ΠΑΡΑΚΛΗΤΙΚΗ
ΔΕΥΤΕΡΑ Α΄ ΗΧΟΣ




Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Τὰ πάντα παρήγαγες, τῷ σῷ, Λόγῳ καὶ τῷ Πνεύματι, δι’ ἀγαθότητα Κύριε· εἶτα πεποίηκας, λογικόν με ζῶον, ἵνα σου τὸ ἅγιον, δοξάζω Παντοδύναμε ὄνομα· ἐγὼ δὲ μάλιστα, τοῖς αἰσχροῖς μου ἔργοις πάντοτε, ἀτιμάζω, ἀλλὰ φεῖσαι δέομαι.

Γνῶθί σου ταλαίπωρε ψυχή, τὴν θείαν εὐγένειαν, καὶ τὴν πατρίδα τὴν ἄφθαρτον, καὶ σπεῦδε πάντοτε, ἀγαθοεργίαις, ταύτην καταλήψασθαι· μηδέν σε τῶν φθαρτῶν προσηλώσειε, τῆς ἄνω μοίρας εἶ, τὸ δὲ σῶμα γῆ, καὶ φθείρεται· μὴ νικήσῃ τὸ χεῖρον τὴν κρείττονα.

Δεῦρο παναθλία μου ψυχή, πρὸς τὸν Ὑπεράγαθον, θερμοῖς τοῖς δάκρυσι πρόσελθε, τὰ πεπραγμένα σοι, πρὸ τῆς κρίσεώς σου, πάντα ἐξαγόρευσον, καὶ ἵλεων τὸν Κτίστην ταλαίπωρε, σαυτῇ ἀπέργασαι, καὶ συγχώρησιν ἐξαίτησαι, πρὶν τὴν θύραν κλείσῃ σοι ὁ Κύριος.
Στιχηρὰ τῶν Ἀσωμάτων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ἀσώματοι Ἄγγελοι Θεοῦ, θρόνῳ παριστάμενοι, καὶ ταῖς ἐκεῖθεν ἐλλάμψεσιν καταστραπτόμενοι, καὶ φωτοχυσίαις αἰωνίως λάμποντες, καὶ φῶτα χρηματίζοντες δεύτερα, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἀθάνατοι Ἄγγελοι ζωήν, ὄντως τὴν ἀνώλεθρον, παρὰ τῆς πρώτης δεξάμενοι, ζωῆς πανόλβιοι, ἀϊδίου δόξης, καὶ σεπτοὶ θεάμονες, σοφίας ἀϊδίου γεγόνατε, φωτός πληρούμενοι καὶ λαμπάδες συστρεφόμεναι, ἁρμοζόντως, ἐπαναδεικνύμενοι.

Ἀρχάγγελοι, Ἄγγελοι, Ἀρχαί, Θρόνοι, Κυριότητες, τὰ Σεραφεὶμ ἑξαπτέρυγα, καὶ πολυόμματα, Χερουβεὶμ τὰ θεῖα, τῆς σοφίας ὄργανα, Δυνάμεις, Ἐξουσίαι θειόταται, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος α'
Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Ἀπόστιχα Κατανυκτικά
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ὅτι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Θεοτοκίον, Ἦχος α'
Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Μετὰ τὴν α' Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ
Ἦχος α'
Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα· τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεός, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν β' Στιχολογίαν ἕτερα Καθίσματα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον· ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον· εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν των οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γάρ,Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτόν σοι σῶσόν με.

Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ’ αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα ἕτερα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀφρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων τοῖς πάθεσι, τοῖς ἀλόγοις ἑκάστοτε· ἀλλὰ δέξαι με, ταῖς τῶν Ἀγγέλων πρεσβείαις, Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν ἄσωτον παῖδα, καὶ σῶσόν με δέομαι.
Μαρτυρικὸν
Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον, Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ’ αὐτῶν δέχῃ Πάναγνε· ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν Ἀγγέλοις, τοῦ ῥυσθῆναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.

Κανὼν Κατανυκτικὸς ποίημα Ἰωσήφ, οὗ ἡ Ἀκροστιχίς.
Τῶν πταισμάτων μου τὸν ῥύπον πλῦνον, Λόγε, Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.»

Τῶν ἁμαρτιῶν μου τὴν πληθύν, κατὰ τὸ πλῆθος Χριστὲ τοῦ ἐλέους σου, δέομαι ἐξάλειψον, καὶ λογισμὸν ἐπιστροφῆς μοι δώρησαι, ὅπως σοῦ δοξάζω, τὴν ὑπὲρ νοῦν ἀγαθότητα.

Ὤφθης διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπὶ τῆς γῆς σωματούμενος ἄνθρωπος· ὅθεν ὑπὲρ ἄνθρωπον, Λόγε Θεοῦ, ἡμαρτηκότα δέξαι με, νῦν ἐν μετανοίᾳ, τοῖς οἰκτιρμοῖς σου προσπίπτοντα.
Μαρτυρικὰ
Νέκρωσιν μιμούμενοι Χριστοῦ, τοῦ ἑκουσίως παθόντος καὶ θάνατον, πάθη ὑπεμείνατε, πολυειδῆ καὶ θάνατον ἀοίδιμοι· ὅθεν ἀθανάτου, ζωῆς ἐτύχετε μάρτυρες.

Πῦρ ἔνδον ἀγάπης θεϊκῆς, περιφανῶς περιφέροντες Μάρτυρες, πῦρ οὐκ ἐπτοήθητε, ἀλλὰ θερμαῖς τῶν πόνων ἐπιδόσεσι, τῆς πολυθεΐας, τὴν ὕλην πᾶσαν ἐφλέξατε.
Θεοτοκίον
Τάξεις Ἀσωμάτων σὺν ἡμῖν, σὲ ἀνυμνοῦσι, Παρθένε πανύμνητε· τὸν γὰρ ἀπερίληπτον, ἐν σῇ γαστρὶ σωματωθέντα τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.

Κανὼν τῶν Ἀσωμάτων
Ποίημα Θεοφάνους, ἔχων Ἀκροστιχίδα

"Θεοφάνους ὁ πρῶτος Ἀγγέλων ὕμνος"

ᾨδὴ α'
Ἦχος α'
Σοῦ ἡ τροπαιοῦχος δεξιά ΤΟ ΑΚΟΥΤΕ
Θρόνῳ παριστάμενοι φαιδρῶς, τῷ τοῦ Δεσπότου, πανάγιοι Ἄγγελοι, τὸν Πατρὶ συνάναρχον, καὶ τῆς αὐτοῦ μεγάλης βουλῆς Ἄγγελον, λόγον μοι ἐμπνεῦσαι, ὑμᾶς ὑμνοῦντι, πρεσβεύσατε.

Ἔσοπτρα φωτὸς θεαρχικοῦ, καὶ τρισηλίου λαμπάδος τὴν ἔλλαμψιν, πᾶσαν εἰσδεχόμενα, ὡς ἐφικτόν, τὰ τῶν Ἀγγέλων τάγματα, πρῶτον ἐννοήσας, ὁ Νοῦς ὁ θεῖος ὑπέστησεν.
Θεοτοκίον
Ὁ διακοσμήσας ὡς Θεός, ταξιαρχίας τῶν ἄνω δυνάμεων, μήτραν ἀπειρόγαμον, τῶν Σεραφεὶμ ὑψηλοτέραν ᾤκησε, τὴν σὴν Θεοτόκε, καὶ σάρξ ἀτρέπτως ἐγένετο.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτῇν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης, Φιλάνθρωπε.»

Ἀνάνηψον δεῦρο, ὦ ψυχή, καὶ βόησον ἥμαρτον, τῷ τὰ κρυπτά σου πάντα γινώσκοντι, καὶ μετανοίας καρποὺς ἐπίδειξαι, ὅπως ἐλεήσῃ σε, ὁ οἰκτίρμων Κύριος, καὶ πυρὸς αἰωνίου λυτρώσηται.

Ἱλάσθητι μόνε Ἀγαθέ, ἱλάσθητι καὶ σῶσόν με, ὡς ὁ Τελώνης φόβῳ κραυγάζω σοι, ἐσμὸν πταισμάτων ἐπισυρόμενος, καὶ κατακαμπτόμενος, βάρει παραπτώσεων, καὶ αἰσχύνης ἀμέτρου πληρούμενος.
Μαρτυρικὰ
Σοφίᾳ καὶ γνώσει ἀληθεῖ, οἱ Μάρτυρες πληρούμενοι, Ἑλληνικὴν σοφίαν ἐμώραναν, τὸν σοφιστήν τε κακίαν ὤλεσαν, καὶ στερρῶς ἀθλήσαντες, ἐπαξίως ἔλαβον, τούς τῆς νίκης στεφάνους γηθόμενοι.

Μονάδα μὲν φύσει ἀθληταί, Τριάδα τοῖς προσώποις δέ, ὁμολογοῦντες, πλάνην πολύθεον, ἐνθέῳ πίστει ἐξηφανίσατε, καὶ φωστῆρες ὤφθητε, πάντων καταυγάζοντες, τὰς καρδίας ἀκτῖσι τῆς χάριτος.
Θεοτοκίον
Ἁγία Θεόνυμφε ἁγνή, ἁγίως ἀπεκύησας, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, Υἱὸν καὶ Λόγον, Πατρὶ συνάναρχον, τὸν καθαγιάζοντα ἐν Ἁγίῳ Πνεύματι, τοὺς αὐτὸν εὐσεβῶς ἁγιάζοντας.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γ'
Ἦχος α'
Ὁ μόνος εἰδὼς ΤΟ ΑΚΟΥΤΕ
Φωτὶ θεουργῷ τὰ Σεραφείμ, ἀμέσως πλησιάζοντα, καὶ πολλαχῶς αὐτοῦ ἐμπιπλάμενα, ταῖς πρωτοδότοις σαφῶς ἐλλάμψεσι, πρωτουργῶς λαμπρύνονται, καὶ ὡς φῶτα δεύτερα, χρηματίζουσι θέσει θεούμενα.

Ἀγγέλων λαμπρότητας ὑμνεῖν, προθύμως ἐφιέμενοι, τὴν δι’ αὐτῶν θεόθεν βοήθειαν, χορηγουμένην πιστοί, αἰτήσωμεν, νοὸς καθαρότητι, καὶ πανάγνοις στόμασι, καὶ τευξόμεθα τούτων ἐλλάμψεως.
Θεοτοκίον
Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριήλ, Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύων σοι, καὶ τὸν ἄφραστον τόκον κηρύττων σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Τίνι σε, ψυχή μου, ὁμοιώσω ταλαίπωρε, ἐργαζομένην τὰ δεινά, καὶ μὴ ποιοῦσαν τὰ καλά; ἐπίστρεψον βόησον, τῷ διὰ σὲ ἐθελουσίως πτωχεύσαντι· Καρδιογνῶστα οἰκτείρησον σῶσόν με.»

Ὥρισας μετάνοιαν, Σωτὴρ ἐπιστρέφουσιν, ἥν μοι παράσχου ἀγαθέ, πρὸ τῆς τοῦ βίου τελευτῆς, διδούς μοι κατάνυξιν καὶ στεναγμόν, ὥσπερ τῇ πόρνῃ τὸ πρότερον, καταφιλούσῃ τὰ ἴχνη σου Δέσποτα.
Μαρτυρικὰ
Ναμάτων τοῦ Πνεύματος, πλησθέντες οἱ Μάρτυρες, ὕδατος ζῶντος ποταμοί, ὤφθησαν νεύσει θεϊκῇ, καὶ πλάνης ἐξήραναν, τοὺς θολεροὺς Χριστὲ χειμάρρους ἐν Πνεύματι, καὶ τῶν πιστῶν διανοίας κατήρδευσαν.

Μεγάλως οἱ θεῖοι, ἠγωνίσαντο Μάρτυρες· πῦρ γὰρ καὶ ξίφος καὶ δεινήν, πᾶσαν ὑπήνεγκαν ποινήν. Αὐτῶν παρακλήσεσι, Λόγε Θεοῦ, μεγίστης ῥῦσαι κολάσεως, καὶ αἰωνίου τοὺς πίστει ὑμνοῦντάς σε.
Θεοτοκίον
Ὁ πάλαι Πατρὸς ἐξ ἀγεννήτου, Υἱὸς γεννηθείς, γέννησιν ἔσχε χρονικήν, ἐκ σοῦ Παρθένε γεννηθείς, τὸν χρόνιον πόλεμον τῶν γηγενῶν, ἐξᾶραι θέλων ὡς εὔσπλαγχνος, ὁ ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δ'
Ἦχος α'
Ὄρος σε τῇ χάριτι ΤΟ ΑΚΟΥΤΕ
Οἱ θρόνοι τὸν πρῶτον συμπληροῦντες διάκοσμον, καὶ Χερουβεὶμ καὶ Σεραφείμ, ταῖς τῆς Θεότητος αὐγαῖς, ἀμέσως ἐλλάμπονται, θεουργικαῖς ἱεραρχίαις δεχόμενοι, καὶ μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὑμνοῦσι τρισάριθμον μονάδα Θεότητος, τριαδικοῖς ἁγιασμοῖς, ἀκαταπαύστοις ἐν φωναῖς, τρανοῦντα τὸ ἄχραντον, τὰ Σεραφεὶμ θεολογίας μυστήριον, καὶ τὴν ὀρθόδοξον πίστιν διδάσκοντα.

Σοφίας τὴν χύσιν, καὶ τὸ πλάτος τῆς γνώσεως, τῆς ἑνιαίας καὶ ἁπλῆς, αὐτοσοφίας εὐλαβῶς, Χερουβεὶμ δεχόμενα, τοῖς ἐφεξῆς θεομιμήτως παρέχουσι, διαπορθμεύοντα, τούτοις τὴν ἔλλαμψιν.
Θεοτοκίον
Ὁ πάσης ἐπέκεινα, νοούμενος κτίσεως, τῆς ὑπὲρ νοῦν ζωαρχικῆς, ζωοπλαστίας ἀληθῶς, ἐκτελῶν τεράστια, παρθενικαῖς ἠγλαϊσμένην φαιδρότησι, τὴν σὴν γαστέρα κατῴκησεν Ἄχραντε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ε'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ φωτίσας, τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.»

Ὑπέπεσα, τῶν παθῶν τῇ φθορᾷ, καὶ πτοοῦμαί σου τὸ δίκαιον δικαστήριον, δίκαιε Κύριε· διὸ ἱκετεύω σε, ἐνίσχυσόν με τοῦ ποιῆσαι, πράξεις καλὰς δικαιούσας με.

Τὰ ἄδηλα, καὶ τὰ κρύφια, σὺ τῆς καρδίας μου ἐπίστασαι, ὁ Θεός μου καὶ Πλάστης καὶ Κύριος· μὴ οὖν κατακρίνῃς με ἐν ὥρα κρίσεως, ἡνίκα ἔρχῃ τοῦ κρῖναι τὰ σύμπαντα.
Μαρτυρικὰ
Οἱ Ἅγιοι, ὁμιλοῦντες πυρί, τὸ διάπυρον ἐδείκνυον, τῆς ἐνθέου αὐτῶν ἀγαπήσεως· ὅθεν δροσιζόμενοι, τῇ προσδοκίᾳ τῶν μελλόντων, οἱ θεοφόροι ἠγάλλοντο.

Νευρούμενοι, ἀγαθῶν τῇ ἐλπίδι οἱ Μάρτυρες, ὑπέφερον σπαραγμοὺς τῶν μελῶν καρτερώτατα, καὶ τὸν πολυμήχανον νευραῖς, τῆς τούτων ἀνενδότου ὑπομονῆς ἐναπέπνιξαν.
Θεοτοκίον
Ῥητορεῦον, οὐ δυνήσεται στόμα τοῦ τόκου σου, τὸ ἄρρητον διηγήσασθαι θαῦμα, Θεόνυμφε· τὸν γὰρ ἀνερμήνευτον τίκτεις, καὶ φέρεις ἐν ἀγκάλαις, χειρὶ κρατοῦντα τὰ σύμπαντα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ε'
Ἦχος α'
Ὁ φωτίσας, τῇ ἐλλάμψει ΤΟ ΑΚΟΥΤΕ
Πόθῳ θείῳ, πυρπολούμεναι αἱ Κυριότητες, Ἐξουσίαι, αἱ Δυνάμεις, αἱ τάξεις αἱ δεύτεραι, ἀσιγήτοις στόμασι, θεαρχικὴν ὑμνολογοῦσι, μίαν οὐσίαν καὶ δύναμιν.

Ῥυθμίζονται, Ἀρχαγγέλων αἱ τάξεις τῷ Πνεύματι, καὶ Ἀγγέλων, καὶ Ἀρχῶν σὺν ἀπείροις στρατεύμασι, μίαν τρισυπόστατον, φωτιστικὴν οὐσίαν σέβειν, περιφανῶς διδασκόμεναι.
Θεοτοκίον
Ὡραιώθης, ὑπὲρ πᾶσαν Ἀγγέλων εὐπρέπειαν· τὸν γὰρ τούτων Ποιητήν, συλλαβοῦσα καὶ Κύριον, Θεομῆτορ ἄχραντε, σωματωθέντα ἀπορρήτως, ἐκ σῶν αἱμάτων ἐκύησας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ς'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.»

Ὑπάρχων ἰατρὸς Χριστὲ ἰάτρευσον, τὰ πάθη τῆς καρδίας μου, καὶ ἀπόπλυνον παντός με μολυσμοῦ, ῥείθροις Ἰησοῦ μου κατανύξεως, ἵνα ὑμνῶ καὶ μεγαλύνω τὴν εὐσπλαγχνίαν σου.

Πλανώμενον ὁδοῖς τῆς ἀπωλείας με, καὶ βόθροις παραπτώσεων, περιπίπτοντα ἐπίστρεψον Χριστέ, καὶ πρὸς ἀπλανεῖς τρίβους εἰσάγαγε, σοῦ τῶν σεπτῶν δικαιωμάτων, ἵνα δοξάζω σε.
Μαρτυρικὰ
Οἱ λίθοι ἀληθῶς οἱ πολυτίμητοι, τοῖς λίθοις συγχωννύμενοι, οὐκ ἠρνήσαντο τὴν πέτραν τῆς ζωῆς, οὐδὲ τοῖς γλυπτοῖς λίθοις ἐπέθυσαν, οἱ εὐκλεεῖς καὶ στεφηφόροι Κυρίου Μάρτυρες.

Νεώσαντες ψυχὰς ἀρότρῳ Πίστεως, τὸν ἄσταχυν οἱ Μάρτυρες τῆς ἀθλήσεως, ἐν Πνεύματι Θεοῦ, τὸν ἑκατοστεύοντα ἐξήνθησαν, καὶ τῆς τρυφῆς τῆς μακαρίας κατηξιώθησαν.
Θεοτοκίον
Πυρίνων Λειτουργῶν τὸ πῦρ κυήσασα, ἐφάνης παναμώμητος, καὶ τῆς κτίσεως ἀπάσης πρωτουργός, πάναγνε Παρθένε, ὑπερέχουσα, ἐν γυναιξὶν εὐλογημένη Θεοχαρίτωτε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ς'
Ἦχος α'
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ΤΟ ΑΚΟΥΤΕ
Τὰ τάγματα, τῶν Ἀσωμάτων Κύριε, τῷ θρόνῳ παριστάμενα τῷ τῆς δόξης σου, φωναῖς ἀγγελικαῖς, ταῖς ἀκαταπαύστοις σὲ γεραίρουσι· σὺ γὰρ ἰσχὺς τούτων ὑπάρχεις, Χριστέ, καὶ ὕμνησις.

Οἱ πρόσωπον τὸ σὸν ὁρῶντες Ἄγγελοι, τὸ κάλλος τὸ ἀμήχανον, τὴν ὑπέρθεον εὐπρέπειαν τῆς σῆς, θείας ἀγλαΐας, ἐκλαμπρύνονται· σὺ γὰρ αὐτῶν καὶ φῶς ὑπάρχεις, καὶ ἀγαλλίαμα.
Θεοτοκίον
Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα θελήματι ποιῶν, ὁ τῶν Ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ του μὴ ὄντος, ὡς παντοδύναμος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὲ νοητήν, Θεοτόκε, κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.»

Λέοντας πρίν, Δανιὴλ ἐφίμωσε, σύνοικον ἔχων ἀρετήν, τοῦτον ζήλωσον, ὧ ψυχή, καὶ τὸν ὠρυόμενον πάντοτε ὡς λέοντα, καὶ συλλαβεῖν σε βουλόμενον, τῇ πρὸς Θεόν ἀνανεύσει ἀεί, ἄπρακτον ποίησον.

Ὑπερβολῇ, ἀσωτείας, Κύριε, ψυχὴν ἐρρύπωσα δεινῶς, ὑπερβάλλουσαν οὖν Χριστέ, ἔχων ἀγαθότητα, δέξαι, ὡς τὸν Ἄσωτον, καὶ μελῳδοῦντα με οἴκτειρον, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Μαρτυρικὰ
Νόμῳ Χριστοῦ, εὐσθενῶς ῥωννύμενοι, τῶν ἀνομούντων τὰς βουλάς, ἐξηφάνισαν ἀνδρικῶς, οἱ ἀκαταγώνιστοι Μάρτυρες, νομίμως τε, τελειωθέντες δὲ ἔμελπον, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Οἱ θεαυγεῖς, τοῦ Κυρίου Μάρτυρες, πεπυρσευμένοι τῷ φωτὶ τῆς Τριάδος περιφανῶς, σκότος τῶν κολάσεων, πλάνης τὴν ὁμίχλην τε, διεληλύθατε μέλποντες, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Θεοτοκίον
Νόμοι ἐν σοί, φύσεως καινίζονται· τὸν νομοδότην γὰρ Χριστόν, δίχα νόμων τῶν σαρκικῶν τίκτεις, Παναμώμητε, πᾶσιν ἀπολύτρωσιν, νομοθετοῦντα τοῖς μέλπουσιν, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζ'
Ἦχος α'
Σὲ νοητήν ΤΟ ΑΚΟΥΤΕ
Ἄναρχον φῶς, σὺ ὑπάρχεις Δέσποτα, φωτὸς ἐκλάμψας ἐκ Πατρός, τῶν Ἀγγέλων τὰς στρατιάς, φῶτα κατεσκεύασας, ἔσοπτρα δεχόμενα, τὴν ἀστραπήν σου τὴν ἄδυτον, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Γένος βροτῶν, ὁ τῶν ὅλων Κύριος, ἐπιστασίαις ἐμφανῶς, περισῴζεις ἀγγελικαῖς· τούτους γὰρ ἐπέστησας πᾶσι τοῖς πιστεύουσι, καὶ ὀρθοδόξως ὑμνοῦσί σε, τὸν αἰνετόν τῶν Πατέρων Θεόν, καὶ ὑπερένδοξον.

Γλῶσσα καὶ νοῦς, οὐκ ἰσχύει Δέσποτα, τῶν σῶν θαυμάτων ἐξειπεῖν, καὶ τῶν ἔργων τὸ εὐπρεπές· σὺ γὰρ κατηγλάϊσας, πᾶσαν διακόσμησιν τῶν οὐρανίων Δυνάμεων, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ η'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.»

Λυτρωτά μου εὔσπλαγχνε Χριστέ, τῆς νῦν με κατεχούσης ὁμίχλης ἁμαρτιῶν τε, καὶ παντοίων πειρασμῶν, λύτρωσαι κραυγάζοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὅταν μέλλῃς ἔρχεσθαι Χριστέ, ἐν δόξῃ κρῖναι κόσμον, τῇ στάσει τῶν ἐκλεκτῶν σου συναρίθμησον κᾀμέ, βοῶντα καὶ λέγοντα· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὰ
Γῆς ἁγίας Μάρτυρες σοφοί, ἐπέβητε· ἐν γῇ γὰρ μεγάλως ἀγωνισάμενοι, οὐρανίαν ζωὴν εἰλήφατε μέλποντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἐκδυθέντες σῶμα τὸ φθαρτόν, στολὴν ἀθανασίας, ὡς Μάρτυρες νικηφόροι ἐπενδύσασθε Χριστῷ, ἐξ ὕψους κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱεραί σε πόρρωθεν φωναί, γενήσεσθαι Μητέρα τοῦ πάντα τεκτηναμένου, προκατήγγειλαν Θεοῦ, ᾧ μέλπομεν Ἄχραντε· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ η'
Ἦχος α'
Ἐν καμίνῳ Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Λαμπομένας καὶ πλησιφαεῖς, Ἀγγέλων στρατηγίας, ἀκτῖσι τῆς τρισηλίου ὡραιότητος πιστοί, μιμούμενοι μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὡς πηγαία πάντων τῶν καλῶν, ἡ θεαρχικωτάτη, παράγει θείᾳ δυνάμει, φῶτα δεύτερα τὸ φῶς, τὸ πρῶτον δεχόμενα, καὶ βοῶντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Νοῦς ὁ πρῶτος καὶ δημιουργός, ὑπερκοσμίους νόας, Ἀγγέλων ὑπερουσίως ὑπεστήσατο αὐτῷ, σαφῶς πλησιάζοντας καὶ βοῶντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπὲρ λόγον τὸν ἐκ τοῦ Πατρός, τεχθέντα πρὸ αἰώνων, ἀφράστως σεσαρκωμένον, ἀπεγέννησας ἡμῖν, Παρθένε πανάμωμε, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ΄ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.»

Ὥσπερ Χαναναία κράζω σοι· Ἐλέησόν με Λόγε· ψυχὴν γὰρ κέκτημαι, ταῖς δαιμονικαῖς ἐπιφοραῖς κινδυνεύουσαν, καὶ ἀφρόνως τὰ ἄθεσμα πράττουσαν, καὶ μὴ αἰσθανομένην, τοῦ θείου φόβου σου, Μακρόθυμε.

Στῆσον ἐπὶ πέτραν Κύριε, τὰς τῆς ψυχῆς μου βάσεις, τῶν προσταγμάτων σου, καὶ τὸν ἀναιδῶς ὑποσκελίζειν με θέλοντα, ὑποσκέλισον ὄφιν καὶ ῥῦσαί με, τῆς τούτου κακουργίας, ὡς ἀγαθὸς καὶ πολυέλεος.
Μαρτυρικὰ
Ἤδη παρελθόντες Μάρτυρες, τῶν πειρασμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον, καὶ τῶν αἰκισμῶν τῶν χαλεπῶν τὸ κλυδώνιον, πρὸς λιμένα σαφῶς κατηντήσατε, τῆς ἄνω Βασιλείας, θείας γαλήνης ἀπολαύοντες.

Φέγγους ἀνεσπέρου, Μάρτυρες, φωτοειδεῖς γενόμενοι ἠξιώθητε, καὶ ἐν Ἐκκλησίᾳ πρωτοτόκων εὐφραίνεσθαι καὶ Ἀγγέλων χοροῖς συναγάλλεσθαι, μεθ΄ὧν τὸν Ζωοδότην, ὑπὲρ ἡμῶν καθικετεύσατε.
Θεοτοκίον
Φέρεις τὸν τὰ πάντα φέροντα, καὶ γαλουχεῖς τὸν πᾶσι τροφὴν παρέχοντα, μέγα καὶ φρικτόν, τὸ ὑπὲρ νοῦν σου μυστήριον, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Παρθένε Θεοτόκε· ὅθεν σε πίστει μακαρίζομεν.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θ'
Ἦχος α'
Τύπον τῆς ἁγνῆς ΤΟ ΑΚΟΥΤΕ
Μύστας τῆς ἀρρήτου δόξης σου, τοὺς ἀσωμάτους Νόας, Σῶτερ ὑπέστησας, καὶ νῦν δι' αὐτῶν, τὸν σὸν λαὸν διαφύλαξον, τόν πίστει σοι καὶ πόθῳ προσφεύγοντα, ἵνα σε τὸν Δεσπότην, ἀκαταπαύστως μεγαλύνωμεν.

Νέμεις τῆς εἰρήνης Ἄγγελον, περιφρουροῦντα, Παντοκράτορ, τὴν ποίμνην σου· τῆς εἰρήνης γὰρ καὶ τῆς ἀγάπης σὺ αἴτιος, καὶ τὴν ἔμφρονα πίστιν φυλάττοντα, καὶ πάσας τὰς αἱρέσεις, τῇ σῇ δυνάμει καταλύοντα.

Ὅλος γλυκασμὸς ὑμνούμενος, τῶν οὐρανίων τὴν γλυκεῖαν φαιδρότητα καταφύτευσον, ἐν Ἐκκλησίαις σου, Δέσποτα, καὶ τὴν εὔτακτον δίδου κατάστασιν, ἵνα σε τόν Σωτῆρα ἀκαταπαύστως μεγαλύνωμεν.
Θεοτοκίον
Στίφη τῶν Ἀγγέλων, Πάναγνε, νῦν ἀσιγήτως τὸν σὸν τόκον γεραίρουσι· ταῖς γὰρ τάξεσιν ἐπιστατοῦντα θεώμενοι, ταῖς αὐτῶν θυμηδίαις ἐμπίπλανται, καὶ σὲ τήν Θεοτόκον ἀκαταπαύστως μεγαλύνουσιν.

Ἀπόστιχα Κατανυκτικὰ
Ἦχος α'
Ἄλλος σε κόσμος, ψυχή, ἀναμένει καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς ᾧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ, ὁ Θεός ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἁγιωτέρα ἁγίων πασῶν Δυνάμεων, τιμιωτέρα πάσης κτίσεως, Θεοτόκε, Δέσποινα τοῦ κόσμου, σῶσον ἡμᾶς, τὸν Σωτῆρα κυήσασα, ἀπὸ πταισμάτων μυρίων, ὡς ἀγαθή, καὶ κινδύνων ταῖς πρεσβείαις σου.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος α'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Κατανύξεως πηγήν μοι δώρησαι, τῇ εὐσπλαγχνίᾳ σου, Χριστὲ ὁ Θεός, παντός με ῥύπου τῶν κακῶν, τῶν ἀμέτρων ἐκκαθαίρουσαν, καὶ τῆς βασιλείας σου, εὐεργέτα, μέτοχόν με ποίησον.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τῶν Ἀγγέλων σου τὰ τάγματα, εἰς ἱκεσίαν σοι κινοῦμεν Χριστέ, σῶσον οἰκτείρησον ἡμᾶς, δι' αὐτῶν ὡς ὑπεράγαθος, πάντα παρορῶν ἡμῶν, τὰ ἐν γνώσει, καὶ ἀγνοίᾳ πταίσματα.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τῶν αἱμάτων ὑμῶν, Ἅγιοι, τοῖς ὀχετοῖς τὸν νοητὸν Φαραώ, ἐναπεπνίξατε σαφῶς, νῦν δὲ βλύζετε θαυμάτων κρουνούς, πέλαγος ξηραίνοντας νοσημάτων· ὅθεν μακαρίζεσθε.
Δόξα...
Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Ἡ τεκοῦσα φῶς τὸ ἄχρονον, ἐσκοτισμένην τὴν ψυχήν μου ἀεί, ταῖς τῶν δαιμόνων προσβολαῖς, φωταγώγησον, Πανάμωμε, καὶ πυρὸς τοῦ μέλλοντος, μεσιτείαις θείαις ἐλευθέρωσον.