ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Τιβεριάδος θάλασσα,
σὺν παισὶ Ζεβεδαίου,
Ναθαναὴλ τῷ Πέτρῳ τε,
σὺν δυσὶν ἄλλοις πάλαι,
καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν,
οἳ Χριστοῦ τῇ προστάξει,
ἐν δεξιοῖς χαλάσαντες,
πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς,
πρὸς αὐτὸν ἐνήχετο,
οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε,
καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Θεοτοκίον
Τὸν ἀναστάντα Κύριον,
τριήμερον ἐκ τοῦ τάφου,
Παρθένε καθικέτευε,
ὑπὲρ τῶν σὲ ὑμνούντων,
καὶ πόθῳ μακαριζόντων·
σὲ γὰρ ἔχομεν πάντες,
καταφυγὴν σωτήριον,
καὶ μεσίτιν πρὸς τοῦτον· κλῆρος γὰρ σός,
καὶ οἰκέται πέλομεν Θεοτόκε,
καὶ πρὸς τὴν σὴν ἀντίληψιν,
ἅπαντες ἀφορῶμεν. ΔΟΞΑΣΤΙΚΟΝ Ι', Ἦχος πλ. β' Ἰδιόμελον
Μετὰ τὴν εἰς ᾍδου κάθοδον,
καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν,
ἀθυμοῦντες ὡς εἰκός,
ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί,
πρὸς ἐργασίαν ἐτράπησαν·
καὶ πάλιν πλοῖα καὶ δίκτυα,
καὶ ἄγρα οὐδαμοῦ.
Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς,
ὡς δεσπότης πάντων,
δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν·
καὶ ἦν ὁ λόγος ἔργον εὐθύς,
καὶ πλῆθος τῶν ἰχθύων πολύ,
καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ·
οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν,
καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον,
ἐντρυφῆσαι φιλάνθρωπε Κύριε. ΕΩΘΙΝΟΝ Ι΄, ΙΩΑΝΝΗ κα΄1-14
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως· Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ· ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο - ἦν γὰρ γυμνὸς -, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν, οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον - οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων -, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν. Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.