ΦΩΤΑΓΩΓΙΚΑ ΚΑΤ' ΗΧΟΝ

Ἐκ τρίτου ψαλλόμενα

ΗΧΟΣ Α'

Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΗΧΟΣ Β'
Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΗΧΟΣ Γ'
Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΗΧΟΣ Δ'
Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΗΧΟΣ ΠΛ. Α'
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.

ΗΧΟΣ ΠΛ. Β'
Προστασίαις Κύριε τῶν Ἀσωμάτων, κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον.

ΗΧΟΣ ΒΑΡΥΣ
Προστασίαις Κύριε τῶν Ἀσωμάτων, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος.

ΗΧΟΣ ΠΛ. Δ'
Φῶς ὑπάρχων Χριστέ, φώτισόν με ἐν σοί, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.