ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β', Ἦχος β΄
Τοῖς Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Τὸν λίθον θεωρήσασαι,
ἀποκεκυλισμένον,
αἱ Μυροφόροι ἔχαιρον·
εἶδον γὰρ Νεανίσκον,
καθήμενον ἐν τῷ τάφῳ,
καὶ αὐτὸς ταύταις ἔφη·
Ἰδοὺ Χριστὸς ἐγήγερται,
εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς·
Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας,
ἐκεῖ ὑμῖν ὀφθήσεται,
ὡς προεῖπε τοῖς φίλοις.
Θεοτοκίον
Ἄγγελος μὲν ἐκόμισε,
τῇ Παρθένῳ τό, Χαῖρε,
πρὸ σῆς Χριστὲ συλλήψεως,
Ἄγγελος δὲ τὸν λίθον,
ἐκύλισέ σου τοῦ τάφου·
ἀντὶ λύπης ὁ μὲν γάρ,
χαρᾶς ἀφράστου σύμβολα,
ὁ δὲ ἀντὶ θανάτου, σὲ χορηγόν,
τῆς ζωῆς κηρύττων καὶ μεγαλύνων,
καὶ λέγων τὴν Ἀνάστασιν,
Γυναιξὶ καὶ τοῖς Μύσταις. ΔΟΞΑΣΤΙΚΟΝ Β', Ἦχος β' Ἰδιόμελον
Μετὰ μύρων προσελθούσαις,
ταῖς περὶ Μαριὰμ Γυναιξί,
καὶ διαπορουμέναις,
πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ,
ὡράθη ὁ λίθος μετηρμένος,
καὶ θεῖος Νεανίας,
καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς.
Ἠγέρθη γὰρ φήσιν,
Ἰησοῦς ὁ Κύριος·
διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν,
καὶ ὄψεσθε αὐτόν,
ἀναστάντα ἐκ νεκρῶν,
ὡς ζωοδότην καὶ Κύριον. ΕΩΘΙΝΟΝ Β', ΜΑΡΚΟΥ 16,1-8
Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν· ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον, ἠγέρθη, οὐκ ἔστιν ᾧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν, ἀλλ' ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.