ΕΙΣ ΤΟΝ Β' ΗΧΟΝ
Τῇ Κυριακῇ ἑσπέρας, καὶ τῇ Δευτέρᾳ πρωΐ
Εἰς τό, Θεὸς Κύριος, Ἦχος β'.

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου∙ εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι∙ ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος β'.
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Τῇ Δευτέρᾳ ἑσπέρας, καὶ τῇ Τρίτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος β'.

Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε∙ Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας∙ διὸ κατὰ χρέος σε πάντες, εὐσεβῶς Θεοτόκε μεγαλύνομεν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος β'.
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες∙ Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.
Τῇ Τρίτῃ ἑσπέρας, καὶ τῇ Τετάρτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος β'.

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε∙ διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος β'.
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες∙ Χαῖρε ἡ ῥάβδος, ἐξ ἧς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.
Τῇ Τετάρτῃ ἑσπέρας, καὶ τῇ Πέμπτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος β'.

Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ Θεοτόκε ἀειπάρθενε∙ Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας∙ διὸ κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος β'.
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες∙ Χαῖρε ἀδύτου φωτὸς νεφέλη, αὐτὸν βαστάσασα ἐν κόλποις, τῆς δόξης τὸν Κύριον.
Τῇ Πέμπτῃ ἑσπέρας, καὶ τῇ Παρασκευῇ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος β'.

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε∙ διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος β'.
Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες∙ Χαῖρε ἡ ῥάβδος, ἐξ ἧς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.
Τῇ Παρασκευῇ ἑσπέρας, καὶ τῷ Σαββάτῳ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος β'.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος β'.
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Ἐὰν δὲ τύχῃ Ἀλληλούϊα, ἐν οἱῳδήποτε
Ἤχῳ, λέγονται ταῦτα. Ἦχος β'.

Ἀπόστολοι, Μάρτυρες καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι, καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες, πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθόν, Θεὸν ἱκετεύσατε σωθῆναι, δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον
Μνήσθητι Κύριε, ὡς Ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον∙ οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι, δοῦναι τήν ἀνάπαυσιν.
Καὶ νῦν... Θεοτοκίον
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.