Α' Β' Γ' Δ' Ε' ΣΤ' Ζ' Η' Θ' Ι' ΙΑ'

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Α', Ἦχος β΄
Αὐτόμελον
ΤΟ ΑΚΟΥΤΕ
Τοῖς Μαθηταῖς συνέλθωμεν,
ἐν ὄρει Γαλιλαίας,
πίστει Χριστὸν θεάσασθαι,
λέγοντα ἐξουσίαν,
λαβεῖν τῶν ἄνω καὶ κάτω,
μάθωμεν πῶς διδάσκει,
βαπτίζειν εἰς τὸ ὄνομα
τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ,
καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι,
τοῖς Μύσταις ὡς ὑπέσχετο,
ἕως τῆς συντελείας.
Θεοτοκίον
Τοῖς Μαθηταῖς συνέχαιρες,
Θεοτόκε Παρθένε,
ὅτι Χριστὸν ἑώρακας,
ἀναστάντα ἐκ τάφου,
τριήμερον καθὼς εἶπεν,
οἷς καὶ ὤφθη διδάσκων,
καὶ φανερῶν τὰ κρείττονα,
καὶ βαπτίζειν κελεύων ἐν τῷ Πατρί, καὶ Υἱῷ
καὶ ἁγίῳ Πνεύματι, τοῦ πιστεύειν,
αὐτοῦ ἡμᾶς τὴν ἔγερσιν,
καὶ δοξάζειν σε Κόρη.

ΔΟΞΑΣΤΙΚΟΝ Α', Ἦχος α' Ἰδιόμελον
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις,
διὰ τὴν χαμόθεν ἔπαρσιν,
ἐπέστη ὁ Κύριος,
καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν,
πανταχοῦ διδαχθέντες,
εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο,
κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν,
καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν·
οἷς καὶ συνδιαιωνίζειν,
ὁ ἀψευδὴς ἐπηγγείλατο,
Χριστὸς ὁ Θεός,
καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΕΩΘΙΝΟΝ Α', ΜΑΤΘΑΙΟΥ 28,16-20
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς΄ καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν· καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, καὶ ἰδού, ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τάς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Τὸν λίθον θεωρήσασαι,
ἀποκεκυλισμένον,
αἱ Μυροφόροι ἔχαιρον·
εἶδον γὰρ Νεανίσκον,
καθήμενον ἐν τῷ τάφῳ,
καὶ αὐτὸς ταύταις ἔφη·
Ἰδοὺ Χριστὸς ἐγήγερται,
εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς·
Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας,
ἐκεῖ ὑμῖν ὀφθήσεται,
ὡς προεῖπε τοῖς φίλοις.
Θεοτοκίον
Ἄγγελος μὲν ἐκόμισε,
τῇ Παρθένῳ τό, Χαῖρε,
πρὸ σῆς Χριστὲ συλλήψεως,
Ἄγγελος δὲ τὸν λίθον,
ἐκύλισέ σου τοῦ τάφου·
ἀντὶ λύπης ὁ μὲν γάρ,
χαρᾶς ἀφράστου σύμβολα,
ὁ δὲ ἀντὶ θανάτου, σὲ χορηγόν,
τῆς ζωῆς κηρύττων καὶ μεγαλύνων,
καὶ λέγων τὴν Ἀνάστασιν,
Γυναιξὶ καὶ τοῖς Μύσταις.

ΔΟΞΑΣΤΙΚΟΝ Β', Ἦχος β' Ἰδιόμελον
Μετὰ μύρων προσελθούσαις,
ταῖς περὶ Μαριὰμ Γυναιξί,
καὶ διαπορουμέναις,
πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ,
ὡράθη ὁ λίθος μετηρμένος,
καὶ θεῖος Νεανίας,
καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς.
Ἠγέρθη γὰρ φήσιν,
Ἰησοῦς ὁ Κύριος·
διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν,
καὶ ὄψεσθε αὐτόν,
ἀναστάντα ἐκ νεκρῶν,
ὡς ζωοδότην καὶ Κύριον.

ΕΩΘΙΝΟΝ Β', ΜΑΡΚΟΥ 16,1-8
Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν· ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον, ἠγέρθη, οὐκ ἔστιν ᾧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν, ἀλλ' ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Ὅτι Χριστὸς ἐγήγερται,
μή τις διαπιστείτω·
ἐφάνη τῇ Μαρίᾳ γάρ,
ἔπειτα καθωράθη,
τοῖς εἰς ἀγρὸν ἀπιοῦσι,
Μύσταις δὲ πάλιν ὤφθη,
ἀνακειμένοις ἕνδεκα,
οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς·
ὅθεν καταβέβηκεν ἀνελήφθη,
ἐπικυρῶν τὸ κήρυγμα,
πλήθεσι τῶν σημείων.
Θεοτοκίον
Ὁ ἀνατείλας Ἥλιος,
ἐκ παστοῦ ὡς Νυμφίος,
ἀπὸ τοῦ τάφου σήμερον,
καὶ τὸν ᾍδην σκυλεύσας,
καὶ θάνατον καταργήσας,
σὲ Τεκούσης πρεσβείαις,
φῶς ἡμῖν ἐξαπόστειλον,
φῶς φωτίζον καρδίας, καὶ τὰς ψυχάς,
φῶς βαδίζειν ἅπαντας ἐμβιβάζον,
ἐν τρίβοις προσταγμάτων σου,
καὶ ὁδοῖς τῆς εἰρήνης.

ΔΟΞΑΣΤΙΚΟΝ Γ', Ἦχος γ' Ἰδιόμελον
Τῆς Μαγδαληνῆς Μαρίας,
τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης,
ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν,
διαπιστοῦντες οἱ Μαθηταί,
ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν·
ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι,
πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο·
καὶ σὺ μὲν Κύριε,
πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα,
οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον,
τοῖς θαύμασι πιστούμενοι.
Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου,
τὴν ἐκ νεκρῶν Ἀνάστασιν,
φιλάνθρωπε Κύριε.

ΕΩΘΙΝΟΝ Γ', ΜΑΡΚΟΥ 16,9-20
Ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ' αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κᾀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ' αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κᾀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Ταῖς ἀρεταῖς ἀστράψαντες,
ἴδωμεν ἐπιστάντες,
ἐν ζωηφόρῳ μνήματι,
ἄνδρας ἐν ἀστραπτούσαις,
ἐσθήσεσι Μυροφόροις,
κλινούσαις εἰς γῆν ὄψιν,
τοῦ οὐρανοῦ δεσπόζοντος,
ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν,
ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ,
καὶ τὸ πραχθὲν θαυμάσαντες,
μείνωμεν Χριστὸν βλέψαι.
Θεοτοκίον
Τὸ χαίρετε φθεγξάμενος,
διημείψω τὴν λύπην,
τῷν Προπατόρων Κύριε,
τὴν χαρὰν ἀντεισάγων,
ἐγέρσεώς σου ἐν κόσμῳ,
ταύτης οὖν ζωοδότα,
διὰ τῆς κυησάσης σε, φῶς φωτίζον καρδίας,
φῶς οἰκτιρμῶν,
τῷν σῶν ἐξαπόστειλον τοῦ βοᾶν σοι·
Φιλάνθρωπε, Θεάνθρωπε,
δόξα τῇ σῇ Ἐγέρσει.

ΔΟΞΑΣΤΙΚΟΝ Δ', Ἦχος δ' Ἰδιόμελον
Ὄρθρος ἦν βαθύς,
καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ,
ἀλλά τὸ σῶμα οὐχ εὑρέθη,
τὸ ποθούμενον αὐταῖς·
διὸ ἀπορουμέναις,
οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες.
Τί τὸν ζῶντα μετὰ τῷν νεκρῶν ζητεῖτε; ἔλεγον.
Ἠγέρθη ὡς προεῖπε,
τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ;
Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον,
ἀλλ' ἐδόκει λῆρος τὰ εὐαγγέλια,
οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί·
ἀλλ' ὁ Πέτρος ἔδραμε,
καὶ ἰδὼν ἐδόξασέ σου,
πρὸς ἑαυτὸν τὰ θαυμάσια.

ΕΩΘΙΝΟΝ Δ', ΛΟΥΚΑ 24,1-12
Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ Ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις· ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ' ἠγέρθη. Μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς, ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός,
ἐκ νεκρῶν τῷ Κλεόπα
καὶ τῷ Λουκᾶ συνώδευσεν,
οἷς περ καὶ ἐπεγνώσθη,
εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον·
ὧν ψυχαὶ καὶ καρδίαι,
καιόμεναι ἐτύγχανον,
ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ,
καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη·
μεθ' ὧν, Ἡγέρθη, κράξωμεν,
ὤφθη τε καὶ τῷ Πέτρῳ.
Θεοτοκίον
Ὑμνῶ σου τὸ ἀμέτρητον,
ἔλεος Ποιητά μου,
ὅτι σαυτὸν ἐκένωσας,
τοῦ φορέσαι καὶ σῶσαι,
φύσιν βροτῶν κακωθεῖσαν,
καὶ Θεὸς ὢν ἠνέσχου,
ἐκ τῆς ἁγνῆς θεόπαιδος,
κατ' ἐμὲ τοῦ γενέσθαι, καὶ κατελθεῖν,
μέχρις ᾍδου, θέλων με τοῦ σωθῆναι,
πρεσβείαις τῆς Τεκούσης σε,
Δέσποτα πανοικτίρμον.

ΔΟΞΑΣΤΙΚΟΝ Ε', Ἦχος πλ. α' Ἰδιόμελον
Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ!
πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις,
ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν,
Λουκᾷ δὲ καὶ Κλεόπᾳ,
συμπορευόμενος ὡμίλεις,
καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς;
Διὸ καὶ ὀνειδίζῃ,
ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ,
καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς.
Ἀλλ' ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν,
καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας,
καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον,
ἐγνώσθης αὐτοῖς,
ὧν καὶ πρὸ τούτου αἱ καρδίαι,
πρὸς γνῶσίν σου ἀνεφλέγοντο,
οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις,
ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν,
δι' ἧς ἐλέησον ἡμᾶς.

ΕΩΘΙΝΟΝ Ε', ΛΟΥΚΑ 24,12-35
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποί; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες· Μεῖνον μεθ' ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ' αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Δεικνύων ὅτι ἄνθρωπος,
Σῶτερ εἶ κατ' οὐσίαν,
ἐν μέσῳ στὰς ἐδίδασκες,
ἀναστὰς ἐκ τοῦ τάφου,
καὶ βρώσεως συμμετέσχες,
βάπτισμα μετανοίας,
εὐθὺς δὲ πρὸς οὐράνιον,
ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς,
πέμπειν τὸν Παράκλητον ἐπηγγείλω,
Ὑπέρθεε Θεάνθρωπε,
δόξα τῇ σῇ Ἐγέρσει.
Θεοτοκίον
Ὁ Ποιητὴς τῆς κτίσεως
καὶ Θεὸς τῶν ἁπάντων,
σάρκα βροτείαν ἔλαβεν,
ἐξ ἀχράντων αἱμάτων,
σοῦ παναγία Παρθένε·
καὶ γὰρ φθαρεῖσαν πᾶσαν,
τὴν φύσιν ἐκαινούργησε,
πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπών,
μετὰ τόκον· ὅθεν πιστῶς σε πάντες,
ἀνευφημοῦμεν κράζοντες·
Χαῖρε Δέσποινα κόσμου.

ΔΟΞΑΣΤΙΚΟΝ ΣΤ', Ἦχος πλ. β' Ἰδιόμελον
Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ,
εἰρήνην τὴν σὴν διδούς,
μετὰ τὴν Ἔγερσιν Μαθηταῖς,
ἐμφόβους ἔδειξας αὐτούς,
δόξαντας πνεῦμα ὁρᾷν,
ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς,
δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου·
πλὴν ἀπιστούντων ἔτι,
τὴ τῆς τροφῆς μεταλήψει,
καὶ διδαχῶν ἀναμνήσει,
διήνοιξας αὐτῶν τὸν νοῦν,
τοῦ συνιέναι τὰς Γραφάς·
οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος,
καὶ εὐλογήσας αὐτούς,
διέστης πρὸς οὐρανόν.
Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε,
Κύριε δόξα σοι.

ΕΩΘΙΝΟΝ ΣΤ', ΛΟΥΚΑ 24,36-53
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατὶ διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι, ψηλαφήσατέ με καὶ ἴδετε΄ ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπών, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἒτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν, ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· καὶ εἶπεν αὐτοῖς· Ὃτι οὕτω γέγραπται, καὶ οὕτως εἴδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτόν αὐτούς, διέστη ἀπ' αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ, προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντός ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Ὅτι ἦραν τὸν Κύριον,
τῆς Μαρίας εἰπούσης,
ἐπὶ τὸν τάφον ἔδραμον,
Σίμων Πέτρος, καὶ ἄλλος,
Μύστης Χριστοῦ,
ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο,
καὶ εὗρον τὰ ὀθόνια,
ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς,
ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων·
διὸ πάλιν ἡσύχασαν,
τὸν Χριστὸν ἕως εἶδον.
Θεοτοκίον
Μεγάλα καὶ παράδοξα,
δι' ἐμὲ κατειργάσω,
Χριστέ μου πολυέλεε·
ἐκ Παρθένου γὰρ Κόρης,
ἐτέχθης ἀνερμηνεύτως,
καὶ Σταυρὸν κατεδέξω,
καὶ θάνατον ὑπομείνας,
ἐξανέστης ἐν δόξῃ, καὶ τὴν ἡμῶν,
φύσιν ἠλευθέρωσας τοῦ θανάτου.
Δόξα Χριστὲ τῇ δόξῃ σου,
δόξα τῇ σῇ δυνάμει.

ΔΟΞΑΣΤΙΚΟΝ Ζ', Ἦχος βαρὺς Ἰδιόμελον
Ἰδοὺ σκοτία καὶ πρωΐ,
καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας,
πολὺ σκότος ἔχουσα ταῖς φρεσίν;
ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς.
Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς,
πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ,
τὴν Ἀνάστασιν ἐτεκμήραντο,
καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς.
Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς,
πιστεύσαντες,
ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.

ΕΩΘΙΝΟΝ Ζ', ΙΩΑΝΝΗ 20,1-10
Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον· καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ᾞραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα· καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Δύο Ἀγγέλους βλέψασα,
ἔνδοθεν τοῦ μνημείου,
Μαρία ἐξεπλήττετο,
καὶ Χριστὸν ἀγνοοῦσα,
ὡς Κηπουρὸν ἐπηρώτα,
Κύριε ποῦ τὸ σῶμα,
τοῦ Ἰησοῦ μου τέθεικας;
κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν,
τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου,
πρὸς τὸν Πατέρα ἄπειμι,
εἰπὲ τοῖς ἀδελφοῖς μου.
Θεοτοκίον
Τριάδος Κόρη τέτοκας,
ἀπορρήτως τὸν ἕνα,
διπλοῦν τῇ φύσει πέλοντα,
καὶ διπλοῦν ἐνεργείᾳ,
καὶ ἕνα τῇ ὑποστάσει·
τοῦτον οὖν ἐκδυσώπει,
ἀεὶ ὑπὲρ τῶν πίστει σε,
προσκυνούντων ἐκ πάσης ἐπιβουλῆς,
τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες,
πρὸς σὲ νῦν καταφεύγομεν,
Δέσποινα Θεοτόκε.

ΔΟΞΑΣΤΙΚΟΝ Η', Ἦχος πλ. δ' Ἰδιόμελον
Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς·
ἰδοὺ γὰρ κατηξίωται,
καὶ διδασκόντων Ἀγγέλων,
καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ·
ἀλλ' ἔτι πρόσγεια φρονεῖ,
οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται
μὴ προσψαῦσαί σοι Χριστέ.
Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς,
οἷς εὐαγγέλια ἔφησε,
τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα.
Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς,
τῆς ἐμφανείας σου,
Δέσποτα Κύριε.

ΕΩΘΙΝΟΝ Η', ΙΩΑΝΝΗ 20,11-18
Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς· Ὅτι ᾖραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾒδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρὸς ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ αὐτὸν ἔθηκας, κᾀγὼ αὐτὸν ἀρῶ· λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί· ὃ λέγεται Διδάσκαλε· λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἃπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον· καὶ ταῦτα εἶπεν αὐτῇ.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Συγκεκλεισμένων Δέσποτα,
τῶν θυρῶν ὡς εἰσῆλθες,
τοὺς Ἀποστόλους ἔπλησας,
Πνεύματος παναγίου,
εἰρηνικῶς ἐμφυσήσας,
οἷς δεσμεῖν τε καὶ λύειν,
τὰς ἁμαρτίας εἴρηκας,
καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν,
τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας.
Μεθ' οὗ βοῶμεν· Κύριος,
καὶ Θεὸς σὺ ὑπάρχεις.
Θεοτοκίον
Τὸν σὸν Υἱὸν ὡς ἔβλεψας,
ἀναστάντα ἐκ τάφου,
τριήμερον Θεόνυμφε,
ἅπασαν θλίψιν ἀπέθου,
ἣν ὑπέστης ὡς Μήτηρ,
ὅτε κατεῖδες πάσχοντα,
καὶ χαρᾶς ἐμπλησθεῖσα,
σὺν τοῖς αὐτοῦ, Μαθηταῖς γεραίρουσα
τοῦτον ὕμνεις.
Διὸ τοὺς Θεοτόκον σε,
νῦν κηρύττοντας σῷζε.

ΔΟΞΑΣΤΙΚΟΝ Θ', Ἦχος πλ. α' Ἰδιόμελον
Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων,
οὔσης ὀψίας Σαββάτων,
ἐφίστασαι τοῖς φίλοις Χριστέ,
καὶ θαύματι θαῦμα βεβαιοῖς,
τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν,
τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν·
ἀλλ' ἔπλησας χαρᾶς τοὺς Μαθητάς,
καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς,
καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν,
καὶ τὸν Θωμᾶν οὐ κατέλιπες,
τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι.
Διὸ παράσχου καὶ ἡμῖν,
γνῶσιν ἀληθῆ,
καὶ ἄφεσιν πταισμάτων,
εὔσπλαγχνε Κύριε.

ΕΩΘΙΝΟΝ Θ', ΙΩΑΝΝΗ 20,19-31
Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ· ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κᾀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς· ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾶ· φέρε τὸν δάκτυλόν σου ᾧδε, καὶ ἴδε τὰς χεῖράς μου. καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Τιβεριάδος θάλασσα,
σὺν παισὶ Ζεβεδαίου,
Ναθαναὴλ τῷ Πέτρῳ τε,
σὺν δυσὶν ἄλλοις πάλαι,
καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν,
οἳ Χριστοῦ τῇ προστάξει,
ἐν δεξιοῖς χαλάσαντες,
πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς,
πρὸς αὐτὸν ἐνήχετο,
οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε,
καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Θεοτοκίον
Τὸν ἀναστάντα Κύριον,
τριήμερον ἐκ τοῦ τάφου,
Παρθένε καθικέτευε,
ὑπὲρ τῶν σὲ ὑμνούντων,
καὶ πόθῳ μακαριζόντων·
σὲ γὰρ ἔχομεν πάντες,
καταφυγὴν σωτήριον,
καὶ μεσίτιν πρὸς τοῦτον· κλῆρος γὰρ σός,
καὶ οἰκέται πέλομεν Θεοτόκε,
καὶ πρὸς τὴν σὴν ἀντίληψιν,
ἅπαντες ἀφορῶμεν.

ΔΟΞΑΣΤΙΚΟΝ Ι', Ἦχος πλ. β' Ἰδιόμελον
Μετὰ τὴν εἰς ᾍδου κάθοδον,
καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν,
ἀθυμοῦντες ὡς εἰκός,
ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί,
πρὸς ἐργασίαν ἐτράπησαν·
καὶ πάλιν πλοῖα καὶ δίκτυα,
καὶ ἄγρα οὐδαμοῦ.
Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς,
ὡς δεσπότης πάντων,
δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν·
καὶ ἦν ὁ λόγος ἔργον εὐθύς,
καὶ πλῆθος τῶν ἰχθύων πολύ,
καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ·
οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν,
καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον,
ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.

ΕΩΘΙΝΟΝ Ι΄, ΙΩΑΝΝΗ κα΄1-14
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως· Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ· ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο - ἦν γὰρ γυμνὸς -, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν, οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον - οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων -, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν. Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
αρχή

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Μετὰ τὴν θείαν Ἔγερσιν,
τρὶς τῷ Πέτρῳ,
φιλεῖς με,
πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων,
προβάλλεται ποιμενάρχην,
ὃς ἰδὼν ὃν ἠγάπα,
ὁ Ἰησοῦς ἑπόμενον,
ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί;
Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον,
ἕως καὶ πάλιν ἔρχομαι,
τί πρὸς σὲ φίλε Πέτρε;
Θεοτοκίον
Ὦ φοβερὸν μυστήριον,
ὦ παράδοξον θαῦμα!
διὰ θανάτου θάνατος,
παντελῶς ἠφανίσθη·
τίς οὖν μὴ ἀνυμνήσει σου,
καὶ τίς μὴ προσκυνήσει σου,
τὴν Ἀνάστασιν Λόγε, καὶ τὴν ἁγνῶς,
ἐν σαρκὶ τεκοῦσάν σε Θεοτόκον;
Ἧς ταῖς πρεσβείαις ἅπαντας,
λύτρωσαι τῆς γεέννης.

ΔΟΞΑΣΤΙΚΟΝ ΙΑ', Ἦχος πλ. δ' Ἰδιόμελον
Φανερῶν σεαυτόν,
τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν,
Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν,
εἰς ἀγάπης ἀντέκτισιν,
τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν.
Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε,
ποίμαινε τὰ ἀρνία μου,
ποίμαινε τὰ πρόβατά μου.
Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον,
περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο.
Ὧν ταῖς πρεσβείαις Χριστέ,
τὴν ποίμνην σου διαφύλαττε,
ἐκ λύκων λυμαινομένων αὐτήν.


ΕΩΘΙΝΟΝ ΙΑ', ΙΩΑΝΝΗ 21,15-25
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; Καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς. Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σὲ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
αρχή