ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Μετὰ τὴν θείαν Ἔγερσιν,
τρὶς τῷ Πέτρῳ,
φιλεῖς με,
πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων,
προβάλλεται ποιμενάρχην,
ὃς ἰδὼν ὃν ἠγάπα,
ὁ Ἰησοῦς ἑπόμενον,
ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί;
Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον,
ἕως καὶ πάλιν ἔρχομαι,
τί πρὸς σὲ φίλε Πέτρε;
Θεοτοκίον
Ὦ φοβερὸν μυστήριον,
ὦ παράδοξον θαῦμα!
διὰ θανάτου θάνατος,
παντελῶς ἠφανίσθη·
τίς οὖν μὴ ἀνυμνήσει σου,
καὶ τίς μὴ προσκυνήσει σου,
τὴν Ἀνάστασιν Λόγε, καὶ τὴν ἁγνῶς,
ἐν σαρκὶ τεκοῦσάν σε Θεοτόκον;
Ἧς ταῖς πρεσβείαις ἅπαντας,
λύτρωσαι τῆς γεέννης. ΔΟΞΑΣΤΙΚΟΝ ΙΑ', Ἦχος πλ. δ' Ἰδιόμελον
Φανερῶν σεαυτόν,
τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν,
Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν,
εἰς ἀγάπης ἀντέκτισιν,
τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν.
Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε,
ποίμαινε τὰ ἀρνία μου,
ποίμαινε τὰ πρόβατά μου.
Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον,
περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο.
Ὧν ταῖς πρεσβείαις Χριστέ,
τὴν ποίμνην σου διαφύλαττε,
ἐκ λύκων λυμαινομένων αὐτήν.

ΕΩΘΙΝΟΝ ΙΑ', ΙΩΑΝΝΗ 21,15-25
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; Καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς. Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σὲ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.