ΘΕΟΤΟΚΙΑ ΕΙΣ ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ



Κυριακή
Δευτέρα Τρίτη Τετάρτη Πέμπτη Παρασκευὴ Σάββατο

ΚΥΡΙΑΚΗ

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.

Θεοτοκίον Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῷαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Θεοτοκίον Ἦχος δ'
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Θεοτοκίον Ἦχος πλ. α'
Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς· Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
αρχή

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος β'
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος γ'
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος δ'
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. α'
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. β'
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
αρχή

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον Ἦχος δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον Ἦχος πλ. β'
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Θεοτοκίον Ἦχος Βαρὺς
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
αρχή

ΔΕΥΤΕΡΑ

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Θεοτοκίον Ἦχος β'
Ὥραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη, τῶν παραπτώσεων, τί ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοι θερμοῖς τοῖς δάκρυσι. Πλῦνον, τῆς ψυχῆς μου τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σῶσόν με.

Θεοτοκίον Ἦχος γ'
Μεγάλης διὰ σοῦ, εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, γεραίρομεν τὸν τόκον σου, τὸν καταξιώσαντα ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα, τῶν ἀνθρώπων τὸ γένος.

Θεοτοκίον Ἦχος δ'
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Θεοτοκίον Ἦχος πλ. α'
Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.

Θεοτοκίον Ἦχος πλ. β'
Γνώμῃ ὀλισθήσας τε, καὶ ὑποκύψας τῷ πλάνῳ, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε, Δέσποινα, τὴν ἀειμακάριστον.

Θεοτοκίον Ἦχος Βαρὺς
Σοὶ τῇ Μητρὶ τοῦ Θεοῦ, Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἀναβοᾷ, γηγενῶν πᾶσα φύσις, ὡς σωτηρίας τῆς αὐτῶν γενομένη, Θεοτόκε προξένῳ τῷ τόκῳ σου.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε Θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον, χαῖρε δόξα τῶν δούλων σου, δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ Θεοῦ δωρηθέν, κόσμῳ διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε Σεμνή, χαῖρε δόξα Δέσποινα, τῶν δοξαζόντων σε.
αρχή

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Θεοτοκίον Ἦχος β'
Ἀδιόδευτε Πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος γ'
Ἁγιόπρωτε Σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα, πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Θεοτοκίον Ἦχος δ'
Χαῖρε φωτὸς Νεφέλη, χαῖρε Λυχνία φωτεινή, χαῖρε Στάμνε ἡ τοῦ Μάννα, χαῖρε ἡ Ῥάβδος Ἀαρών, χαῖρε Βάτε ἄφλεκτε, χαῖρε Λαμπάς, χαῖρε θρόνε, χαῖρε Ὄρος ἅγιον, χαῖρε Παράδεισε, χαῖρε θεία Τράπεζα, χαῖρε Πύλη μυστική, χαῖρε ἡ πάντων ἐλπίς.

Θεοτοκίον Ἦχος πλ. α'
Φοβερὸν καὶ παράδοξον, καὶ μέγα τὸ μυστήριον! ὁ ἀχώρητος ἐν γαστρὶ ἐχωρήθη, καὶ ἡ μήτηρ μετὰ τὸν τόκον Παρθένος πάλιν διέμεινε. Θεὸν γὰρ ἐγέννησεν, ἐξ αὐτῆς σαρκωθέντα. Αὐτῷ βοήσωμεν, αὐτῷ τὸν ὕμνον εἴπωμεν, σὺν Ἀγγέλοις ἀναμέλποντες. Ἅγιος εἶ Χριστὸς ὁ Θεός, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας δόξα σοι.

Θεοτοκίον Ἦχος πλ. β'
Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα, τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Τάγματα ὑπερέβης Ἀγγέλων, ὡς Θεὸν σωματώσασα, ἐγὼ δὲ τοὺς πάντας νικήσας ἁμαρτίαις, οἴμοι! δέδοικα, καὶ τρέμω· ὅθεν οὐδαμῶς ἀποτολμῶ παρακαλέσαι σε, Θεοτόκε Δέσποινα· σὺ οὖν μὴ παρίδῃς με, ἀλλὰ σπεῦσον σῶσόν με, ὁδὸν εἰς εὐθεῖαν ὁδηγοῦσά με.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε παλάτιον ἔμψυχον, περιστερὰ λογική, χαῖρε πόλις τοῦ Κτίστου σου, χαῖρε καταφύγιον, τῶν πιστῶν καὶ προπύργιον, ἡ προστασία, τῶν πεποιθότων ἐν σοί, καὶ σωτηρία, καὶ ἀπολύτρωσις, χαῖρε ἡ γέφυρα, πάντας ἡ μετάγουσα, πρὸς οὐρανόν. Χαῖρε παντευλόγητε, ἁγία Δέσποινα.
αρχή

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος β'
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὥς ποτε ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Θεοτοκίον Ἦχος γ'
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ, καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι, Χαῖρε ἡ Κεχαριτωμένη.

Θεοτοκίον Ἦχος δ'
Τῇ ἀνατραφείσῃ ἐν τῷ ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν, καὶ τὸ Χαῖρε, Χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

Θεοτοκίον Ἦχος πλ. α'
Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοῶμέν σοι· Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη, τῶν γηγενῶν σωτηρία, χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον.

Θεοτοκίον Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Θεοτοκίον Ἦχος Βαρὺς ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει, σὺν ταῖς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοῖς πιστῶς σε δοξάζουσι.

Θεοτοκίον Ἦχος πλ. δ'
Χαῖρε ἡ δι' Ἀγγέλου, τὴν χαρὰν τοῦ κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα, τὸν ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα, γενέσθαι Μήτηρ Θεοῦ.
αρχή

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Θεοτοκίον Ἦχος β'
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος γ'
Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος δ'
Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σε ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτοῦμέν σε, Ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'
Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Ὑπερέβης τὰς δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Χαῖρε ἡ πύλη, τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
αρχή

ΤΡΙΤΗ

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι· Τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.

Θεοτοκίον Ἦχος β'
Θλίψεις καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν, Κόρη ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνῆτίς μοι φάνηθι, θαλάσσῃ τοῦ βίου, καὶ τὸν ἐπικείμενον πράϋνον κλύδωνα, ὅρμῳ, γαληνῷ μετανοίας, καὶ ἀναψυχῆς ὁδηγοῦσα, τὸν τῇ θείᾳ σκέπῃ σου προστρέχοντα.

Θεοτοκίον Ἦχος γ'
Μὴ παύσῃ ἱκετεύουσα ὑπὲρ τῆς ποίμνης σου, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἐνεστώσης, πάσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου, πάντας ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.

Θεοτοκίον Ἦχος δ'
Ἡσαῦ νέος γέγονα, πᾶσιν ἐν τρόποις Πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος, τίς οὖν μὴ κλαύσει ἐπ' ἐμέ; τίς μὴ θρηνήσει μου τὴν ἀπώλειαν· διὸ πρὸ τέλους κράζω σοι· Ἥμαρτον Δέσποινα, σῶσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός σου τὸν Ἄσωτον.

Θεοτοκίον Ἦχος πλ. α'
Στῆσον τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῷ ῥείθρῳ τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθρούς καθ' ἑκάστην, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ἐκταράττοντας, καταπόντισον, ἀπωλείας εἰς βάραθρα, πλήρωσον εὐφροσύνης καὶ χαρᾶς τὴν καρδίαν μου, λῦσον τὸ νέφος βοῶ σοι, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα, τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, δι' ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἅλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται· διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μῆνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τῇ Θεοτόκῳ κραυγάζουσα· Δέσποινά μου σῶσόν με.

Θεοτοκίον Ἦχος Βαρὺς
Χαῖρε Ἁγνή, τὸ σεπτὸν κειμήλιον παρθενίας. Χαῖρε σεμνή, ἐνδιαίτημα θεῖον. Χαῖρε Παρθένε, τῶν πιστῶν σωτηρία. Χαῖρε Δέσποινα, Νύμφη ἀνύμφευτε.

Θεοτοκίον Ἦχος πλ. δ'
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον Ἄχραντε, χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον, χαῖρε παλάτιον, θεοπάροχον, χαῖρε θησαύρισμα, θάλαμος ἔμψυχος, Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ κατοικητήριον, τοῦ θείου Πνεύματος.
αρχή

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Θεοτοκίον Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τῆς ζωῆς, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Θεοτοκίον Ἦχος γ'
Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου.

Θεοτοκίον Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε, τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις πλημμελείαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν πολλὴν εὐσπλαγχνίαν σου, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

Θεοτοκίον Ἦχος πλ. α'
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. β'
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν, τῶν βοώντων σοι. Ἐλεῆμον Κύριε δόξα σοι.

Θεοτοκίον Ἦχος πλ. δ'
Ἡ σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.
αρχή

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'
Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.

Θεοτοκίον Ἦχος β'
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος γ'
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

Θεοτοκίον Ἦχος δ'
Τῇ Θεοτόκῳ ἐκτενῶς, νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Θεοτοκίον Ἦχος πλ. α'
Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τοὺς δούλους σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.

Θεοτοκίον Ἦχος πλ. β'
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην κραταιάν, προστασίαν αἰτοῦμεν. Σπλαγχνίσθητι, εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Θεοτοκίον Ἦχος Βαρὺς
Τὸ Χαῖρέ σοι προσάγομεν Θεοτόκε· τῶν Ἀγγέλων γὰρ ἀνωτέρα ἐδείχθης, Θεὸν κυήσασα.

Θεοτοκίον Ἦχος πλ. δ'
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις, μεγαλύνωμεν πιστοί. Χαῖρε, ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.
αρχή

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.

Θεοτοκίον Ἦχος γ'
Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς θεότητος.

Θεοτοκίον Ἦχος πλ. α'
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε ἀειπάρθενε.

Θεοτοκίον Ἦχος πλ. β'
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Θεοτοκίον Ἦχος Βαρὺς
Εἰρήνευσον πρεσβείαις τῆς Θεοτόκου, τὴν ζωὴν ἡμῶν τῶν βοώντων σοι· Ἐλεῆμον Κύριε δόξα σοι.

Θεοτοκίον Ἦχος πλ. δ'
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῲ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.
αρχή

ΤΕΤΑΡΤΗ

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Θεοτοκίον Ἦχος β'
Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Θεοτοκίον Ἦχος γ'
Ῥομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας· Μὴ ἄτεκνόν με δείξῃς, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.

Θεοτοκίον Ἦχος δ'
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Θεοτοκίον Ἦχος πλ. α'
Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν σε, Θεὲ ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Θεοτοκίον Ἦχος πλ. β'
Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

Θεοτοκίον Ἦχος Βαρὺς
Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ἡ Πανάμωμος ὡς ἑώρακε θρηνῳδοῦσα, ὕμνει τὸ κράτος σου.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.
αρχή

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαία διῆλθεν ὧ Υἱέ, (ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον), τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον, Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

Θεοτοκίον Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου ΤΟ ΑΚΟΥΤΕ
Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρωσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀλαλάζουσα· Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

Θεοτοκίον Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ σε ἀναρτώμενον, Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο κλαυθμῷ καὶ ἀνεβόα· Μή με δείξῃς ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήν καὶ μετὰ τόκον.

Θεοτοκίον Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει Φιλάνθρωπε.

Θεοτοκίον Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Στᾶσα ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνῳδοῦσα ὠδύρετο, βοῶσα· οὐ φέρω Τέκνον, προσηλωμένον ὁρᾶν, ἐπὶ ξύλου ὃν περ ἀπεκύησα· ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος, καὶ πῶς ἀρτίως, τῇ ὀδύνῃ συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὂ εἴρηκεν, ὁ Συμεὼν τῇ καρδίᾳ, ἐμῇ ῥομφαίαν ἐλεύσεσθαι, ἀλλ' ὧ νῦν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνοῦντάς σε.

Θεοτοκίον Ἦχος πλ. β'
Ὁρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον, ὂ ὁρῶ, μυστήριον Υἱέ μου, πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγὲ;

Θεοτοκίον Ἦχος Βαρὺς
Νέκρωσιν καθυπέμεινας Λόγε, ἐπὶ Σταυροῦ προσηλούμενος, ἡ Παρθενομήτωρ ἐβόα θρηνοῦσα, σὺν ἠγαπημένῳ σεπτῷ θεολόγῳ, ὧν ταῖς ἱκεσίαις, ὁ παθὼν ὑπὲρ ἡμῶν Χριστέ, καὶ νεκρώσας θάνατον, τὰ πάθη μου νέκρωσον, καὶ ζωῆς με μέτοχον, τῆς θείας ἀπέργασαι, καὶ σῶσόν με.

Θεοτοκίον Ἦχος πλ. δ'
Σταυρῷ σε καθηλούμενον, ὡς ἐθεάσατο ἡ σὲ Τεκοῦσα, μόνε μακρόθυμε, ὀδυρομένη δάκρυα ἔρρει κρουνηδόν, καὶ τὸ ὑπερβάλλον τῆς χρηστότητος, καὶ τὸ συμπαθὲς τὸ ὑπὲρ ἄνθρωπον, λίαν ἐκπληττομένη, ὕμνει τὸ κράτος σου.
αρχή

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος β'
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Θεοτοκίον Ἦχος γ'
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Θεοτοκίον Ἦχος δ'
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Θεοτοκίον Ἦχος πλ. α'
Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον Ἦχος πλ. β'
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
αρχή

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, Χαῖρε Νύμφη ἀνύμφευτε.

Θεοτοκίον Ἦχος β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες, Χαῖρε ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.

Θεοτοκίον Ἦχος γ'
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη Εὐλογημένη.

Θεοτοκίον Ἦχος δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος, καὶ πύλας τοῦ ᾅδου συνέτριψε.

Θεοτοκίον Ἦχος πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Θεοτοκίον Ἦχος Βαρὺς
Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα· διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
αρχή

ΠΕΜΠΤΗ

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Θεοκυῆτορ Παρθένε καὶ ἀπειρόγαμε, ἡ τὸν Θεὸν τεκοῦσα, ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ πάλιν μετὰ τόκον, ὡς ἀληθῶς, ἀνεδείχθης Παρθένος ἁγνή, θρόνος καὶ πύλη καὶ τράπεζα μυστική, καὶ λυχνία φωτεινόμορφος.

Θεοτοκίον Ἦχος β'
Πᾶσα τῆς ζωῆς ἡμῶν ἰσχύς, σὺ ὑπάρχεις ἄχραντε Μήτηρ, καὶ καταφύγιον, πάντων τῶν ὑμνούντων σε, σὺ εἶ ἀντίληψις, μὴ οὖν μάτην λογίζοιντο, τὴν σὴν προστασίαν, οἱ κατακαυχώμενοι κατὰ τῶν δούλων σου· σὺ γὰρ πρὸς Θεὸν προστασία, δέδοσαι· διό μὴ παρίδῃς, διασῶσαι Δέσποινα τοὺς δούλους σου.

Θεοτοκίον Ἦχος γ'
Ἁπάντων κυριεύουσα τῶν κτισμάτων Δέσποινα, δεινῶς κυριευθεῖσαν, τοῖς πάθεσι Θεόνυμφε, τὴν ψυχήν μου ἐλευθέρωσον ἐν τάχει, φαρμάκῳ σῆς πρεσβείας, καὶ καταδούλωσον τῷ Υἱῷ καὶ Θεῷ σου.

Θεοτοκίον Ἦχος δ'
Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχει, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Θεοτοκίον Ἦχος πλ. α'
Ἔχων ἁμαρτημάτων πληθύν, πεπωρωμένος, καὶ τὸν νοῦν σκοτιζόμενος, βοῶ σοι ἐν κατανύξει, καὶ συντριβῇ λογισμῶν. Κόρας τῆς ψυχῆς μου φωταγώγησον· καὶ γάρ τὸ ἀνέσπερον, φῶς ἐκύησας Ἄχραντε, τὸ καταυγάζον, οἰκουμένης τὰ πέρατα, τοῖς πυρσεύμασι, τῆς αὐτοῦ ἐπιγνώσεως, φώτισόν μου Πανάμωμε, τὸν νοῦν ταῖς λαμπρότησι, τῆς σῆς πρεσβείας γενέσθαι, υἱὸν φωτὸς ἀξιοῦσά με, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Θεοτοκίον Ἦχος πλ. β'
Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.

Θεοτοκίον Ἦχος Βαρὺς
Παρθένον σε γινώσκομεν μετὰ τόκον· ἀπειράνδρως γὰρ σὺ ἐκύησας τὸν Σωτῆρα, ᾧ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ἴδε μου, τῆς συντετριμμένης καρδίας, τοὺς στεναγμοὺς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, καὶ μὴ ἀπώσῃ πανάμωμε, τὰς τῶν χειρῶν μου Ἁγνή, ἐπάρσεις ὡς φιλάγαθος, ἵνα ὑμνῶ καὶ μεγαλύνω, τὸν μεγαλύναντα τὸ γένος ἡμῶν.
αρχή

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Παρθένε πανύμνητε, Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον μὴ φλέγεσθαι, καίπερ καιομένην· πῦρ γὰρ τῆς θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε· διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.

Θεοτοκίον Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου ΤΟ ΑΚΟΥΤΕ
Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Θεοτοκίον Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων χαρμονή, τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος· διὰ τοῦτό σε, προσκυνοῦμεν Παρθένε.

Θεοτοκίον Ἦχος δ'
Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. α'
Χαῖρε κεχαριτωμένη, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὅτι ἐπέφανέ σοι ὁ Βασιλεὺς τῆς δόξης, καὶ ἐπεσκίασέ σοι, τὸ πανάγιον Πνεῦμα, ὡς παρρησίαν ἔχουσα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Λύτρωσαι Θεοτοκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.

Θεοτοκίον Ἦχος πλ. δ'
Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; νύμφην σε Παρθένε ἐκήρυξαν, τῆς ἀξίας τοῦ Πατρός, καὶ τῆς θεότητος αὐτοῦ, οἱ Θεόν, ἀξιωθέντες κατιδεῖν σωματικῶς, καὶ Λόγου καὶ Θεοῦ Κόρη γεννήτριαν, καὶ Πνεύματος ἁγίου οἰκητήριον· ἐν σοὶ γὰρ πᾶν τῆς θεότητος, σωματικῶς κατεσκήνωσε, τὸ πλήρωμα, πληρεστάτης οὔσης χάριτος.
αρχή

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'
Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς θεότητος, καὶ τεκοῦσα ἀσπόρως, πηγὴν ζωῆς τὸν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.

Θεοτοκίον Ἦχος β'
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διὸ κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος γ'
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, Θεοτόκον σὲ κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου τὸν ἄφραστον.

Θεοτοκίον Ἦχος δ'
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σέ, ἀνυμνοῦντες μεγαλύνομεν.

Θεοτοκίον Ἦχος πλ. α'
Τὸ ξένον τῆς Παρθένου Μυστήριον, τῷ κόσμῳ ἀνεδείχθη σωτήριον· ἐξ αὐτῆς γὰρ ἐτέχθης, ἄνευ σπορᾶς, καὶ σαρκὶ ἀνεδείχθης, δίχα φθορᾶς, ἡ πάντων χαρά, Κύριε δόξα σοι.

Θεοτοκίον Ἦχος πλ. β'
Ἁγία Δέσποινα ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.

Θεοτοκίον Ἦχος Βαρὺς
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα· διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ἡ νοητὴ πύλη τῆς ζωῆς ἡμῶν, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
αρχή

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.

Θεοτοκίον Ἦχος γ'
Ἕκαστος ὅπου σῴζεται, ἐκεῖ δικαίως καὶ προστρέχει, καὶ ποία ἄλλη τοιαύτη καταφυγή, ὡς σὺ Θεοτόκε, σκέπουσα τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος δ'
Ὅτι πάντων ὑπάρχεις, τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σε ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτοῦμέν σε· ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. α'
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε ἀειπάρθενε.

Θεοτοκίον Ἦχος πλ. β'
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σὺ ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Ὁ καρπὸς τῆς γαστρός σου Θεόνυμφε, τοῖς ἀνθρώποις ἐδείχθη σωτηρίας πρόξενος· διό σε Θεοτόκον, γνώμῃ καὶ γλώσσῃ δοξάζοντες, οἱ πιστοὶ μεγαλύνομεν.

Θεοτοκίον Ἦχος πλ. δ'
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.
αρχή

ΠΑΡΑΣΚΕΥΗ

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

Θεοτοκίον Ἦχος β'
Ὢ τῆς ἀγαθότητος τῆς σῆς! ὢ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὢ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὀλοφυρομένη, πῶς ὁ ὢν ἀθάνατος, θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως καθυπέμεινας.

Θεοτοκίον Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἠλάλαζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, τοῦ καλλωπίσαντος, τῶν ἀνθρώπων τὸ γένος;

Θεοτοκίον Ἦχος δ'
Ἰδών σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι· Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Θεοτοκίον Ἦχος πλ. α'
Ὅλην ἀναλαβὼν τὴν ἐμήν, μορφὴν ὁ πλάστης καὶ Θεὸς ἐνεδύσατο, μορφῶσαι τὴν πρὶν πεσοῦσαν μορφὴν Ἀδὰμ βουληθείς, ἐν Σταυρῷ ὑψώθη, ὡς ὑπεύθυνος, ἑκὼν καὶ τὰς χεῖρας, προσηλωθεὶς νῦν ἰάσατο, τὰς πρὶν τῷ ξύλῳ, παρειμένας τῆς βρώσεως, ὃν ἡ Πάναγνος, θεωροῦσα ἠλάλαζε. Τίς ἐστιν ἡ τοσαύτη σου, Υἱέ μου ἀνείκαστος, μακροθυμία; οὐ φέρω, ἐπὶ Σταυροῦ ἀναρτώμενον, ὁρᾶν σε τὸν πάντα, τῇ δρακὶ διακρατοῦντα, Χριστὲ τὰ σύμπαντα.

Θεοτοκίον Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα· Ὦ Υἱέ μου καὶ Θεέ, τί τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὂ ὑπομένεις διὰ οἶκτον πολύν;

Θεοτοκίον Ἦχος Βαρὺς
Ῥήματα ἐν τῷ τόκῳ σου Τέκνον, δι’ ὧν χαροποιὰ πρῴην ἤκουον, προσεδόκων, χαρᾶς ἐμπλησθῆναι, καὶ χαροποιῆσαι, ψυχὰς τεθλιμμένας, ταῦτα δὲ πρὸς λύπην μετετράπη, τῇ σταυρώσει σου ἐναργῶς τὰ πράγματα· ἡ λύπη γὰρ τήκει με, καὶ θανεῖν προῄρημαι, πληρούσης τῆς λύπης τὴν καρδίαν μου.

Θεοτοκίον Ἦχος πλ. δ'
Πάναγνος ὡς εἶδέ σε, Σταυρῶ κρεμάμενον ἐθελουσίως, κατανοοῦσά σου τὴν δυναστείαν, λύπῃ συνείχετο Χριστέ, καὶ ὀδυρομένη ἀνεβόα σοι· Τέκνον μή με λίπῃς τήν τεκοῦσάν σε· δός μοι λόγον Υἱέ μου, μή με σιγῶν παρέλθῃς, Λόγε Θεοῦ τὴν δούλην σου.
αρχή

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Τὴν γεῦσιν τὴν πάλαι τοῦ Ἀδάμ, τὴν πικρὰν ἐγλύκανας, χολὴν καὶ ὄξος γευσάμενος, τέκνον γλυκύτατον, ὑψωθεὶς ἐν ξύλῳ, ὡς κριτὸς ὁ δίκαιος· διό με φαρμαχθεῖσαν τῷ πάθει σου, γλύκανον Δέσποτα, ἀναστὰς ὡς παντοδύναμος, ἡ Παρθένος ἔλεγε δακρύουσα.

Θεοτοκίον Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, ὅπως ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Θεοτοκίον Ἦχος γ'
Ὁ κόσμος ἠλεήθη Λόγε τῇ Σταυρώσει σου, ἡ κτίσις ἐφωτίσθη, τὰ ἔθνη σωτηρίαν εὗρον Δέσποτα, ἡ Πάναγνος ἐβόα· ἐγὼ δὲ νῦν τέτρωμαι, καθορῶσά σου τὸ ἑκούσιον πάθος.

Θεοτοκίον Ἦχος δ'
Ὁ ἐξ Ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.

Θεοτοκίον Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Λόγχῃ σου τὴν πλευρὰν ὧ Υἱέ, ὀρυττομένην καθορῶσα τιτρώσκομαι, τῆς λύπης δεινῇ ῥομφαίᾳ, καὶ στεναγμὸν ἐκ ψυχῆς, προϊέναι ὅλως οὐ δεδύνημαι, ἡ Πάναγνος ἔλεγε, παρεστῶσα τῷ πάθει σου, καὶ τὴν σφαγήν σου, καθορῶσα τὴν ἄδικον, ἀνεξίκακε, ὑπεράγαθε Κύριε, ποῦ μοι τὰ εὐαγγέλια, βοῶσα σὺν δάκρυσι, ποῦ ὁ τὸ Χαῖρέ μοι λέξας; ποῦ ἡ λοχεία ἡ ἄφραστος; ποῦ Πέτρος ὁ φίλος; ἀλλὰ δόξα τῇ ἀφάτῳ μακροθυμίᾳ σου.

Θεοτοκίον Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος, σὺν παρθένῳ μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!

Θεοτοκίον Ἦχος Βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Τέτρωμαι τῇ ῥομφαίᾳ τῆς λύπης, ἐν Σταυρῷ καθορῶσά σε, τὸν ἐπὶ ὑδάτων τὴν γῆν στερεοῦντα, καὶ καθάπερ δέρριν ἐκτείναντα πόλον· βλέπω γὰρ γυμνὸν κατεσφαγμένον σε κρεμάμενον, καὶ θανεῖν Υἱέ μου νῦν, αἱροῦμαι παμφίλτατε, φρῖξον γῆ καὶ σείσθητι, ἔλεγεν ἡ Πάναγνος δακρύουσα.

Θεοτοκίον Ἦχος πλ. δ'
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος, Οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας φέρεις, γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.
αρχή

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

Θεοτοκίον Ἦχος β' Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Θεοτοκίον Ἦχος γ'
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες.

Θεοτοκίον Ἦχος δ'
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Θεοτοκίον Ἦχος πλ. α'
Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη, πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχύς, καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σὲ ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον Ἦχος πλ. β'
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Τὸν ἀμνὸν καὶ ποιμένα, καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ Σταυρῶ θεωροῦσα, ἡ Τεκοῦσα, ἔλεγε δακρύουσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
αρχή

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Θεοτοκίον Ἦχος β'
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Χαῖρε ἡ ῥάβδος, ἐξ ἧς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.

Θεοτοκίον Ἦχος γ'
Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σκέπε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη Εὐλογημένη.

Θεοτοκίον Ἦχος δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ τὸ ὄρος, ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος, καὶ πύλας τοῦ ᾅδου συνέτριψε.

Θεοτοκίον Ἦχος πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Θεοτοκίον Ἦχος Βαρὺς
Λύτρωσαι Θεοτόκε, τῶν συνεχουσῶν ἡμᾶς ἁμαρτιῶν, ὅτι ἄλλην ἐλπίδα, οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σέ, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν Προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα· διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
αρχή

ΣΑΒΒΑΤΟΝ

Στιχηρὰ Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος. Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Θεοτοκίον Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρός, μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα, Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός, γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῴαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Θεοτοκίον Ἦχος δ'
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθέν, ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Θεοτοκίον Ἦχος πλ. α'
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'
Τίς μὴ μακαρίσει σε, παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ, Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος Βαρὺς
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ Παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
αρχή

Ἀπόστιχα Τοῦ Ἑσπερινοῦ

Θεοτοκίον Ἦχος α'
Χαίροις παρ' ἡμῶν ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιον ἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἧς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Θεοτοκίον Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ φωτός, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Θεοτοκίον Ἦχος γ'
Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον Ἦχος δ'
Ἔχοντές σε Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλὰς οὐ πτοούμεθα, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. α'
Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα. Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'
Πρεσβείαις τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν Ἱεραρχῶν, ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

Θεοτοκίον Ἦχος Βαρὺς
Ὄρος θεῖον ἅγιον, εἶδέ σε ὁ Δανιήλ, καὶ Ἡσαΐας δὲ ὁ σοφός, Μητέρα Θεοῦ ἐκήρυξέ σε Σεμνή, Θεὸν ἐν σαρκὶ χωρήσασαν, τὸν Ἀδὰμ πλαστουργήσαντα, ὃν τὰ Χερουβείμ ἐτρόμαξαν σαρκούμενον, ὑμνοῦντα καὶ δοξάζοντα, ἀσιγήτῳ τρισαγίᾳ φωνῇ, ἀλλὰ τοῦτον αἴτησαι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. δ'
Ἁγνὴ Παρθένε, τοῦ Λόγου πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε σωθῆναι ἡμᾶς.
αρχή

Εἰς τό, Θεὸς Κύριος

Θεοτοκίον Ἦχος α'
Τοῦ Γαβριὴλ φθεγξαμένου, σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Θεοτοκίον Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν, τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Θεοτοκίον Ἦχος δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ, ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον Ἦχος πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε σκέπη καὶ προστασία τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Θεοτοκίον Ἦχος πλ. β'
Προϊστορεῖ ὁ Γεδεών, τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυΐδ, τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς, γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεόν, ἡ Κεχαριτωμένη.

Θεοτοκίον Ἦχος Βαρὺς
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν Τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
αρχή

Εἰς τὸ τέλος τοῦ Ὄρθρου

Θεοτοκίον Ἦχος α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες. Αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον Ἦχος β'
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.

Ἐὰν δὲ τύχῃ Ἀλληλούϊα, ἐν οἰῳδήποτε
Ἤχῳ, λέγονται ταῦτα. Ἦχος β'
Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες, πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθόν, Θεὸν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς Ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι, δοῦναι τήν ἀνάπαυσιν.
Καὶ νῦν... Θεοτοκίον
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.


Θεοτοκίον Ἦχος γ'
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν, Θεοτόκον σε κυρίως ὑπάρχουσαν· διὸ καὶ μεγαλύνομεν, τὸν τόκον σου τὸν ἄφραστον.

Θεοτοκίον Ἦχος δ'
Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς θεότητος.

Θεοτοκίον Ἦχος πλ. α'
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Θεοτοκίον Ἦχος πλ. β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Θεοτοκίον Ἦχος Βαρὺς
Χαῖρε, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου, χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, ἐξ ἧς ἔλαμψεν ὁ Ἐμμανουήλ, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Θεοτοκίον Ἦχος πλ. δ'
Παρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.
αρχή