ μίαν θεότητα, σέβειν ἐν τρισὶν Ὑποστάσεσι.
Θεοτοκίον
Νέαν σκηνὴν σε Παρθένε κατανοοῦμεν, καὶ καθαρὸν ἁγίασμα τοῦ πάντων Δεσπότου· τοῦτον γὰρ ἐγέννησας, σαρκὶ καθ' ὑπόστασιν, συνδεδραμηκότα Πανάμωμε.

Κανών γ', ᾨδὴ δ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ἀκήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Γῆ ὡς καλὴ ἤνθησας, ἑκατοστεύοντα Πάτερ στάχυν, καὶ τῇ δρεπάνῃ τῶν σῶν διδαχῶν ἐξέτεμες, αἱρετικῶν δόγματα δυσσεβῆ, Συνόδου πρόμαχος ὀφθείς, Ὅσιε Γρηγόριε.

Οὐράνιος ψῆφός σε, Ἀρχιερέα Θεοῦ θεράπον, ἀποδεικνύει καλῶς, ὁδηγεῖν τὸ ποίμνιον, ὅπερ ἐκτήσατο αἵματι Χριστός, ὁ προειδὼς σου τῆς ψυχῆς, μάκαρ τὴν λαμπρότητα.

Ναὸς Θεοῦ γέγονας, κεκαθαρμένος παθῶν κηλῖδος, καὶ ἐν ναῷ ἱερῷ παρεστώς, τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, δέδεξαι σαφῶς, εἴδει σεμνῆς περιστερᾶς, Χριστοῦ δοξάσαντος.
Θεοτοκίον
Γένος βροτῶν σέσωσται, τῇ ὑπὲρ νοῦν σου κυοφορίᾳ, καὶ οἱ ἐν σκότει φθορᾶς, Παναγία Δέσποινα, εἶδον τὸ φῶς τὸ ἐκλάμψαν ἐκ γαστρός, σοῦ τῆς αἰτίας τῆς ἡμῶν, Κόρη ἀναπλάσεως.

Κανών β', ᾨδὴ ε', τῆς Ἑορτῆς
Ἦχος α'
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον ΤΟ ΑΚΟΥΤΕ
Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες συντρέχοντες, καὶ δοξάζοντες, τὴν θεομήτορα, ὅτι Κυρίῳ, σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.

Ἀγαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά σε, σὺν τῷ πατρί σου· ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ προσάγεται.

Τὴν πολυώνυμον καὶ περίδοξον, ἄμωμον δάμαλιν, ὡς ἐν σαρκὶ κυοφορήσασαν, τὸν θεῖον μόσχον, πάντες ἀνυμνήσωμεν, πιστῶς ἑορτάζοντες.

Τὰ τῆς νυμφεύσεως ἀπογράφονται, θεῖα συμβόλαια, τῆς ὑπὲρ νοῦν κυοφορίας σου, ἁγνὴ Παρθένε, σήμερον ἐν Πνεύματι, ἁγίῳ ἐν οἴκῳ Θεοῦ.

Ἐξανοιγέσθωσαν τὰ προπύλαια, δόξης Θεοῦ ἡμῶν, καὶ δεχέσθωσαν τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα, ὥς περ τριετίζουσαν, ἀμίαντον δάμαλιν.

Τὸ πολυτίμητον καὶ κατάσκιον, ὄρος ὑμνήσωμεν, τὴν ἀειπάρθενον, Θεοῦ Μητέρα γενομένην· αὐτὴ γὰρ ἐξήστραψε, τὸ φῶς ἐν τοῖς πέρασι.
Δόξα...
Τὴν ὑπεράρχιον καὶ ἀΐδιον, μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ ἰσότιμον.
Καὶ νῦν ...
Λιμένα εὔδιον καὶ ἀπόρθητον, τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι, Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.

Κανών β', ᾨδὴ ε', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἁγνείας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Λαμπόμενος φωτί, Τρισηλίου θεότητος, ἐκάθισας ἐπὶ θρόνου, τῆς Ἀρχιερωσύνης, θεόφρον, Ἀμφιλόχιε.

Ὁλόκληρον σαυτόν, τῷ Θεῷ καθιέρωσας, καὶ γέγονας θεοκήρυξ, μεγαλόφωνος Πάτερ, παμμάκαρ Ἀμφιλόχιε.

Χαρμόσυνος ἡμῖν, ἑορτὴ καὶ πανίερος, ἐφέστηκεν ἡ τοῦ θείου, καὶ σοφοῦ Διδασκάλου, τὸν κόσμον ἁγιαζουσα.
Θεοτοκίον
Ὢ πάντων τῶν Πιστῶν, εὐπρεπὲς ἐγκαλλώπισμα, πανάχραντε Θεομῆτορ, τῆς ψυχῆς μου τὸν ῥύπον, ἀπόπλυνον πρεσβείαις σου.

Κανών γ', ᾨδὴ ε', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Τὸν ζόφον τῆς ψυχῆς μου ΤΟ ΑΚΟΥΤΕ
Ῥήματί σου καθαίρεις, εἰδεχθοῦς ἀσθενείας λελεπρωμένον ποτέ, τὸν προσελθόντα σοι πίστει· θεόθεν γὰρ ἐδέξω, χάριν θαυμάτων σοφέ, ὡς Ἐλισαῖος ὁ θεῖος, θεόφρον Γρηγόριε.

Ἠνέωξας εὐχῇ σου, μογιλάλου στόμα καὶ ὦτα Γρηγόριε, τῶν ἰαμάτων παμμάκαρ, ἐνέργειαν πλουτήσας, καὶ ἐξηρεύξω βυθὸν θεολογίας, θαλάσσας ἀθέων ξηραίνοντα.

Γεώδους προσπαθείας, καθαρεύσας Πάτερ ὡς Πέτρος ὁ πρόκριτος, τῶν Ἀποστόλων σκιᾷ σου, ἰάσεις ἐπετέλεις συνεχομένους δειναῖς, ἀσθενειῶν καταιγίσιν, ἐνθέως ἰώμενος.
Θεοτοκίον
Ὁ κόλπους τοὺς πατρῴους, μὴ κενώσας ἐν τῷ σαρκοῦσθαι Πανάμωμε, σοῦ ἐν κόλποις ὁρᾶται, κρατούμενος ὡς βρέφος, ὃν ἐξιλέωσαι, τοῖς εὐσεβῶς σε τιμῶσι, Παρθένε Θεόνυμφε.

Κανών β', ᾨδὴ ς', τῆς Ἑορτῆς
Ἦχος α'
Τὸν Προφήτην Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ἑορτάσωμεν Πιστοί, ἑορτὴν πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες εὐσεβῶς· ὑπάρχει γάρ, ἁγιωτέρα τῶν οὐρανίων Νοῶν.

Ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ.

Ἡ ἀμίαντος ἀμνάς, καὶ ἁγνὴ περιστερά, προσηνέχθη κατοικεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ ἄμωμος, προορισθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

Ἐν Ναῷ τῷ νομικῷ, τὰς εἰσόδους ἐκτελεῖ, ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ οὐράνιος σκηνή, ἐξ ἧς ἡμῖν, τοῖς ἐν τῷ σκότει τὸ φῶς ἐξέλαμψεν.

Νηπιάζουσα σαρκί, καὶ τελεία τῇ ψυχῇ, ἡ ἁγία κιβωτός, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, εἰσέρχεται, κατατρυφῆσαι τῆς θείας χάριτος.

Ἐκ παντοίων πειρασμῶν, καὶ κινδύνων ψυχικῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας εἰς σέ, πανύμνητε ταῖς σαῖς πρεσβείαις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Δοξα...
Ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.
Καὶ νῦν ...
Ἐν γαστρί σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ, πανάχραντε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.

Κανών β', ᾨδὴ ς', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι μετὰ φωνῆς, αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Νεκρώσας, τὸ τῆς σαρκὸς χαμαίζηλον φρόνημα, τῆς ἀπαθείας τὴν χάριν, ἐστολίσω Πάτερ Ἱερομύστα, καὶ πανάγνοις, διδαχαῖς τὴν Τριάδα ἐκήρυξας.

Τῷ φόβῳ, στοιχειωθεὶς τῷ θείῳ θεόληπτε, καὶ τὴν ψυχὴν μολυσμάτων, καθαρὰν τηρήσας, θεολογίας ἀνεδείχθης, ἱερώτατον ὄργανον Ὅσιε.
Θεοτοκίον
Ἁγνὸν σε, καὶ καθαρὸν γινώσκοντες σκήνωμα, τοῦ Βασιλέως τῆς δόξης, καὶ ναὸν καὶ θρόνον τοῦ πανυψίστου, δυσωποῦμεν, τὰς ψυχὰς ἡμῶν σῶσαι Πανύμνητε.

Κανών γ', ᾨδὴ ς', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὡς τὸν Προφήτην ἐρρύσω ΤΟ ΑΚΟΥΤΕ
Ῥώννυται κόρη τὸ σῶμα, παρειμένη ἐντεύξει σου Ὅσιε, ἐν ἔτεσι πλείοσι, πιστῶς προσελθοῦσά σοι, καὶ τὸν αἴτιον, πάντων μεγαλύνει Χριστόν.

Ἰχνηλατῶν τοῦ Δεσπότου, πολιτείαν τὴν ἄμωμον ἔνδοξε, ἀδίκως θλιβόμενος, καὶ συκοφαντούμενος, ἀταπείνωτος, ἔμεινας Γρηγόριε.

Οἱ τῇ κακίᾳ συζῶντες, σὲ τὸν ἄκακον ἄρνα ὡς ἄγριοι, θῆρες διαρπάζοντες, φρουρᾷ κατεδίκασαν, τὸν φρουρούμενον, Πάτερ θείᾳ χαριτι.
Θεοτοκίον
Νοῦς ἐννοῆσαι τὸ μέγα, ἀπορεῖ τοῦ σοῦ τόκου μυστήριον· Θεὸν γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, Ἀειπάρθενε, τὸν ἀπερινόητον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι».

Κοντάκιον τοῦ Ἁγίου Γρηγορίου
Ἦχος γ'
Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους, ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου.
Στίχοι
Σταλεὶς Ἀμφιλόχιε νεκρῶν ἀμφίοις,
Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.
Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς, Ἀκραγαντίνων Ἐκκλησίας.
Στίχοι
Ἐξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον,
Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος.
Στίχοι
Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας,
Μετῆλθε Σισίνιος ἐκ βίας βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ζῶν Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας,
Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ταρσοῦ πρόεδρος Ἕλενος θυηπόλος,
Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.
Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ ὠφέλιμος.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών β', ᾨδὴ ζ', τῆς Ἑορτῆς
Ἦχος α'
Ἡ κάμινος Σωτὴρ ἑδροσίζετο ΤΟ ΑΚΟΥΤΕ
Χορεύσωμεν φιλέορτοι σήμερον, ὑμνήσωμεν τὴν ἄχραντον Δέσποιναν, Ἰωακεὶμ καὶ Ἄνναν, ἐπαξίως γεραίροντες.

Προφήτευσον ὁ λέγων ἐν Πνεύματι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀπενεχθήσονταί σοι, εἰς Ναὸν τῇ Βασιλίδι Μητρί.

Ἠγάλλοντο Ἀγγέλων τὰ τάγματα, ηὐφραίνοντο Δικαίων τὰ πνεύματα, ὅτε Θεοῦ ἡ Μήτηρ εἰς τὰ Ἅγια προσήγετο.

Καὶ σώματι καὶ πνεύματι ἔχαιρε, σχολάζουσα Μαρία ἡ ἄμωμος, ἐν τῷ Ναῷ Κυρίου, ὥσπερ σκεῦος Ἱερώτατον.

Λαμβάνουσα τροφὴν τὴν οὐράνιον, προέκοπτε σοφίᾳ καὶ χάριτι, ἡ γενομένη Μήτηρ, κατὰ σάρκα τοῦ Σωτῆρος Χριστοῦ.

Εἰσέφερον Ναοῦ εἰς ἐνδότατον, οἱ σώφρονες Πατέρες σου Ἄχραντε, ἀνατραφῆναι ξένως, εἰς κατοίκησιν Χριστοῦ τοῦ Θεοῦ.
Δόξα...
Δοξάσωμεν Τριάδα ἀχώριστον, ὑμνήσωμεν τὴν μίαν Θεότητα, σὺν τῷ Πατρὶ τὸν Λόγον, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.
Καὶ νῦν ...
Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.

Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε».

Μυστικωτάταις, θεηγορίαις ταῖς σαῖς προσέχοντες, πόθῳ τὴν Ἀρείου Πάτερ κατατομήν, τῆς Θεότητος ἐκφεύγομεν, Τριάδα ἄκτιστον, ὁμοούσιον πίστει δοξάζοντες.

Ἐληλεγμένον, ταῖς διδαχαῖς σου Μακεδόνιον, Πάτερ καθορῶντες Πνεῦμα τὸ ἀγαθόν, τῷ Πατρί τε καὶ Γεννήματι, συμπροσκυνούμενον, καὶ συνυπάρχον πίστει δοξάζομεν.

Λόγῳ τρανώσας, τὴν ὑπὲρ λόγον Λόγου σάρκωσιν, σέβειν ἐν δυσὶν οὐσίαις Θεόν, θεοφρόνως ἐξεπαίδευσας, καὶ τὴν διαίρεσιν, καὶ τὴν σύγχυσιν φεύγειν θεόληπτε.
Θεοτοκίον
Πάντες προθύμως, τὴν Θεοτόκον εὐφημήσωμεν, δεῦτε οἱ σωθέντες πίστει τοῦ ἐξ αὐτῆς, γεννηθέντος ἀνακράζοντες· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις Πανάχραντε.

Κανών γ', ᾨδὴ ζ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὁ δι' Ἀγγέλου Παῖδας ΤΟ ΑΚΟΥΤΕ
Θαυματουργεῖ ὁ Κτίστης, κρινομένου σου μάκαρ· τὸ πορνικὸν γὰρ γύναιον, φορᾷ ληφθὲν δαιμόνων, πᾶσιν ἐδήλου, καθαρὸν σε Γρηγόριε.

Ἀκτινοβόλοι θεῖοι, μαθηταὶ τοῦ Σωτῆρος, σοὶ ἐπιστάντες Ὅσιε, πεπεδημένον ξύλῳ, λύουσί σε, περιχαρῶς ἀσπαζόμενοι.

Ὑπομονῇ σου Πάτερ, ὁ Δεσπότης προσέχων, θαυματουργίαις μείζοσι, σὲ ἱερῶς λαμπρύνει, τῶν νοσημάτων, τὴν ἀχλὺν ἀπελαύνοντα.
Θεοτοκίον
Μητροπρεπῶς τὸν πάντων, ἀπεκύησας Κτίστην, καὶ ἐν χερσὶν ἐβάστασας, χερουβικὸς ὡς θρόνος, τὸν συνοχέα, τοῦ παντὸς Ἀπειρόγαμε.

Κανών β', ᾨδὴ η', τῆς Ἑορτῆς
Ἦχος α'
Ὃν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνεται σήμερον, φαιδρῶς Ἰωακείμ, καὶ Ἄννα ἡ ἄμεμπτος, Κυρίῳ τῷ Θεῷ, προσφέρει θυσίαν τὴν δοθεῖσαν αὐτῇ, ἐξ ἐπαγγελίας, ἁγίαν θυγατέρα.

καυχῶνται οἳ Ἅγιοι, Δαυῒδ καὶ Ἰεσσαὶ· Ἰούδας σεμνύνεται· ἐκ ῥίζης γὰρ αὐτῶν, ἐβλάστησε γόνος, ἡ Παρθένος ἁγνή, ἐξ ἧς ἐγεννήθη, Θεὸς ὁ πρὸ αἰώνων.

Μαρία ἡ ἄχραντος, καὶ ἔμψυχος σκηνή, προσφέρεται σήμερον, ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ δέχεται ταύτην, Ζαχαρίας χερσίν, ὡς ἡγιασμένον, κειμήλιον κυρίου.

Ὡς πύλην σωτήριον, καὶ ὄρος νοητόν, ὡς κλίμακα ἔμψυχον, Τιμήσωμεν πιστοί, τὴν ὄντως Παρθένον, καὶ Μητέρα Θεοῦ, τὴν εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, καὶ πάντες γηγενεῖς, τιμήσωμεν ὕμνοις, τὴν Παρθένον ἁγνήν, ὡς εὐλογημένην, Μητέρα τοῦ Ὑψίστου.

Ναῷ σε προσέφερον, πανάχραντε Ἁγνή, οἱ θείως τεκόντες σε, ὡς θῦμα καθαρόν, καὶ ξένως αὐλίζῃ, ἐν ἀδύτοις Θεοῦ, προετοιμασθῆναι, εἰς κατοικίαν Λόγου.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν κύριον.
Ὑμνείσθω τρισάγιος, Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα, τὸ Ἅγιον, ἀμέριστος Μονάς, ἡ μία θεότης, ἡ κρατοῦσα δρακί, τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν ...
Ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ βροτός, ἐκ Κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς, τοὺς πρὶν πεπτωκότας, δι' ἄκραν εὐσπλαγχνίαν.

Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ὡραιώθησαν ᾀσματικῶς αἱ σιαγόνες σου, θεολογοῦντος τρανῶς, Τριάδα ἄναρχον ἄκτιστον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισί, Πάτερ θεόσοφε, ᾗ βοῶμεν· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Πλοῦτόν σοι καὶ δόξαν ἀκραιφνῆ, ἡ ἐνυπόστατος, Σοφία δέδωκε, θεολογήσαντι Πάνσοφε, εὐσεβῶς καὶ τῶν αἱρέσεων, καταβαλόντι τὴν ὀφρύν, καὶ πόθῳ ψάλλοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ πᾶσι παρέχων τὴν ζωήν, ὡς ἱεράρχην πιστὸν καὶ θεορρήμονα, ἐν Ἐκκλησίᾳ σε Ὅσιε, πρωτοτόκων εἰσῳκίσατο, ἱερουργοῦντα μυστικῶς, καὶ πίστει μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ἰδοὺ νῦν ἐκλέλοιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν Χριστόν, ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών γ', ᾨδὴ η', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Ὁ στεγάζων ἐν ὕδασι ΤΟ ΑΚΟΥΤΕ
Ἀπολύεται μάστιγος, δαιμονικῆς φοβερᾶς, προσευχῇ σου Μάκαρ, ἡ τῇ κακίᾳ παρανόμων ἀνδρῶν, συκοφαντήσασά σε τὸν δίκαιον κόρη, καὶ συνόδου μέσον σε δοξάζει, ὁ ἀγωνοθέτης, Χριστὸς εἰς τοὺς αἰῶνας.

Σκοτεινῆς ἀμαυρώσεως, οἱ πονηρὰ κατὰ σοῦ, βουλευθέντες Πάτερ, ἀποπληροῦνται καὶ ἐκλάμπει ἡ σή, φωταυγὴς βίωσις, ἐναντίον Γρηγόριε Πατέρων, ὧν τῇ παρουσίᾳ, ἄνθρακας κατέχων, χερσὶν ἐθαυματούργεις.

Ὡς ἀστὴρ φαεινότατος, ἀναφανεὶς ἀληθῶς, ἐν τῷ ὕψει Πάτερ τῆς Ἐκκλησίας, καταυγάζεις ἡμᾶς, ἀρεταῖς πάντοτε, καὶ θαυμάτων ἀκτῖσι, τοὺς ὑμνοῦντάς σου τὴν φωτοφόρον, μνήμην ἱεράρχα, Γρηγόριε θεόφρον.
Θεοτοκίον
Ὁ παράδοξος τόκος σου, τὰς διανοίας ἡμῶν, καταπλήττει μόνη εὐλογημένη· ὁ Θεὸς γὰρ ἐκ σοῦ, σάρκα προσέλαβεν, ὅπερ ἦν, διαμείνας Θεοτόκε, ἄτρεπτος τῇ φύσει, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Χριστέ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον, πᾶσα ἡ κτίσις τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας».

Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς
Ἦχος α'
Τὴν φωτοφόρον Νεφέλην ΤΟ ΑΚΟΥΤΕ
Μεγαλυνάριον

Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.
Σ η μ ε ί ω σ ι ς
Τὸ Μεγαλυνάριον τοῦτο ἐπαναλαμβάνεται καὶ εἰς τὰ ἐφεξῆς Τροπάρια μέχρι τοῦ Δοξαστικοῦ.
Ἐκ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, Ἱερῷ ἐν ἁγίῳ, ὡς Ἁγία, εἰς τὰ Ἅγια οἰκεῖν.

Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα, ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ τῷ νομικῷ· Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.

Σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, τῇ Θεοτόκῳ προσφόρως, ἀναβοήσωμεν πιστοί· Χαῖρε πάγκαλε Νύμφη, χαῖρε νεφέλη φωτεινή, ἐξ ἧς ἡμῖν ἔλαμψεν ὁ Κύριος, τοῖς ἐν σκότει ἀγνοίας, καθημένοις, χαῖρε πάντων ἡ ἐλπίς.

Ὕμνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι' ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.

Ἡ τῶν Ἁγίων Ἁγία, καὶ Θεομήτωρ Μαρία, ταῖς ἱκεσίαις σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς.

Τῶν Χερουβὶμ ὑπερτέρα, τῶν Σεραφὶμ ἀνωτέρα, καὶ πλατυτέρα οὐρανῶν, ἀνεδείχθης Παρθένε, ὡς τὸν ἀχώρητον παντί, ἐν μήτρᾳ χωρήσασα Θεὸν ἡμῶν, καὶ τεκοῦσα ἀφράστως, ὃν δυσώπει, ἐκτενῶς ὑπὲρ ἡμῶν.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.
Τὴν Τρισυμόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.
Καὶ νῦν ...
Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.
Ὑπὸ τὴν σὺν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνοῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.

Κανών β', ᾨδὴ θ', τοῦ Ἁγίου Ἀμφιλοχίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Μίαν τρισυπόστατον φύσιν, πανευσεβῶς θεολογήσας, τὴν παμβασιλίδα Τριάδα, τὴν θεαρχίαν τὴν ἀκατάληπτον, νῦν ὑπ' αὐτῆς τετίμησαι, ἱεροφάντορ Ἀμφιλόχιε.

Ἔχων πρὸς Θεὸν παρρησίαν, ὡς ἱεράρχης θεοφόρε, τῶν τὴν ἱερὰν καὶ φωσφόρον, τελούντων μνήμην, σοῦ παμμακάριστε, διὰ παντὸς μνημονευε, τῷ σῷ Δεσπότῃ παριστάμενος.

Νέμοις μοι τὴν ἄφθονον χάριν, τῷ τοὺς ἐπαίνους σοι θεόφρον, πλέξαντι προθύμῳ καρδίᾳ, τὴν τῶν πταισμάτων λύσιν αἰτούμενος, ὡς ἱερεὺς πιστότατος, Ὅσιε Πάτερ Ἀμφιλόχιε.
Θεοτοκίον
Ἀδὰμ μὲν ἀπόγονος ὤφθης, τοῦ δὲ Θεοῦ Μήτηρ ἐδείχθης· σὺ γὰρ ἀπ' αἰῶνος ἐφάνης, Ἁγιωτέρα πάσης τῆς κτίσεως, εὐλογημένη Πάναγνε· διὸ σε πάντες μεγαλύνομεν.

Κανών γ', ᾨδὴ θ', τοῦ Ἁγίου Γρηγορίου
Ἦχος πλ. δ'
Εὐλογητὸς Κύριος ὁ Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Ἴδε λαμπρὰ πανήγυρις, ἴδε μνήμη ἱερά, ἴδε χάρις πᾶσι, συνελθοῦσι Πιστοῖς, ἀφθόνως ἰάσεις πηγάζουσα, προσέλθωμεν· βρύει γὰρ ἡμῖν, ἡ Γρηγορίου θήκη, φωτισμόν ἀέναον, καὶ ἀθανασίαν.

Ὡς ποταμὸς πεπλήρωσαι, τῶν ναμάτων τοῦ Χριστοῦ, ὡς ἐλαία ἔλαιον πηγάζεις ζωῆς, ὡς φοίνιξ ὑψώθης Γρηγόριε, ὡς ἄμπελος βότρυας ἡμῖν, τῶν ἀρετῶν σου φέρεις, ἐξ ὧν ποτιζόμεθα, οἶνον ἀφθαρσίας.

Συνευφραινέσθω σήμερον, ἐν τῇ μνήμῃ σου ἡμῖν, ἱερέων δῆμος, καὶ Ὁσίων πληθύς, καὶ πάντων Ἀγγέλων τὰ τάγματα, μεθ' ὧν παρεστὼς τῷ Ποιητῇ, πεπυρσευμένος Πάτερ, μνήσθητι τῶν πόθῳ σε ἀνυμνολογούντων.

Ἡγιασμένον γέγονας, Πάτερ σκήνωμα Χριστοῦ, Ἐκκλησίας στῦλος, καὶ λιμὴν τῶν πιστῶν, καὶ μάχαιρα πλάνην ἐκτέμνουσα, πηγὴ ἰαμάτων καὶ βυθός, ἐνθέων νοημάτων, καὶ πυρσὸς ἀκοίμητος, καὶ ποιμὴν ποιμένων.
Θεοτοκίον
Φῶς ἡ τεκοῦσα ἄχρονον, τὸ ἐκλάμψαν ἐκ Πατρός, φώτισόν μου Κόρη, τὴν ψυχὴν καὶ τὸν νοῦν, μακρὰν ἀπ' ἐμοῦ ἐκδιώκουσα, τὸ σκότος Παρθένε τῶν παθῶν· ἵνα σε μακαρίζω, τὴν ἀειμακάριστον τῶν πιστῶν ἐλπίδα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».

Ἐξαποστειλάριον τῶν Ἱεραρχῶν
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Ὡς Ἱεράρχαι ὅσιοι, θεοφόροι Ποιμένες, ὀφθέντες ἀληθέστατοι, τοῦ ἀμνοῦ καὶ Ποιμένος, Ἀμφιλόχιε ὅσιε, καὶ Γρηγόριε μάκαρ, πρεσβεύσατε ὑπὲρ πάντων, τῶν ὑμῶν ἐκτελούντων, μνήμην ῥυσθῆναι κινδύνων, ψυχῶν ὁμοῦ καὶ σωμάτων.
Θεοτοκίον τῆς Ἑορτῆς
Ἦχος γ'
Ἐν πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ
Τοῦ ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χειρὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια, τῆς Ἑορτῆς.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
ΤΟ ΑΚΟΥΤΕ
Ἤρθη τὸ τοῦ φραγμοῦ, μεσότοιχον τῇ θείᾳ, τῆς ὄντως Θεοτόκου, Εἰσόδῳ καὶ οἱ κάτω, τοῖς ἄνω νῦν συνήφθημεν.
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
ᾞδον παρθενικαί, χορεῖαι θεῖον ὕμνον, προπέμπουσαι ἐν οἴκῳ, Θεοῦ λαμπαδηφόρον τὴν μόνην Παναμώμητον.
Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Ἔνδον τοῦ ἱεροῦ, Ἁγίαν τῶν Ἁγίων, τὴν Θεοτόκον οὖσαν, ὦ Ζαχαρία δέχου, Ἁγίων εἰς τὰ Ἅγια.
Θεοτοκίον
Ἦχος πλ. β'
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον· Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀντίφωνον α'
Στίχ.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.
Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Στίχ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.

Ἀντίφωνον β'
Στίχ.
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
Στίχ. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Ἀντίφωνον γ'
Στίχ.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.

Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.