Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου



ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τοῦ Μάρτυρος.

Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Φωτοφανείας σαφῶς πεπυρσευμένος, παμμάκαρ Παράμονε, τοῦ θείου Πνεύματος, σκότος βαθύτατον τέλεον, ἀπεβδελύξω, πολυθεΐας καὶ ηὐτομόλησας, εὐθέτου λαβόμενος, καιροῦ πανόλβιε, πρὸς τὰ προκείμενα σκάμματα, γενναιοφρόνως· καὶ νικηφόρος ὀφθεὶς κατέβαλες, τὸν ἀλαζόνα καὶ πολέμιον, πάντων βροτῶν μεγαλύνων Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Διὰ τὸν πάντων Θεὸν καὶ Βασιλέα, δῆμον πολυάριθμον κατασφαττόμενον, κατανοήσας Παράμονε, τῷ θείῳ ζήλῳ, ὅλως ἐθέλχθης καὶ ἀνεβόησας· Χριστοῦ δοῦλος γνήσιος, ὑπάρχω πάντοτε· γνῶτε παράνομοι τύραννοι· καὶ ὡς ἀρνίον, ἄκακον θύεσθαι νῦν αὐτόκλητος, παρεγενόμην· μὴ οὖν μέλλετε, θῦμα δεκτὸν τῷ τυθέντι σαρκί, δι' ἐμὲ ἑκουσίως, τοῦ γενέσθαι κατεπείγομαι.
Ἦχος δ'
Τῇ ἑπταρίθμω τιμώμενος δεκάδι, τριπλῇ τε ὁ τίμιος, ἑκατοντάδι χορός, τῶν ἀθλοφόρων πολύθεον, καθεῖλε πλάνην, παρανομούντων διὰ τῆς πίστεως· μεθ' οὗ ἐστεφάνωσαι, ἀγωνισάμενος, γενναιοφρονως Παράμονε, καὶ ταῖς χορείαις, τῶν Ἀσωμάτων χαίρων ἠρίθμησαι· μεθ' ὧν δυσώπει πάσης θλίψεως, καὶ πειρασμῶν λυτρωθῆναι ἡμᾶς, τούς σὲ ἀνευφημοῦντας, καὶ γνησίως μακαρίζοντας.
Θεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, ὅτι πάντα κέκτημαι ἅπερ μισεῖ ὁ Θεός, σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, καὶ ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς· γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, αὐτὸς τὰ χείρω ἐργάζομαι· Θεογεννῆτορ, τούτων μοι δίδου πάντων διόρθωσιν, ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, τῆς ζωῆς μου τὸ ὑπόλοιπον.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ χαρίσομαι τούτοις, βασιλείαν τὴν αἰώνιον.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.
Ὑμνεῖν σε τὴν νῦν δίδου Μάρτυς χάριν.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Ὑμνοῦντος, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς Παράμονε, φωτιστικαῖς τοῦ Πνεύματος αὐγαῖς, τὴν καρδίαν μου φώτισον, καὶ παραμένειν θείαις με, νομοθεσίαις ἐνδυνάμωσον.

Μαρτύρων, περιφανῶς τὴν εὔκλειαν, μάκαρ ἐπλούτησας, μαρτυρικαῖς ἐμπρέψας καλλοναῖς, καὶ ὡραίοις ἐν στίγμασιν, ὡραιωθεὶς Παράμονε· ὅθεν πιστῶς σε μακαρίζομεν.

Ναμάτων, ζωοποιῶν τοῦ Πνεύματος, ὑπάρχων ἔμπλεως, τοὺς ἀθεΐας καύσωνι δεινῷ, ἐκτακέντας ἐδρόσισας, καὶ πρὸς τὸ ὕδωρ Ἔνδοξε, τῆς ἀναπαύσεως ὡδήγησας.
Θεοτοκίον
Ἐν χρόνῳ, τὸν ἔξω χρόνου τέτοκας, βροτὸν γενόμενον· ὃν ἐκτενῶς ἱκέτευε Ἁγνή, ὡς υἱόν σου καὶ Κύριον, τὰ τῆς ψυχῆς μου χρόνια, πάθη ἰάσασθαι πανάμωμε.

Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου, Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Τὴν ἔπαρσιν τοῦ ἐχθροῦ, ταπεινωθείς, διὰ Χριστὸν ἔθραυσας, καὶ τὰς αὐτοῦ φάλαγγας, ξίφει καρτερίας συνέκοψας.

Ἠκύρωσας πονηρόν, κατὰ τῆς πίστεως ἡμῶν βούλημα, καὶ καρτερῶς ἤθλησας, Μάρτυς ἀθλοφόρε Παράμονε.

Νενεύρωσαι θεϊκῇ, ὡς στρατιώτης δυνατὸς χάριτι, καὶ χαλεπὰ βάσανα, Μάρτυς ὥσπερ ὄναρ λελόγισαι.
Θεοτοκίον
Στερέωσόν μου τὸν νοῦν, περιτρεπόμενον πολλοῖς πάθεσι, Μήτηρ Θεοῦ πάναγνε, ὅπως κατὰ χρέος δοξάζω σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου, Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς Παράμονος, καρτερικῶς ἐναθλῶν, τοῖς ῥείθροις τοῦ αἵματος, πολυθεΐας πυράν, ἐνθέως κατέσβεσεν· ὅθεν τῶν ἰαμάτων, εἰληφὼς θείαν χάριν, δαίμονας ἀπελαύνει, καὶ νοσήματα παύει αὐτοῦ Χριστὲ πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Τὴν χάριν νῦν ἅπαντες, ἀνευφημήσωμεν, Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὡς δι' αὐτῆς τὴν χαράν, τῷ κόσμῳ αὐγάσασαν, λύσιν τῆς ἁμαρτίας, εὑραμένη ἡ φύσις, ἅπασα τῶν ἀνθρώπων, γηθομένη κραυγάζει· Εὐχαῖς αὐτῆς Κύριε, ῥῦσαι ἡμᾶς τῶν δεινῶν.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ ὡς ἑώρακας, τὸν σὸν Υἱὸν καὶ Θεόν, Παρθένε πανύμνητε, καὶ ἀπειρόγαμε, ἀνύμνεις δακρύουσα· Δόξα βοῶσα Λόγε, τῇ φρικτῇ σου βουλήσει· θέλων γὰρ ἐνεκρώθης, ἡ ζωὴ τῶν ἁπάντων, ῥυόμενος τὸν κόσμον, φθορᾶς ὡς ὑπεράγαθος.

Κανών α', ᾨδὴ δ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ἡ καρδία σου ἀνδρείᾳ ὠχυρωμένη, καὶ παρρησίᾳ ἔνδοξε, πεπυρακτωμένη, βάσανα πολύπλοκα νηπίων τοξεύματα, Μάρτυς τοῦ Χριστοῦ ἐλογίσατο.

Νεκρωθέντας ταῖς προστάξεσι τοῦ τυράννου, τοὺς Ἀθλητὰς θεώμενος, ζῆλον κατ' ἐκείνους, ἔνθεον ἀνέλαβεν, ὁ Μάρτυς Παράμονος, καὶ πρὸς τὸ παθεῖν ηὐτομόλησεν.

Νεανικῶς σε τεινόμενον καὶ ταῖς λόγχαις, ἀνηλεῶς νυπόμενον, καὶ τὰς μεθοδείας, τοῦ ἐχθροῦ τροπούμενον, Χριστὸς ἐστεφάνωσεν, ὁ ἀγωνοθέτης Μακάριε.

Ὑπομονὴν ἐκπληττόμενος τῶν Μαρτύρων, καὶ τὴν αὐτῶν τελείωσιν, Ἔνδοξε θαυμάζων, τούτοις ἐκοινώνησας, τοῦ ζήλου τῆς πίστεως, καὶ τῆς ὑπερτίμου ἀθλήσεως.
Θεοτοκίον
Νεκρωθέντας τοὺς ἀνθρώπους τῇ παραβάσει, τῷ ζωηφόρῳ τόκῳ σου, Παρθένε Μαρία, πάντας ἀνενέωσας· διὸ σε δοξάζομεν, καὶ θεοπρεπῶς μακαρίζομεν.

Κανών α', ᾨδὴ ε', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας τοὺς πίστει ἀνυμνοῦντάς σε».

Δῶρον πολυτελές, σεαυτὸν προσενήνοχας, τῷ Κτίστῃ σου ἐναθλήσας, καὶ τὴν πλάνην νικήσας, Μαρτύρων ἐγκαλλώπισμα.

Ἱδρύματα σοφέ, τῶν Δαιμόνων καὶ ξόανα, συνέτριψας ἡδρασμένον, λογισμὸν κεκτημένος, ἐν πέτρᾳ θείας πίστεως.

Δαιμόνων τὴν πληθύν, ἀνδρικῶς ἐτραυμάτισας, τῷ τραύματι τῆς σαρκός σου, Ἀθλητὰ γενναιόφρον· διὸ σε μακαρίζομεν.
Θεοτοκίον
Ὁμότιμος Πατρί, ἐνυπάρχων καὶ Πνεύματι, ὁ Κύριος ἐξ ἁγνῶν σου, ἐσαρκώθη αἱμάτων, Ἁγνὴ βροτὸς γενόμενος

Κανών α', ᾨδὴ ς', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως, Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου, ῥεύσαντι αἵματι».

Ὕπτιος ἐν καιρῷ τῶν ἀγώνων οὐ γέγονας, ἐγηγερμένος δὲ μᾶλλον, καὶ πρὸς θείαν ἄθλησιν ῥωμαλέος· διὰ τοῦτο, τῶν στεφάνων τῆς δόξης ἐπέτυχες.

Μαρτύρων, ὁμηγύρει σαυτὸν συγκαταλέξας, τελειωθείσῃ προθύμως, πρὸ τῆς σῆς Ἀοίδιμε μαρτυρίας, καὶ σὺν τούτοις, σωτηρίου παστάδος ἠξίωσαι.

Αἱ λόγχαι, μιμητὴν σε Χριστοῦ ἀπειργάσαντο· αἷς τιτρωσκόμενος Μάρτυς, πρὸς αὐτὸν ἀνέπτης στεφανηφόρος, θανατώσας, ὑπομονῆς τοὺς ἄφρονας ξίφεσι.
Θεοτοκίον
Ῥῦσαὶ με, τῶν σκανδάλων τοῦ βίου Πανάχραντε, τὸν ἐν νυκτὶ σκοτομαίνης, λογισμῶν ἀτόπων κεκρατημένον, καὶ κακίᾳ, τοῦ δυσμενοῦς ἀεὶ σκοτιζόμενον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ.
Στίχοι
Ὁ Παράμονος νύπεταί σοι Χριστέ μου.
Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.
Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα
Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.
Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου.
Στίχοι
Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας,
Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς.
Στίχοι
Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν,
Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων,
Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Διονύσιος, Ἐπίσκοπος Κορίνθου, ξίφει πληγεὶς τελειοῦται.
Στίχοι
Διονύσιος εἷς τελῶν θυηπόλων,
Ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παγκόσμιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Σύμπας ὁ κόσμος οὐδὲν ἦν Παγκοσμίῳ·
Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πιτυροῦν ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τῇ σῇ θελήσει πρὸς σὲ χωρεῖ Χριστέ μου,
Ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος ξίφει τελειοῦται.
Στίχοι
Διὰ στέφος πάντιμον οἴσω καὶ ξίφος.
Ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φαῖδρος, ῥητίνης ζεούσης καταχεθείσης αὐτῷ, τελειοῦται.
Στίχοι
Πολλοὺς πρὸς ἄλλα, πρὸς δὲ ῥητίνης ζέσιν,
Στερρῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Τῶν ἰαμάτων, καὶ τῶν θαυμάτων χάριν σοφέ, Μάρτυς ἐκ Θεοῦ πλουτήσας περιφανῶς, ἰατρεύεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ὑφαπλουμένων, κολαστηρίων οὐκ ἐφρόντισας, ὅλην τὴν φροντίδα ἔχων ἐν οὐρανοῖς, καὶ κραυγάζων Ἀξιάγαστε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Σὺ τῶν αἱμάτων, Ἀθλητὰ τῷ πυρὶ ἔφλεξας, ὕλην ἀθεΐας ἔνδοξε πονηράν, τῇ δὲ δρόσῳ τῶν θαυμάτων σου, τοὺς ἐν τῷ καύσωνι, τῶν δυσχερῶν δροσίζεις Παράμονε.
Θεοτοκίον
Χαῖρε ἡ μόνη, τὴν χαρὰν τοῖς ἀνθρώποις κυήσασα, χαῖρε οὐρανὲ καὶ θρόνε Χερουβικέ, καὶ περίδοξον παλάτιον, τοῦ Βασιλεύοντος, τῶν αἰώνων πανάμωμε Δέσποινα.

Κανών α', ᾨδὴ η', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον».

Ἄγρυπνὸν σε φύλακα Πιστῶν, κατεπλουτήσαμεν, κατακοιμίζοντα, δαιμόνων φάσματα πάντοθεν, καὶ σαρκὸς ἄγρια κύματα, καὶ καταιγίδας λογισμῶν, Μάρτυς πολύαθλε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥείθροις σῶν αἱμάτων ἱερῶν, πορφύραν ἔβαψας, σαυτῷ παλαίωσιν, μηδόλως μέλλουσαν δέχεσθαι, καὶ λαμπρῶς ὡραϊζόμενος, τὰ ἐπουράνια οἰκεῖς, βοῶν μακάριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἱερεῖον ὥσπερ καθαρόν, καὶ θῦμα ἄμωμον, καὶ καλλιέρημα, ὁλοκαυτούμενον ἄνθραξιν, ἱερᾶς Μάρτυς ἀθλήσεως, τῷ ἀθλοθέτῃ σου Χριστῷ, προσήχθης μέλπων σοφέ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Νόμου σε σκιαὶ καὶ Προφητῶν προδιεχάραξαν, σεπτὰ κηρύγματα, ἀρρήτως μέλλουσαν ἔσεσθαι, τοῦ Θεοῦ λοχεύτριαν, θεοχαρίτωτε Ἁγνή· ᾧ πάντες μέλπομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἴδε φωταυγοῦς Ἀθλοφόρου, φωτοφανὴς ἔλαμψε μνήμη, πάντων τῶν Πιστῶν τὰς καρδίας, φωταγωγοῦσα τῷ θείῳ Πνεύματι, περιχαρῶς χορεύσωμεν, τοῦτον ἐν πίστει μακαρίζοντες.

Ὡς τῇ ἑπτακύκλῳ δεκάδι, καὶ τῇ τριπλῇ ἑκατοντάδι, ἀκαταγωνίστων Μαρτύρων, συναγελάζων, μεθ' ὧν τὸ σῶμά σου, Μάρτυς Χριστοῦ κατάκειται, σὺν τούτοις πρέσβευε σωθῆναι ἡμᾶς.

Στάδιον ἀνύσαντες πόνων, πολυειδῶν μεμεστωμένον, καὶ μετὰ Χριστοῦ τοῦ τὸν κόσμον, νενικηκότος λαμπρῶς νικήσαντες, στεφανηφόροι Μάρτυρες, τοὺς οὐρανοὺς περιπολεύετε.

Ἤρθης ἀπὸ γῆς καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐκομίσω, νῦν δὲ ποταμοὺς ἀναβλύζεις, ἡμῖν θαυμάτων τοῖς σὲ γεραίρουσι, καὶ εὐσεβῶς τὴν μνήμην σου, πανηγυρίζουσι Παράμονε.
Θεοτοκίον
Φώτισον ψυχῆς μου τὰς κόρας, ἀμαυρωθείσας ἀβλεψίᾳ, τῆς φθοροποιοῦ ἁμαρτίας, Θεογεννῆτορ πάναγνε Δέσποινα· σὺ γὰρ Πιστῶν βοήθεια, καὶ φωτισμὸς ὑπάρχεις Ἄχραντε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».