ΠΑΡΑΚΛΗΤΙΚΗ
ΤΕΤΑΡΤΗ Α΄ ΗΧΟΣ




Στιχηρὰ Προσόμοια Σταυρώσιμα, Ἦχος α'
Πανεύφημοι μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Παλάμας ἀχράντους σου Χριστέ, ξύλου ἥπλωσας, καὶ τοὺς δακτύλους ᾑμάτωσας, θέλων λυτρώσασθαι, τῶν θείων χειρῶν σου, τὸ ἔργον φιλάνθρωπε, Ἀδὰμ τὸν παραβάσει κρατούμενον, εἰς τὰ βασίλεια, τοῦ θανάτου, ὃν καὶ ἤγειρας, ἐξουσίᾳ τῇ παντοδυνάμῳ σου.

Σταυρῷ προσηλούμενος Χριστέ, ὁ Θεὸς ὡς ἄνθρωπος, ἀνθρώπων φύσιν ἐθέωσας, καὶ τὸν ἀρχέκακον, θανατώσας ὄφιν, ἡμᾶς ἠλευθέρωσας, ἀρᾶς τῆς ἐκ τοῦ ξύλου ὡς εὔσπλαγχνος, ἀρὰ γενόμενος, καὶ τῷ Κόσμῳ παρεχόμενος, εὐλογίαν, καὶ τὸ μέγα ἔλεος.

Ὁ πάσης ἐπέκεινα τιμῆς, χρηματίζων Δέσποτα, ἀτιμασθῆναι ηὐδόκησας, τὸν ἐπονείδιστον, ὑποστὰς Οἰκτίρμον, ἐν τῷ ξύλῳ θάνατον, δι' οὗ ἀθανασίαν ἐτρύγησε, γένος ἀνθρώπινον, καὶ ζωὴν τὴν πρὶν ἀπείληφε, σοῦ θανόντος, σαρκὶ παντοδύναμε.
Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος α'
Πανεύφημοι μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Ὀδύνης με λύτρωσαι πικρᾶς, τῶν ποδῶν μου Πάναγνε, καὶ τῶν γονάτων παρέσεως, ἄρθρων τε θραύσεως, καὶ ἁρμῶν χειρῶν τε, καὶ ποδῶν ἐκλύσεως, καὶ βλάβης διαφόρων ῥευμάτων δέ, ἐν πᾶσι τούτοις με, ἀκηλίδωτον φυλάττουσα, ἐν ἀγάπῃ, τοῦ Θεοῦ καὶ πλάστου μου.

Ὑπέκυψα πάθεσι δεινοῖς, ὁ δεινὸς καὶ πέπραχα, αἰσχύνης ἔργα πανάσωτα, ἐξ ὧν καὶ ἔτι νῦν, φαντασίαι τούτων, καὶ αἰσχρὰ μὲ εἴδωλα, κλονοῦσιν, ἀλλοιοῦσι, καὶ τρέπουσι, πρὸς ἡδυπάθειαν, τῶν αὐτῶν ἐν τῇ αἰσθήσει μου, τῆς καρδίας, ἀλλὰ σύ με σῶσον, Ἁγνή.

Ὁ βίος μου, Πάναγνε, πολλῶν, πειρασμῶν ἀνάπλεως, ἐκ τῶν πολλῶν κακῶν γέγονεν, ὧν ἐπλημμέλησα, ἀλλὰ σὺ κᾀκείνων, καὶ τούτων με λύτρωσαι, καὶ δός μοι νῦν καὶ βίον ἀπρόσκοπον, καὶ λόγον σώφρονα, ἵνα πίστει μακαρίζω σε, καὶ δοξάζω τὸ θεῖόν σου ὄνομα.
Σταυροθεοτοκίον, Ἦχος α'
Πανεύφημοι μάρτυρες ὑμᾶς ΤΟ ΑΚΟΥΤΕ
Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος α'
Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἄρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος· ἐν αὐτῷ γὰρ πεποιθότες, σῳζόμεθα πάντες.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος α'
Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως Τριάδα ὁμοούσιον.
Σταυροθεοτοκίον, Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον, Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος α'
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοι.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.

Μετα τὴν β' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου, Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τῇ εὐσπλαχγνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ΄ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.
Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῷ κατακρίνεται;

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακρὰν ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλ' ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ΄ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.
Μαρτυρικὸν ΤΟ ΑΚΟΥΤΕ
Τὰς ἀλγηδόνας τῶν Ἁγίων,
ἃς ὑπὲρ σοῦ ἔπαθον,
δυσωπήθητι Κύριε,
καὶ πάσας ἡμῶν τὰς ὀδύνας,
ἴασαι φιλάνθρωπε δεόμεθα.
Δόξα... Καὶ νῦν ... Σταυροθετοκίον
Τὸν τάφον σου, Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, ἐν δάκρυσιν ἐκραύγαζε, μητρικῶς ἀλαλάζουσα. Πῶς ὑμνήσω σου, τὴν ὑπὲρ λόγον, Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

Κανὼν Σταυρώσιμος, οὗ ἡ ἀκροστιχίς.
Σταυρῷ σέσωσμαι τοῦ παθόντος Δεσπότου. ὁ Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος α'
Χριστὸς γεννᾶται ΤΟ ΑΚΟΥΤΕ
Πικρᾶς δουλείας ῥυσθεὶς Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον, ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον τῷ εὐεργέτῃ ᾄδει Θεῷ, τῷ τερατουργούντι, βραχίονι ὑψηλῷ, ὅτι δεδόξάσται.

Σταυρῷ Χριστὲ ἀναρτώμενος, ἀνύψωσας πεσόντα τὸν ἄνθρωπον, καὶ πᾶσαν ἐχθροῦ κατέρραξας, Λόγε τὴν δυναστείαν· ὅθεν τὸ σὸν πάθος ἀναμέλπω, τοῦ παθόντος καὶ παθῶν, λυτρωσαμένου με.

Τῆς δόξης Κύριος πέφυκας, ὁ δόξῃ στεφανώσας τὸν ἄνθρωπον, ἀκάνθαις· διὸ κατέστεψαι, τὴν ἀκανθοφοροῦσαν φύσιν ἡμῶν, ὅπως ἀπεργάσῃ, καρποφόρον φυτουργέ, ἐνθέων πράξεων.
Μαρτυρικὰ
Ἁγίων δῆμος, πανάγιος, νομίμως ἐναθλήσας τὴν σύμπασαν, αἱμάτων ἁγίοις ῥεύμασι, κτίσιν καθαγιάσας τὰς ἐναγεῖς, δαίμοσι θυσίας, φερομένας ἐν Θεῷ Πατρί, ἠφάνισαν.

Ὑμῶν πανάγιοι Μάρτυρες, τὰ νέφη τῶν βασάνων οὐκ ἔκρυψαν, τὰ καρτερικὰ παλαίσματα· ὅθεν ὑπὲρ Ἡλίου μαρμαρυγάς, ἔνδοξοι ὁρᾶσθε, ἀπαστράπτοντες σαφῶς, αἴγλην σωτήριον.
Σταυροθεοτοκίον
Ῥομφαίᾳ Πάναγνε τέτρωσαι, τὸ πάθος τοῦ Υἱοῦ σου ὡς ἔβλεψας, αὐτὸν τῇ λόγχῃ νυττόμενον, καὶ τὴν ἐν Παραδείσῳ κωλυτικήν, εἴργοντα ῥομφαίαν, μὴ διδοῦσαν τοῖς πιστοῖς, τὴν θείαν εἴσοδον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ἔχων Ἀκροστιχίδα, κατ' Ἀλφάβητον

ᾨδὴ α'

Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σοῦ ἡ τροπαιοῦχος δεξιά,
θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται.
Αὕτη γὰρ ἀθάνατε,
ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε,
τοῖς Ἰσραηλίταις,
ὀδὸν βυθοῦ καινουργὴσασα.

Ἅγιόν σε τέμενος εὑρών, ὁ ὑπεράγιος Λόγος ἐσκήνωσεν, Ἄχραντε, ἐν μήτρᾳ σου, ἁγιασμὸν καὶ φωτισμὸν καὶ λύτρωσιν, τῶν ἁμαρτημάτων, τοῖς σὲ τιμῶσι δωρούμενος.

Βότρυν ἡ τεκοῦσα τῆς ζωῆς, ἀναπηγάζοντα οἶνον σωτήριον, μέθῃ σκοτισθέντα με, ἁμαρτιῶν, ὡς συμπαθὴς σωφρόνισον, καὶ πρὸς μετανοίας, ὁδοὺς εὐθείας εἰσάγαγε.

Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον φρενοβλαβῶς, καὶ τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με, Δέσποινα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γ'
Ἦχος α'
Τῷ πρὸ τῶν αἰώνων ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ, καὶ μέλπων ἀεί. Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντολῶν, στήριξόν με Δέσποτα.

Ὤρυξάν σου χεῖρας, Ἰησοῦ μου, καὶ πόδας οἱ ἄνομοι, τοῦ τῆ παλάμῃ ἀπορρήτως, διαπλάσαντος πρῴην, Χριστὲ ὁ Θεός, τὸν ἄνθρωπον, καὶ διὰ πάθους, παθῶν καὶ φθορᾶς, πάντας ἀπαλλάξαντος.

Στήτω ἀνεβόα, Ἰησοῦς ἡ σελήνη καὶ ἥλιος, τὴν ἐν Σταυρῷ προδιαγράφων, τοῦ παθόντος Δεσπότου, σαρκὶ τῶν φωστήρων ἔκλειψιν, δι΄ οὗ τοῦ σκότους ἀρχαὶ πονηραί, παρεδειγματίσθησαν.
Μαρτυρικὰ
Ἔφερον προθύμως, ἀλγηδόνας οἱ ἅγιοι μάρτυρες, τῷ τραυματοῦσθαι τὸν Βελίαρ, τραυματίζοντες ὄφιν στερρῶς· ὅθεν τῶν ψυχῶν ἡμῶν, τὰς ἀλγηδόνας ἰῶνται ἀεί, θείαις ἐπινεύσεσι.

Στήλας τῶν Δαιμόνων, καὶ ναοὺς ἐδαφίσαντες μάρτυρες, ὑπομονήν τε καὶ ἀνδρείαν, ἑαυτοὺς παραδόξως, ναοὺς ἠγείρατε ἅγιοι, χωρητικοὺς τοῦ Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.
Σταυροθεοτοκίον
Ὥρᾳ τῇ τοῦ Πάθους, τὸν ὡραῖον ἐν κάλλει εἰσβλέψασα, εἶδος, Παρθένε, οὐδὲ κάλλος κεκτημένον, ἐβόας πικρῶς, Ἁγνή, ἀλαλάζουσα· Οἴμοι! πῶς πάσχεις Υἱέ, ἐκ παθῶν, πάντας θέλων ῥύσασθαι!

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν,
οὐσίας τὴν ἀσθένειαν,
καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος,
περίζωσόν με ἐξ ὕψους δύναμιν,
τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος,
τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Δεσπότην τεκοῦσα τοῦ παντός, καὶ πάντων οὖσα Δέσποινα, τῆς δεσποτείας νῦν με ἐξάρπασον, τῶν ἀκαθάρτων παθῶν πανάμωμε· ἐμαυτὸν ἀθλίως γάρ, τούτοις κατεδούλωσα, ῥαθυμίᾳ καὶ γνώμης στρεβλότητι.

Ἔχουσα ἀεὶ τὸ συμπαθές, ὡς μόνη συμπαθέστατον, καὶ ἀγαθὸν κυήσασα Κύριον, ἀσυμπαθῆ με ὄντα καὶ ἄσπλαγχνον, μοχθηρίᾳ φύσεως, μὴ παρίδῃς, Ἄχραντε, ἀλλ' ἐπίστρεψον σαῖς παρακλήσεσι.

Ζάλης με ἀτόπων λογισμῶν, κινδύνων τε καὶ θλίψεων, καὶ πειρασμῶν, Παρθένε, ἐξάρπασον, καὶ πρὸς λιμένας, ἐνθέους ἴθυνον, καὶ γαλήνης πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ἱκετεύω σε, μόνη Πανύμνητε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δ'
Ἦχος α'
Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ ΤΟ ΑΚΟΥΤΕ
Ἀκήκοε πάλαι Ἀββακούμ, Χριστέ, σοῦ ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβω ἔκραζεν· Ἀπὸ Θαιμὰν ὁ Θεός, καὶ ὁ Ἅγιος ἥξεις, ὄρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς χριστούς, δόξα τῇ δυνάμει σου Κύριε.

Στίγματα καὶ μώλωπας Χριστέ, ὑπήνεγκας σταυρούμενος, τοὺς τῆς καρδίας μου ἰώμενος, χολῆς ἐγεύσω πικρᾶς, ἐνηδόνου γεύσεως, τὴν φθοροποιὸν ἐξαίρων βλάβην, ἐν ξύλῳ δὲ προσπαγείς, ξύλου τὴν κατάραν ἠφάνισας.

Μακρὰν ἀπωσθέντα ἀπὸ σοῦ, τὰ ἔθνη ἀνυψούμενος, ἐπὶ Σταυροῦ πλησίον εἵλκυσας, κατήλλαξας δὲ ἡμᾶς τῷ Πατρί, Μακρόθυμε, μέσον ἐμβαλών, οἷα Μεσίτης σαυτόν, καὶ μέσον τῆς γῆς, πάθος ἐνεγκὼν ἐπονείδιστον.
Μαρτυρικὰ
Αἱμάτων θαλάσσῃ μυστικῇ, ὑμῶν θεομακάριστοι, σὺν τοῖς αὐτοῦ πᾶσι στρατεύμασιν, ὁ νοητὸς Φαραὼ ἐμπεσὼν ἀπώλετο· ὅθεν ἐν χαρᾷ ὑμεῖς σωθέντες, ἐπαγγελίας πρός γῆν, οὐρανοπολῖται γεγόνατε.

Ἰσχύϊ νευρούμενοι Χριστοῦ, τὸ πάθος τὸ μακάριον, πάθη ποικίλα ἀνεδέξαντο, ἐν τῇ τιμίᾳ σαρκί· διὰ τοῦτο παύουσι πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων, τῶν εὐφημούντων αὐτούς, καὶ μακαριζόντων ἑκάστοτε.
Σταυροθεοτοκίον
Τὴν ἄδικον βλέπουσα σφαγήν, Χριστέ, ἡ σὲ Κυήσασα, ὀδυρομένη ἀνεβόα σοι· Δικαιοκρίτα Υἱέ, πῶς ἀδίκως κέκρισαι, θέλων δικαιοῦν τοὺς παραβάσει, κατακριθέντας τὸ πρίν, καὶ πρὸς τὴν φθορὰν ὀλισθήσαντας;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὄρος σε τῇ χάριτι,
τῇ θείᾳ κατάσκιον,
προβλεπτικοῖς ὁ Ἀββακούμ,
κατανοήσας ὀφθαλμοῖς,
ἐκ σοῦ ἐξελεύσεσθαι,
τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον,
εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἥλιον ὁλόφωτε, νεφέλη κυήσασα, δικαιοσύνης Ἰησοῦν, τὸν φωτοδότην καὶ Θεόν, ψυχήν μου καταύγασον, τὴν ἐν νυκτὶ τῆς ἁμαρτίας ὑπάρχουσαν, καὶ ἡδονῶν ἀμαυρώσει τυφλώττουσαν.

Θήρας με δαιμόνων, καὶ φθορᾶς ἐξάρπασον, ἐπιζητούντων με ἀεί, κακοποιῆσαι δολερῶς, ἑτοίμη βοήθεια Χριστιανῶν, τῶν θλιβομένων ἀνάψυξις, Θεοκυῆτορ πανάμωμε Δέσποινα.

Ἰσχύς μου καὶ ὕμνησις, ὑπάρχει ὁ Κύριος, ὃν ἐξ αἱμάτων σου ἁγνῶν ἐκυοφόρησας, Ἁγνή· αὐτὸν οὖν ἱκέτευε διὰ παντός, ἁγνὸν ψυχῇ τε καὶ σώματι, συντηρηθῆναι, Παρθένε, τὸν δοῦλόν σου.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ε'
Ἦχος α'
Θεὸς ὢν εἰρήνης ΤΟ ΑΚΟΥΤΕ
Τὸ φῶς σου τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην παρεχόμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν, ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε Φιλάνθρωπε.

Ὁ ἥλιος Σῶτερ, γυμνοῦται φωτός, ἐπὶ ξύλου γυμνόν σε θεωμενος, κρεμάμενον τὸν ὕδασι κρεμάσαντα τὴν γῆν, πέτραι δὲ ἐπὶ πέτραν, ὡς ᾔσθοντο ἀρθέντα, διερράγησαν φόβῳ, καὶ τὰ θεμέλια σεσάλευται.

Ὑψώθης ἐν ξύλῳ, καὶ ἥλοις παγείς, ᾑματώθης δακτύλους, μακρόθυμε, καὶ λόγχης διατρήσεσιν ἐνύγης τὴν πλευράν, ἰώμενος τὸ τραῦμα Ἀδάμ, ὅπερ ὑπέστη, τῇ πλευρᾷ ὑπακούσας, καὶ παρακούσας τοῦ ποιήσαντος.
Μαρτυρικὰ
Παράδεισος ὤφθη, μαρτύρων πληθύς, τῆς ζωῆς μέσον ἔχων τὸ ξύλον Χριστόν, δι' ὃν τὸν ἐπονείδιστον γενναίῳ λογισμῷ, θάνατον ὑποστάντες, τὸν βρώσει τοὺς Γενάρχας θανάτωσαντα ὄφιν, θείᾳ δυνάμει ἐθανάτωσαν.

Αἱμάτων σταγόσι, Χριστοῦ ἀθληταί, ἀθεΐας βυθὸν ἐξηράνατε, καὶ θείαις ἀναβλύσεσι θαυμάτων ἱερῶν, παθῶν τὰς ἀναβλύσεις, ψυχῶν τε καὶ σωμάτων ἀποπαύετε· ὅθεν ἀξιοχρέως μακαρίζεσθε.
Σταυροθεοτοκίον
Θαμβεῖται ἐν ξύλῳ, ὁρῶσα Χριστόν, ὑψωθέντα βουλήσει ἡ ἄμεμπτος, καὶ κλαίουσα ἐκραύγαζεν· Υἱέ μου καὶ Θεέ, ὠδῖνας ἐν τῷ τίκτειν λαθοῦσα, νῦν ὀδύνας ὑπομένω ἀδίκως, ὑπὸ ἀνόμων σταυρουμένου σου.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ε'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ φωτίσας τῇ ἐλλάμψει,
τῆς σῆς παρουσίας Χριστέ,
καὶ φαιδρύνας τῷ Σταυρῷ σου,
τοῦ κόσμου τὰ πέρατα,
τάς καρδίας φώτισον,
φωτὶ τῆς σῆς θεογνωσίας,
τῶν ὀρθοδόξως ὑμνούντων σε.

Καρποφόρον ἀρετῶν, τὴν ψυχήν μου ἀνάδειξον, τοὺς ἀκάρπους λογισμούς μου, Παρθένε, διώκουσα, καὶ τὰς συμπνιγούσας με, προρρίζους τέμνουσα ἀκάνθας, τῆς ἁμαρτίας, πανάχραντε.

Λόγον θεῖον δι' Ἀγγέλου, ἐν μήτρᾳ ἐχώρησας, ὑπὲρ λόγον Θεοτόκε· αὐτὸν οὖν δυσώπησον, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου.

Μαράνασα τῷ βλαστῷ σου, τὴν ξύλῳ βλαστήσασαν ἁμαρτίαν, τῆς καὶ σαρκός μου φρονήματα μάρανον, παθῶν ὁρμήματα, καὶ τρικυμίας ἐναντίας, ὅπως ὑμνῶ σε, Πανύμνητε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ς'
Ἦχος α'
Σπλάγχνων Ἰωνᾶν ΤΟ ΑΚΟΥΤΕ
Ὅλος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπτωκα, ἀλλ' ἀνάγαγε, ἐκ φθορᾶς ὁ Θεὸς με, ὡς πρὶν Ἰωνᾶν, καὶ ἐν πίστει τὴν ἀπάθειάν μοι δώρησαι, ὅπως ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.

Ὅτε Μωϋσῆς, τὰς χεῖρας ἐπέτασεν, εἰς ὕψος τὸ σὸν πάθος εἰκόνιζε, τοῦ τανύσαντος ἐπὶ ξύλου παλάμας, καὶ τοῦ πονηροῦ, διολέσαντος τὸ κράτος τὸ ὀλέθριον· ὅθεν Λυτρωτὴν εἰδότες σε, καὶ Σωτῆρα ὑμνοῦμεν, φιλάνθρωπε.

Νέκρωσιν ἀρθείς, ἐν ξύλῳ ὑπέμεινας, καὶ τὸν νεκρωτὴν ἡμῶν ἐνέκρωσας, καὶ ἐζώωσας, τῶν χειρῶν σου, Χριστὲ τὸ πλαστούργημα, τὴν πλευρὰν δὲ ὀρυττόμενος ἐξέβλυσας, δύο ποταμοὺς ἀφέσεως, τοῖς θελήσεσι δύο ὑμνοῦσί σε.
Μαρτυρικὰ
Τίμιος ὑμῶν, ὁ θάνατος Ἅγιοι, ἐνώπιον νῦν Κυρίου γέγονε, τοῦ τιμήσαντος, τοῖς τιμίοις αὐτοῦ πάντας πάθεσι, καὶ τὸν ἄτιμον Βελίαρ καταισχύναντος, πάσαις προσβολαῖς κολάσεων, κατεάξαι ἡμᾶς μηχανώμενον.

Ὅλῃ τῇ ψυχῇ, πρὸς ὅλα χωρήσαντες, τὰ εἴδη σοφοί, τὰ τῶν κολάσεων, ὅλην εὕρατε, συμμαχοῦσαν ὑμῖν τὴν βοήθειαν, τοῦ δι' ὅλου τὸ ἀνθρώπινον φορέσαντος· ὅθεν μεληδὸν τεμνόμενοι, καὶ πυρὶ ὁμιλοῦντες ἠγάλλεσθε.
Σταυροθεοτοκίον
Σταύρωσιν τὴν σήν, ἡ Πάναγνος βλέπουσα, ἐβόα· Υἱέ, τί τὸ ὁρώμενον, ξένον θέαμα; ὁ τὰ πάθη νοσούντων ἰώμενος, πῶς τὸ πάθος ὑπομένεις τὸ καινότατον, τί σοι οἱ ἐχθροὶ ἀπέδωκαν, εὐεργέτα, ἀνθ' ὧν εὐηργέτηνται;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ς'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος,
οὔκ ἐστιν ὁ ῥυόμενος,
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς,
σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν·
σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Νενέκρωται ἐχθρός, τῷ ζωηφόρῳ σου, καρπῷ, θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ᾅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν· διὸ βοῶ· Τὰ πάθη λῦσον, τὰ τῆς καρδίας μου.

Ξενούμενον Θεοῦ, διὰ φαυλότητα, καὶ πόρρω καθιστάμενον, Παναμώμητε, οἰκείωσον αὐτῷ, ξένῃ μεσιτείᾳ σου, Θεόνυμφε, ὅπως ὑμνῶ, τὰ μεγαλεῖα τῆς δυναστείας σου.

Ὁ ἄχρονος Υἱός, ἐν χρόνῳ γέγονεν, ἐκ σοῦ ἀποτικτόμενος, ὃν ἱκέτευε τὰ χρόνια, Ἁγνή, πάθη θεραπεῦσαι τῆς καρδίας μου, καὶ πρὸς ζωήν, τὴν αἰωνίαν καθοδηγῆσαί με.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζ'
Ἦχος α'
Οἱ Παῖδες εὐσεβείᾳ ΤΟ ΑΚΟΥΤΕ
Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι' εὐσέβειαν ποτέ, Παῖδες ἅγιοι δειχθέντες Θεοῦ, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Δεσπότης ὢν ἐκ δούλου, κατεδέξω Ἰησοῦ μου ῥάπισμα ἐλευθερῶσαι με ζητῶν, δουλωθέντα τῷ ἀλάστορι, τῷ Σταυρῷ δὲ προσπαγείς, σῴζεις με μέλποντα· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ἐσείσθη πᾶσα κτίσις, σταυρουμένου σου, εὔσπλαγχνε Κύριε, λόγχῃ τρωθέντος σου ἐχθρός, ὁλοσώματον ἐδέξατο πληγήν, ὁ δὲ πληγεὶς Ἀδὰμ ὑγίωται, ἀναβοῶν· ὁ Θεός, εὐλογητὸς εἶ.
Μαρτυρικὰ
Σταυρῷ τετειχισμένος, Ἀθλοφόρων ὁ στρατὸς ὁ ἔνθεος, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἐξηφάνισεν ἐν χάριτι, καὶ τῆς νίκης ἐκβοῶν, στεφάνους εἴληφεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Πυρὸς δυνατωτέραν, κεκτημένοι Ἀθληταὶ προαίρεσιν, οὐ κατεφλέχθητε πυρὶ ὁμιλοῦντες, ἀλλ' ἐφλέξατε δυσσεβείας πονηρὰν ὕλην, κραυγάζοντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Σταυροθεοτοκίον
Ὁ Τόκος σου Παρθένε, τοὺς αἰῶνας παραδόξως ἔτεκε, καὶ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, τοὺς πεσόντας συνανύψωσε, καὶ βοῶντας οὐρανοῦ πολίτας ἔδειξεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σὲ νοητήν, Θεοτόκε κάμινον,
κατανοοῦμεν οἱ πιστοὶ
ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς,
ὁ ὑπερυψούμενος,
ὅλον με τὸν ἄνθρωπον,
ἐν τῇ γαστρί σου ἀνέπλασεν,
ὁ αἰνετὸς τῶν Πατέρων,
Θεὸς καὶ ὑπερένδοξος.

Πύλη φωτός, πύλας μοι διάνοιξον, τῆς μετανοίας φωταυγεῖς, τὰς εἰσόδους τῶν ἡδονῶν, εἴργουσα πρεσβείαις σου, καὶ ἀποδιώκουσα τὰς πονηρὰς ἐνθυμήσεις μου, ὅπως ὑμνῶ καὶ δοξάζω, τὴν σὴν ἄμαχον δύναμιν.

Ῥύπον ψυχῆς, ἐξ ἀπροσεξίας μου, τὸν προστριβέντα μοι δεινῶς, ταῖς ῥανίσι σῶν οἰκτιρμῶν, Πάναγνε, ἀπόπλυνον, καὶ τῆς διανοίας μου τὸ ὀπτικὸν ἀποκάθαρον, ἵνα φωναῖς ἀσιγήτοις, ὑμνῶ τὰ μεγαλεῖα σου.

Σὺ τὴν Πηγήν, τῆς ζωῆς κυήσασα, θανατωθέντα με δεινῶς, ταῖς δαιμόνων ἐπαγωγαῖς, Ἄχραντε Πανάμωμε, ζώωσον πρεσβείαις σου, τῷ σῷ Υἱῷ ἀναμέλποντα· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανὼν Σταυρώσιμος, ᾨδὴ η'
Ἦχος α'
Θαύματος ὑπερφυοῦς ΤΟ ΑΚΟΥΤΕ
Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος, πάλαι· τὸ γὰρ πῦρ οὐκ ἔφλεξε νέους Παῖδας, Χριστοῦ δηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν Γέννησιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τέταται ἐπὶ σταυροῦ ἐθελουσίως, ὁ ἐν πνεύματι οὐρανὸν τείνας, ἥλοις προσηλοῦται δέ, ἐξηλῶσαι ἐπιποθῶν, διαθέσεις ἐμπαθεῖς τοῦ πρωτοπλάστου Ἀδάμ· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὅτε σε ζωῆς τὴν πέτραν ἐπὶ πέτραν, λιθοκάρδιος ὕψωσε δῆμος, ὄρη ἐκλονίσθησαν, γῆ ἐσείσθη, Λόγε Θεοῦ, καὶ ψυχαὶ σεσαλευμέναι, ἐστηρίχθησαν πρὸς θείαν ζωήν, μέλπουσαι πάντοτε. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὰ
Ὕφαναν καταστολὴν σωτηριώδη, ἑαυτοῖς σοφῶς οἱ Ἀθλοφόροι, ἐν γυμνώσει σώματος ἐναθλοῦντες καρτερικῶς, καὶ νιφάδας αἰκισμῶν ὑποδεχόμενοι· διὸ ἀνυμνοῦντες ἀναμέλπουσιν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὄνυξιν ἀνηλεῶς οἱ Ἀθλοφόροι, σπαραττόμενοι, καὶ ἀνενδότως μεληδὸν κοπτόμενοι, καὶ αἰκίαις παντοδαπαῖς ὁμιλοῦντες, τοῖς ξοάνοις οὐκ ἐπέθυσαν, ἀνδρείας πιστοῖς, στῆλαι δὲ ὤφθησαν· Εὐλογεῖτε Χριστὸν τὰ ἔργα κραυγάζοντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
Ἵνα σε παραπικραίνων ἄφρων δῆμος, ὡς ὑπέλαβεν ἐκ γῆς ἐξάρῃ, ἄτεκνος γεγένημαι καὶ δονοῦμαι, καὶ μητρικῶς τὴν καρδίαν ὀδυνῶμαι, ἡ Ἀπείρανδρος ἐβόα ποτέ· Σταυρῷ ὁρῶσά σε ὑψωθέντα, μεθ' ἧς ἡ κτίσις δοξάζει σε, πάντων λυτρωτά, Ἰησοῦ εἰς τοὺς αἰῶνας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ η'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ,
ὡς ἐν χωνευτηρίῳ,
τῷ κάλλει τῆς εὐσεβείας,
καθαρώτερον χρυσοῦ,
ἀπέστιλβον λέγοντες·
Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου,
τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.

Τυραννεῖ με πρόσληψις παθῶν, δαιμόνων ἐπήρειαι, ἀλλ' ἔχων καταφυγήν σε διασῴζομαι, τῷ σῷ Υἱῷ μέλπων, Ἄχραντε. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπερτέρα οὖσα οὐρανῶν, ὑπέρτερον τὸν νοῦν μου τῆς ὕλης, καὶ τῶν ἐν βίῳ παραπτώσεων, Ἁγνή, ἀνάδειξον μέλποντα· Εὐλογείτω ἡ κτίσις πᾶσα, τὸν Κύριον ὑμνείτω, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοδότην τέξασα Θεόν, ὁλόφωτε Παρθένε, τὰ ὄμματα τῆς καρδίας μου, καταύγασον φωτὶ Θεοῦ ἐπιγνώσεως, ὅπως ψάλλω· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θ'
Ἦχος α'
Μυστήριον ξένον ΤΟ ΑΚΟΥΤΕ
Ἀπόρρητον τὸ τῆς Παρθένου μυστήριον· οὐρανὸς γὰρ αὕτη, καὶ θρόνος χερουβικός, καὶ φωσφόρος παστὰς ἀνεδείχθη, Χριστοῦ τοῦ Θεοῦ τοῦ παντοκράτορος, αὐτὴν εὐσεβῶς, ὡς Θεοτόκον μεγαλύνομεν.

Ὡς εἶδέ σε πάλαι, ἐν ξύλῳ κρεμάμενον, τὸν τὴν γῆν κρεμάσαντα, Σῶτερ ἐπὶ ὑδάτων ἀπείρων, Λῃστὴς ὁ εὐγνώμων, πιστῶς ἀνεβόα σοι τό, Μνήσθητι· μεθ' οὗ εὐσεβῶς, σοῦ τὰ παθήματα δοξάζομεν.

Σταυρούμενος ἔσεισας γῆς τὰ θεμέλια, λόγχῃ ἐκκεντούμενος, βλύζεις ἀθανασίας σταγόνας, αἷμά τε ὕδωρ, δι' ὧν τὸ ἀνθρώπινον ἐκάθηρας, παθῶν Ἰησοῦ, ὃν ἐπαξίως μεγαλύνομεν
Μαρτυρικὰ
Ἠγάλλοντο ἐν ταῖς βασάνοις οἱ Ἅγιοι, ἑαυτοὺς προτρέποντες, ὥσπερ ἐπὶ τρυφὴν οἱ γενναῖοι· Στῶμεν ἐκβοῶντες· ἰδοὺ ὡς ἀνέῳγε τὸ στάδιον, Χριστὸς τοὺς στεφάνους νῦν προτείνει, οἷς ἠγάπησε.

Φαιδρύνεται πᾶσα, πιστῶν ἡ ὁμήγυρις, τοὺς ἄθλους γεραίρουσα πάντων τῶν ἀηττήτων Μαρτύρων, τοὺς μυρίους πόνους, δι' ὧν τῆς ἀπόνου ἠξιώθησαν, τρυφῆς καὶ ζωῆς, καὶ ἀϊδίου ἀπολαύσεως.
Σταυροθεοτοκίον
Φιλάνθρωπον Λόγον, ἀρρήτως κυήσασα, ὃν ὁρῶσα πάσχοντα, Κόρη, ὑπὲρ ἄνθρωπον βουλήσει. Τί τοῦτο; ἐβόας, Θεὸς ἀπαθής, πάθος ὑφίσταται, παθῶν ὅπως ῥύσηται, τοὺς πίστει προσκυνοῦντας αὐτόν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θ'
Ἦχος α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τύπον τῆς ἁγνῆς λοχείας σου,
πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος,
καὶ νῦν καθ' ἡμῶν,
τῶν πειρασμῶν ἀγριαίνουσαν,
κατασβέσαι αἰτοῦμεν τὴν κάμινον,
ἵνα σε Θεοτόκε,
ἀκαταπαύστως μεγαλύνωμεν.

Χαίροις ἡ χαρὰν κυήσασα· Χαῖρε τὴν λύπην μόνη ἐξαφανίσασα. Χαῖρε ἡ τὰ νέφη τῶν ψυχῶν, ἐκδιώκουσα, καὶ φωτὶ νοητῷ καταυγάζουσα, τοὺς πίστει σε καὶ πόθῳ, Θεοκυῆτορ μεγαλύνοντας.

Ψῦξον τῶν παθῶν μου, Πάναγνε, τὰς διεκχύσεις πάσας, καὶ ἀποξήρανον τῶν ἁμαρτιῶν μου, τὸν βυθὸν τὸν ἀμέτρητον, ἡ σωτήριον ὄμβρον γεννήσασα, καὶ ποταμὸν εἰρήνης, καὶ εὐσπλαγχνίας μέγα πέλαγος.

Ὤφθης ἰατρεῖον ἄμισθον, τραυματισθεῖσι πᾶσι καὶ τὴν ἀπόγνωσιν, Ἄχραντε, νοσοῦσι, καὶ λιμὴν θαλαττεύουσιν, ἐν πελάγει τοῦ βίου σωτήριος, ἐν ᾧ πᾶς καταφεύγων, πίστει σῳζόμενος δοξάζει σε.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος α'
Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτῆρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε δόξα σοι.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος α'
Ὑμᾶς πανεύφημοι μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρια, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον, Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Τῷ σῷ Σταυρῷ παρεστῶσα, Λόγε Θεοῦ ἡ ἀμνάς, καὶ ἄμωμός σου Μήτηρ, θρηνῳδοῦσα ἐβόα· Πῶς θνῄσκεις, ὦ Υἱέ μου, ἐπὶ σταυροῦ; οἴμοι φῶς μου γλυκύτατον! ποῦ σου τὸ κάλλος νῦν ἔδυ τὸ τῆς μορφῆς, τὸ ὡραῖον παρὰ πάντας βροτούς;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος α'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Διὰ βρώσεως ἐξήγαγε,
τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ,
διὰ Σταυροῦ δὲ τὸν λῃστήν,
ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ·
Μνήσθητί μου κράζοντα,
ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἐπονείδιστον ὑπέμεινας, πάθος, Χριστέ, καὶ τὰ ὀνείδη ἡμῶν, πάντα ἀφείλω ἀγαθέ, καὶ τῆς ἄνω Βασιλείας ἡμᾶς, κοινωνοὺς ἀνέδειξας, προσκυνοῦντας τὴν σήν συγκατάβασιν.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τοῦ Ἀδὰμ Χριστὲ τὴν γύμνωσιν, σὺ περιστέλλων ἐγυμνώθης σαρκί, καὶ ἀνυψώθης ἐν σταυρῷ, ἀνυψῶν ἡμᾶς ἐκ βάθους κακῶν· ὅθεν σου δοξάζομεν, τὴν ἁγίαν, Λόγε, συγκατάβασιν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τοῖς ἁγίοις ὑμῶν τραύμασι, πληθὺν δαιμόνων τραυματίσαντες, πάντων ἀνθρώπων τὰς πληγάς, καὶ τὰ τραύματα πανεύφημοι μάρτυρες, ἐν χάριτι, καθ' ἑκάστην ἀεὶ θεραπεύετε.
Δόξα...
Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Τριὰς ἁγία, σῶσον τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ... Σταυροθεοτοκίον
Παρεστῶσα Παναμώμητε, ἐν τῷ Σταυρῷ καὶ καθορῶσα Χριστόν, προσηλωμένον σαρκικῶς, ἀλαλάζουσα ἐκραύγαζες· Ποῦ σου ἔδυ, εὔσπλαγχνε, νῦν τὸ κάλλος ὄντως τὸ ἀνέκφραστον;