ΕΙΣ ΤΟΝ ΠΛ. Α' ΗΧΟΝ
Τῇ Κυριακῇ ἑσπέρας, καὶ τῇ Δευτέρᾳ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. α'.

Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοῶμέν σοι∙ Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη, τῶν γηγενῶν σωτηρία, χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. α'.
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Τῇ Δευτέρᾳ ἑσπέρας, καὶ τῇ Τρίτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. α'.

Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τοὺς δούλους σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε∙ οἶδα γὰρ ὅτι Παρθένε, ἰσχύεις ὅσα καὶ βούλεσαι.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. α'.
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι∙ Χαῖρε ἀειπάρθενε.
Τῇ Τρίτῃ ἑσπέρας, καὶ τῇ Τετάρτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. α'.

Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται∙ διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. α'.
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Τῇ Τετάρτῃ ἑσπέρας, καὶ τῇ Πέμπτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. α'.

Τὸ ξένον τῆς Παρθένου Μυστήριον, τῷ κόσμῳ ἀνεδείχθη σωτήριον∙ ἐξ αὐτῆς γὰρ ἐτέχθης, ἄνευ σπορᾶς, καὶ σαρκὶ ἀνεδείχθης, δίχα φθορᾶς, ἡ πάντων χαρά, Κύριε δόξα σοι.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. α'.
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς∙ Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι∙ Χαῖρε ἀειπάρθενε.
Τῇ Πέμπτῃ ἑσπέρας, καὶ τῇ Παρασκευῇ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. α'.

Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη, πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχύς, καταπεπάτηται∙ διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. α'.
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Τῇ Παρασκευῇ ἑσπέρας, καὶ τῷ Σαββάτῳ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. α'.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. α'.
Ὁ ἐκ Παρθένου, ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.