ΕΙΣ ΤΟΝ ΠΛ. Β' ΗΧΟΝ
Τῇ Κυριακῇ ἑσπέρας, καὶ τῇ Δευτέρᾳ πρωΐ.
ΕἸς τό, Θεὸς Κύριος, Ἦχος πλ. β'.
ΤΟ ΑΚΟΥΤΕ
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον γέγονεν∙ ἤκουσε γὰρ τὸ χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλ' οὕτως ἔλεγεν∙ Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. β'.
Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ Δευτέρᾳ ἑσπέρας, καὶ τῇ Τρίτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. β'.

Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην κραταιάν, προστασίαν αἰτοῦμεν. Σπλαγχνίσθητι, εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. β'.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Τῇ Τρίτῃ ἑσπέρας, καὶ τῇ Τετάρτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. β'.

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. β'.

Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Τῇ Τετάρτῃ ἑσπέρας, καὶ τῇ Πέμπτῃ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. β'.

Ἁγία Δέσποινα ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. β'.
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σὺ ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Τῇ Πέμπτῃ ἑσπέρας, καὶ τῇ Παρασκευῇ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. β'.

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.
Εἰς τὸ τέλος τοῦ Ὄρθρου, Ἦχος πλ. β'.
Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ Μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου, Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
Τῇ Παρασκευῇ ἑσπέρας, καὶ τῷ Σαββάτῳ πρωΐ.
Εἰς τό, Θεὸς Κύριος, Ἦχος πλ. β'.

Προϊστορεῖ ὁ Γεδεών, τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυΐδ, τὸν τόκον σου Θεοτόκε∙ κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς, γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεόν, ἡ Κεχαριτωμένη.