ΠΑΡΑΚΛΗΤΙΚΗ
ΠΑΡΑΣΚΕΥΗ Β΄ ΗΧΟΣ




Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Σῶτερ τῷ Σταυρῷ προσηλωθείς, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα Ναοῦ ἐρρήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμῳ διεσχίζοντο, ὁρᾷν μὴ σθένουσαι, κτίστην καὶ Θεὸν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

Ὅλος καταβέβληται εἰς γῆν, ὅλος ἀνετράπη καὶ κεῖται, πτῶμα ἐξαίσιον, ὄφις ὁ παμπόνηρος, ἀνυψωθέντος σου, ἐπὶ ξύλου Φιλάνθρωπε, Ἀδὰμ δὲ κατάρας, λύεται καὶ σῴζεται, ὁ πρὶν κατάκριτος· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, σῶσον ἡμᾶς, οἴκτειρον πάντας, καὶ τῆς Βασιλείας σου ἀξίωσον.

Ὅτε σε ὁ ἄνομος λαός, Σῶτερ τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε κτίσις ἅπασα, φόβῳ ἐτρόμαξε, τὰ τοῦ ᾅδου βασίλεια, καὶ κράτος θανάτου, πάντα ἐξηφάνισται, θείᾳ δυνάμει σου, τότε καὶ Ἀδὰμ ὁ προπάτωρ, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου, Φιλάνθρωπε.
Ἔτερα Στιχηρὰ τῆς Θεοτόκου
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Νεῦσον ταῖς δεήσεσιν Ἁγνή, τῶν σῶν οἰκετῶν, καὶ παράσχου, πηγὰς δακρύων ἡμῖν, ἵνα ἀποπλύνωμεν τῶν ἐγκλημάτων ἡμῶν, τὰς κηλῖδας Πανάμωμε, καὶ σβέσωμεν φλόγα, τοῦ διαιωνίζοντος, καὶ πικροτάτου πυρός· σὺ γὰρ τῶν ἐξ ὅλης καρδίας, Σὲ τὴν τοῦ Δεσπότου Μητέρα, ἐπικαλουμένων τὰς δεήσεις πληροῖς.

Ζάλῃ ἐναντίον λογισμῶν, καὶ ταῖς τρικυμίαις τοῦ βίου, κλυδωνιζόμενος, πνεύμασιν ἀτάκτοις τε περιφερόμενος, τοῦ δεινοῦ κοσμοκράτορος, βοῶ σοι Παρθένε· Σπεῦσον ἐξελέσθαι με, τῶν κατεχόντων δεινῶν, ὅπως εὐχαρίστῳ καρδίᾳ, σοῦ τὰ μεγαλεῖα κηρύττω, πᾶσι τοῖς πιστοῖς θεοχαρίτωτε.

Ἴδε τὴν ἀσθένειαν ἐμήν, καὶ τὴν τῆς ἀθλίας ψυχῆς μου, ταλαιπωρίαν Ἁγνή, καὶ τὴν τῆς καρδίας μου, κάκωσιν Δέσποινα, καὶ βουλὰς διασκέδασον, ἐχθρῶν ἀοράτων, τῶν ἐπεμβαινόντων μοι, καὶ πολεμούντων δεινῶς· σὺ γὰρ τὸν Θεὸν τετοκυῖα, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσι, δύνασαι παρέχειν ἀπολύτρωσιν.
Σταυροθεοτοκίον, Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὢ τῆς ἀγαθότητος τῆς σῆς! ὢ τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας! ὢ τῆς πολλῆς ἀνοχῆς, καὶ μακροθυμίας σου, Λόγε προάναρχε! ἡ Παρθένος ἐκραύγαζεν, ὁλοφυρομένη, πῶς ὁ ὢν ἀθάνατος, θανεῖν ἠγάπησας; μέγα τὸ μυστήριον βλέπω, ὅμως προσκυνῶ σου τὰ Πάθη, ἅπερ ἑκουσίως καθυπέμεινας.

Ἀπόστιχα Σταυρώσιμα
Ἦχος β'
Σῶσόν με Χριστὲ Σωτήρ, τῇ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσσῃ, καὶ ἐλέησόν με ὁ Θεός.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοῖς πιστεύουσιν εἰς σέ, καὶ δι' αὐτοῦ καταργήσας, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τῇ ἁμαρτίᾳ· διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν, μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Σταυροθεοτοκίον, Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, ὅπως ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος β'
Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοι.

Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῷζε τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Εὐσπλαγχνίας
ΤΟ ΑΚΟΥΤΕ
Καθορῶσα νεκρούμενον Χριστόν, θρηνῳδοῦσα ἐβόα ἡ ἀμνὰς καὶ Παρθένος. Ὢ μιαιφονίας τόλμημα! Κρύψον σου τὸ φέγγος νῦν ὁ ἥλιος· ὁ κτίσας γὰρ ἅπαντα, νεκροῦται βουλήματι, καὶ ὁρᾶται ὡς κριτός, ὁ τῶν Ἀσωμάτων μόνος Κύριος.

Μετα τὴν β' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος β'
Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι. Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσῃς με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τῇ ἁγίᾳ σου ποίμνῃ συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα
Ἦχος β'
Ὡς ὁ λῃστὴς ὁμολογῶ, καὶ βοῶ σοι τῷ ἀγαθῷ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου, καὶ σὺν αὐτῷ με συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.
Μαρτυρικὸν
Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, καὶ σῶσον ἡμᾶς.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον
Παρεστῶσα τῷ Σταυρῷ σου, ἡ ἀσπόρως τεκοῦσά σε, Χριστέ, καὶ μὴ φέρουσα ὁρᾷν ἀδίκως πάσχοντα, ὠλοφύρετο κλαυθμῷ, καὶ ἀνεβόα σοι· Πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής, γλυκύτατε Υἱὲ; ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Σταυροῦ παγέντος, δαιμόνων πίπτει πλάνη, Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἄτριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ· τῷ Κυρίῳ ᾄσωμεν ὅτι δεδόξασται.

Σταύρωσιν κατεδέξω, καὶ ἥλοις προσεπάγης ἀτίμως Λόγε, πάντας τιμῆσαι θέλων τοὺς βροτούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας.

Τείνας Σταυρῷ παλάμας, ὁ τείνας πόλον Σῶτερ, καθάπερ δέρριν, ἐνηγκαλίσω ἔθνη καὶ λαούς, τοὺς τὰ σὰ ἑκούσια, πάθη δοξάζοντας.
Μαρτυρικὰ
Ἄραντες ἐπὶ ὤμων, Σταυρὸν οἱ ἀθλοφόροι, τῷ σταυρωθέντι, ἀκολουθῆσαι εἵλοντο Χριστῷ, τούτου συμμορφούμενοι, τοῖς θείοις πάθεσιν.

Ὕμνησαν τῶν Ἀγγέλων, δυνάμεις κατιδοῦσαι ὑμῶν τοὺς ἄθλους, ἐθρήνησε δαιμόνων δὲ πληθύς, νικηφόροι Μάρτυρες, θοειδέστατοι.
Σταυροθεοτοκίον
Ῥῆσις σεπτοῦ Προφήτου, πεπλήρωται· ῥομφαία γὰρ τὴν καρδίαν τὴν σὴν διῆλθεν, ὅτε ἐν Σταυρῷ λογχευθέντα Δέσποινα, τὸν σὸν Υἱὸν ἔβλεψας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.
Τοὺς προστρέχοντας εἰς σὲ σῷζε, Παρθένε.

ᾨδὴ α'

Ἦχος β'
Δεῦτε λαοὶ ᾄσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὸν εὐσεβῶς, σὲ Θεοτόκον κυρίως ἁγνή, ὁμολογοῦντα Ἄχραντε, ψυχῇ καὶ στόματι, χαλεπῶν ἐκ κινδύνων, καὶ νόσων καὶ πταισμάτων, νῦν με διάσωσον.

Ὅλην ἐν σοί, τῶν χαρισμάτων τὴν ἄβυσσον, ἀποκειμένην ἔγνωμεν· διὸ προσφεύγοντες, Θεοτόκε προθύμως, τῇ σκέπῃ σου τῇ θείᾳ διασῳζόμεθα.

Ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα Πάναγνε, ἐκ τῶν ἀχράντων σου, καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ χαλεπῶν πειρασμῶν.

Σὲ οἱ πιστοί, καύχημα πάντες κεκτήμεθα, καταφυγὴν καὶ στήριγμα, καὶ ἀγαλλίαμα, καὶ ψυχῶν σωτηρίαν, ἐλπίδα τε καὶ τεῖχος, θεοχαρίτωτε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμα μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ὁ βότρυς ἐπὶ ξύλου τῆς ἀφθαρσίας, κρεμάμενος, ἀπέσταξε θεῖον γλεῦκος, καρδίας κατευφραῖνον τὰς τῶν ἀνθρώπων, κακίας παῦον δέ, τὴν μέθην πάντοτε, Ἰησοῦς ἡ λύτρωσις τῶν ψυχῶν ἡμῶν.

Ὑψώθης ἐπὶ ξύλου ἐθελουσίως, καὶ πᾶσαν διαβόλου κακοπραγίαν, κατέρραξας, πεσόντας δὲ τοὺς ἀνθρώπους, εἰς τὴν ἀπώλειαν, γνώμης στρεβλότητι, Ἰησοῦ ἀνύψωσας, πολυέλεε.
Μαρτυρικὰ
Πυρὶ τοῦ θείου πόθου προσαναφθέντες, τὸ πῦρ οὐκ ἐδειλίασαν οἱ γενναῖοι, οὐκ ἔπτηξαν τὸν θάνατον ἀθανάτους, ἀποσκοπούμενοι δωρεὰς λήψεσθαι, καὶ χαρὰν μὴ λήγουσαν, καὶ φῶς ἄδυτον.

ίων οἱ Ἀθλοφόροι, ὑπέρλαμπρον ἐπέχρωσαν πορφυρίδα, καὶ ταύτην στολισάμενοι δεξιᾷ τε, ὡς σκῆπτρον φέροντες, χειρὶ τὸν τῷ Κυρίῳ πάντοτε θεῖον Σταυρόν, συμβασιλεύουσιν.
Σταυροθεοτοκίον
Γεραίρουσί σε τάξεις τῶν Ἀσωμάτων· τὸν πάντων γὰρ Δεσπότην σωματοφόρον, ἐκύησας τὸν λύσαντα διὰ ξύλου, δεσμίους ἅπαντας, Κόρη Θεόνυμφε, καὶ πιστοὺς συνδήσαντα τῇ στοργῇ αὐτοῦ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων Σε.

Πρεσβείαις σου Ἁγνὴ Θεὸν ὃν ἔτεκες, παράσχου εὐΐλατον σοῖς ἱκέταις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ πιστῶς προσκυνοῦσί σου τὴν κύησιν.

Ῥημάτων τῆς ἐμῆς ψυχῆς ἐπάκουσον, Παρθένε δεινῶς ἐκταραττομένης, ἣν εἰρήνευσον Πανύμνητε, ἀεὶ ταύτην κινδύνων διασῴζουσα.

Ὅλην μου τὴν ζωὴν διακυβέρνησον, Παρθένε ἐλπίς μου καὶ προστασία, πειρασμῶν καὶ περιστάσεων, λυτρουμένη δεινῶν με Θεονύμφευτε.

Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, ἀγκάλαις ὡς φέρουσα Θεομῆτορ, ἐξ ἀγνοίας καὶ πωρώσεως, λυτρωθῆναι ἡμᾶς νῦν καθικέτευε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐκρέμασο ἐπὶ ξύλου, κρεμάσας ἐν ὕδασι, τὴν γῆν Παντοδύναμε, λόγχῃ πλευρὰν ὀρυττόμενος, αἷμά τε σὺν ὕδατι, ἐναποστάξας εἰς πάντων ἀπολύτρωσιν.

Νυγείσης σου τῆς πλευρᾶς, ἰατρεύθη τὸ ἄλγος μου, χειρὶ ῥαπισθέντος σου, ἐλευθερίας ἐπέτυχον, χολῆς γευσαμένου δέ, τῆς ἐνηδόνου ἐρρύσθην Χριστὲ βρώσεως.
Μαρτυρικὰ
Τοῖς τραύμασι τραυματίσαντες, ὄφιν τὸν δόλιον, ἰᾶσθε τραύματα, τῶν καρδιῶν ἡμῶν πάντοτε, χάριν ἀναβλύζοντες, ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος θεῖοι Μάρτυρες.

Ὁλόσωμον τῷ ἐχθρῷ, τὴν πληγὴν προσηνέγκατε, πληγαῖς αἱματούμενοι, ἐπὶ τροχοῦ τε τεινόμενοι, καὶ τυμπανιζόμενοι, θεοειδεῖς Ἀθλόφοροι πανσεβάσμιοι.
Σταυροθεοτοκίον
Σεσάρκωται, ἐξ ἁγνῶν σου αἱμάτων ὁ Ὕψιστος, ὃν βλέπουσα Πάναγνε, ξύλῳ ἀδίκως ὑψούμενον, ἔστενες δακρύουσα, καὶ τὴν αὐτοῦ εὐσπλαγχνίαν ἐμεγάλυνες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.

Τῶν τραυμάτων μου Δέσποινα τῶν τῆς ψυχῆς, σαρκός τε νοσημάτων, ἡ Θεὸν τεκοῦσα, λύσιν παράσχου μοι.

Ῥιπιζόμενον πάθεσι καὶ λογισμοῖς, βίου τρικυμίαις, ἐλπίδι Παρθένε, καὶ πίστει βεβαίωσον.

Ἐκ περιστάσεως ῥῦσαί με, Μῆτερ Θεοῦ, καὶ ζάλης καὶ κινδύνων, ταῖς σαῖς ἱκεσίαις μόνη Πανύμνητε.

Χειμαζόμενον κλύδωνι βιωτικῷ, ἐξάρπασον Παρθένε, πρὸς τὸν σὸν λιμένα καθοδηγοῦσά με.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ε'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.

Δι' οἶκτον προσομιλήσας τῷ Σταυρῷ, Δέσποτα ἐκ τοῦ βυθοῦ με, τῶν κακῶν ἀνέσπασας, καὶ ἐτίμησας συνεδρίᾳ τῇ πατρικῇ, ἀτιμασθεὶς θελήματι.

Ἀκάνθαις στεφανωθεὶς ὁ στεφανῶν, ἄνθεσι πᾶσα τὴν γῆν, τὴν τῶν παθῶν μου ἄκανθαν, ἀποτέμνεις ῥιζόθεν Λόγε, καὶ ἐμφυτεύεις μοι τὴν σὴν ἐπίγνωσιν.
Μαρτυρικὰ
Ἰσχύϊ τοῦ τὴν ἀσθένειαν ἡμῶν Ἅγιοι, ἐθελοντὶ περιθεμένου Μάρτυρες, δυναμούμενοι, τῶν δαιμόνων, τὴν δυναστείαν παντελῶς ὠλέσατε.

Μεγάλως ἀγωνισάμενοι ἐν γῇ Ἅγιοι, ἐν οὐρανοῖς μεγίστην δόξαν εὕρατε, καὶ μεγίστων ἡμᾶς κινδύνων, ἀπολυτροῦσθε τοὺς ὑμᾶς γεραίροντας.
Σταυροθεοτοκίον
Ὁ νώτοις Χερουβικοῖς ἐν οὐρανοῖς, θεοπρεπῶς ὡς ἀληθῶς ὀχούμενος, ταῖς ἀγκάλαις σου ἐποχεῖται, καὶ σταυρωθεὶς πάντας φθορᾶς διέσωσε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ε'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν.

Ὅπλον ἀήττητον, κατὰ ποικίλων πειρασμῶν ἔχοντες, τῶν δυσμενῶν πάσης ἐπηρείας, λυτρούμεθα σαφῶς, οἱ σὲ Θεοτόκον ἀεὶ ἐπιστάμενοι.

Νόμου τὸ πλήρωμα, ἡ ἀνωτέρα Χερουβεὶμ τέτοκας, τὸν τοῦ Θεοῦ ἐκ σοῦ σαρκωθέντα, Υἱὸν μονογενῆ, ὃν ὑπὲρ τῶν δούλων τῶν σῶν ἐκδυσώπησον.

Τὸν τοῦ παντὸς ποιητήν, ἐν ταῖς ἀγκάλαις σου Ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν ταῖς σαῖς ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς σὲ καταφεύγουσιν.

Ἀπὸ στενώσεως, καὶ κατωδύνου μου ψυχῆς δέησιν, τῶν οἰκτιρμῶν μόνῃ τῇ τεκούσῃ, τὸν αἴτιον Λόγον, προσφέρω ὁ τάλας, οἰκτείρασα σῶσόν με.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ς'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἤχου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα ψυχῆς, ἐπακούσας, τῶν δεινῶν με λύτρωσαι· μόνος γὰρ εἶ, τῆς ἡμῶν σωτηρίας αἴτιος.

Νῶτον παρέχων εἰς μάστιγας, καὶ σιαγόνας σου εἰς ῥαπισμόν, πρόσωπον δὲ Σῶτερ, εἰς ἐμπτύσματα, ἔσωσάς με τὸν πολλά, ἀφρόνως σοι πταίσαντα.

Ὥσπερ ἀρνίον τοῦ θύεσθαι, ἦλθες Χριστέ μου, λύκου νοητοῦ, ἰοβόλῳ δήγματι, τοὺς θνήξαντας ἐπανάγων πρὸς ζωήν· Δόξα τῇ σταυρώσει σου.
Μαρτυρικὰ
Νόμους τηροῦντες οἱ Μάρτυρες, τοὺς τοῦ Δεσπότου, ἄνομον βουλήν, παρανόμων παντελῶς ἐξέκλιναν, καὶ θανόντες, τῆς ζωῆς τῆς μελλούσης ἔτυχον.

Παραταξάμενοι Ἅγιοι, πρὸς ἐναντίας χαίροντες ἀρχάς, θείοις ὅπλοις, ταύτας ἐτροπώσασθε, καὶ στεφάνους ἐκ Θεοῦ, νίκης ἐκομίσασθε.
Σταυροθεοτοκίον
Ἵνα θεώσῃ τὸν ἄνθρωπον, ἐκ σοῦ Παρθένε τίκτεται Θεός, καὶ σταυροῦται, καὶ θανάτου γεύεται, ἀποκτείνων τὸν ἐμέ, τὸ πρὶν ἀποκτείναντα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ς'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Σωτηρίας λιμένα γινώσκων σε, πλέων πολυφρόντιδος βίου τὴν θάλασσαν, ἐπικαλοῦμαι Δέσποινα, κυβερνῆτιν ψυχῆς μου γενέσθαι σε.

Ἐνεδύθην στολὴν κακουχούμενος, Μήτηρ Ἀειπάρθενε, τῆς ἀφροσύνης μου, ἀλλ' ἡ Θεὸν κυήσασα, τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι.

Ἱερᾶς πολιτείας ἐκπέπτωκα, ἀθυμῶν ὁ δείλαιος, ἀλλ' ἐπανάγαγε, εὐλογημένη Δέσποινα, προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίζουσα.

Συμπαθείας με θείας ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τὸν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.

Πτωθέντα με ἤγειρας τῇ παραβάσει, Σταυρῷ ἀνυψούμενος, ἡ πάντων ἐξανάστασις, καὶ πτώσας τὸν πτώσαντα, Λόγε πολέμιον, ὅλον ἀνενέργητον, νεκρὸν ὑποδεικνύεις. Δόξα τῷ κράτει σου.

Τοῖς ἥλοις ἐξήλωσας τὴν ἁμαρτίαν, Χριστὲ τοῦ προπάτορος, καλάμῳ δὲ τυπτόμενος, ὑπέγραψας ἅπασιν ἐλευθερίαν βροτοῖς. Δόξα τοῖς παθήμασι τοῖς σοῖς, δι' ὧν μυρίων παθῶν ἐρρύσθημεν.
Μαρτυρικὰ
Ἐτέμνοντο σώματα τῶν μιαιφόνων, χερσὶν οἱ καλλίνικοι, Χριστοῦ Μεγαλομάρτυρες, καὶ ἔμενον Πνεύματι Θεοῦ, ἀχώριστοι, τέμνοντες τὸν δόλιον ἐχθρόν, ἀνδρείας ξίφει, καὶ κατασφάττοντες.

Ἰσχὺν ἀπροσμάχητον τὸν σταυρωθέντα, Χριστὸν ἐπαγόμενος, στρατὸς ὁ ἀκατάπληκτος, ὀλέθριον στράτευμα κατεξωλόθρευσεν, ἔπαθλον ληψόμενος, ζωὴν τὴν μακαρίαν τε καὶ ἀνώλεθρον.
Θεοτοκίον
Παλάτιον ἔμψυχον τοῦ Βασιλέως, καὶ θρόνος πυρίμορφος, Παρθένε ἀναδέδειξαι, ἐν ᾧ καθεζόμενος πάντας ἐξήγειρε, τοῦ προτέρου πτώματος βροτούς, καὶ συνεδρίᾳ Πατρὸς ἐτίμησε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεειρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ, σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον, ὃν νῦν Παρθένε δυσώπησον, πάσης πονηρίας ῥυσθῆναι, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐλπὶς ἀγαθή, προστασία φοβερὰ ὑπάρχεις Δέσποινα, καὶ νῦν δεόμεθά σου δωρήσασθαι, τῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον, τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιεσάμενος ἀπημαύρωσα, δι' ἀμελείας ὁ δείλαιος, νῦν δέ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, πάλιν ἐνδύσασθαι.

Ζωῆς ἐκπεσών, ἀκηράτου μὲν τὸ πρὶν ὁ Ἀδὰμ σέσωσται, διὰ τοῦ Τόκου σου, νῦν δὲ Πάναγνε, τὸν ἀρρωστίᾳ κρατούμενον, σῶσον ἐπιρρώσασα Κόρη, καὶ ἀξίωσον ψάλλειν σοι· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν, Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον. Ἡ οὐσιωθεῖσα ὑμνείτω, τὸν Κύριον πᾶσα Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Λαὸς ὁ ἀπειθής, ἀδεῶς τε τὰ παράνομα πάντα πράττων, μέσον ἀνόμων Οἰκτίρμον, τὸν δικαιοῦντά σε παρανομοῦντας, ξύλῳ ἀνυψοῖ σταυρούμενον, ὃν πᾶσα κτίσις δοξάζει ὡς Κύριον, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν.

Αἱματώσας Χριστέ, τοὺς δακτύλους σου ἐν ξύλῳ προσηλωμένος, τὸ δαίμοσιν αἷμα προσαγόμενον τοῖς πάλαι, ἐπ' ἀπωλείᾳ τῶν προσαγομένων ἔπαυσας· ὅθεν σε δοξάζει, ἡ σύμπασα κτίσις, Θεὲ τῶν ὅλων, ἀνυμνολογοῦσα τὴν σὴν μακροθυμίαν.
Μαρτυρικὰ
Ναμάτων ζωτικῶν, ὄντες ἔμπλεοι οἱ Μάρτυρες τοὺς χειμάρρους, τοὺς τῆς ἀπάτης ἀπεξήραναν, θείοις ῥείθροις τοῖς τῶν αἱμάτων, πίστει ἀκλινεῖ κραυγάζοντες· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἡ ἄπειρος πληθύς, τῶν αἱμάτων ὑμῶν ἅγιοι, ἀσεβείας τὸ πῦρ κατέσβεσε, καὶ Ἑλλήνων τὴν πολύθεον ἔλυσε πλάνην, πάντας δὲ πιστοὺς ἐφώτισε μελῳδοῦντας· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
Ἡ ἄμωμος ἀμνάς, Προφητῶν τε καὶ Μαρτύρων ἡ ὡραιότης, ὥσπερ ἀμνόν σε ἀναρτώμενον ἐπὶ ξύλου θεασαμένη, ἔκλαιε πικρῶς καὶ ἔλεγεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τόν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα, Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις περιπαρῆναι κακοῖς· ἀλλὰ σύ με Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.

Πύργον ἰσχύος ἀσφαλῆ, καὶ κρηπῖδα καὶ φρουρὰν καὶ προστασίαν, κεκτημένοι σε πάντες, διασῳζόμεθα νῦν, ὑμνοῦντες τὸν τόκον, σου Πάναγνε, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.

Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοῖς πιστοῖς ἁγνὴ πηγάζεις, οὗ τὴν ἄφθονον χάριν ἀπαρυόμενοι, σοῦ ὑμνοῦμεν τὸν τόκον Πανάχραντε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

Ἴνα τυπώσῃ πάλαι, Ἰσαὰκ σοῦ τὸ πάθος, δεσμεῖται Λόγε, λύεται δεθέντος δέ, προβάτου ἀντιτύπου, ἐν φυτῷ Σαβὲκ ἀφέσεως, καὶ ἀπελύθη, τῆς ἀκουσίως τότε, θυσίας ἀληθοῦς, σοῦ δὲ ἐθελουσίως τυθέντος, κακῶν ἐρρύσθημεν.

Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, Χριστὲ ὑπάρχων, κάλλος οὐκ ἐκέκτησο, οὐδὲ εἶδος ἐν τῷ πάσχειν, ξύλῳ τοῦ Σταυροῦ κρεμάμενος, καὶ καλλωπίζων, τὴν ἀμορφίαν πᾶσαν τοῦ γένους τῶν βροτῶν. Δόξα τῇ εὐσπλαγχνίᾳ σου μόνε, εὔσπλαγχνε Κύριε.
Μαρτυρικὰ
Σιὼν τῆς ἄνω ὤφθητε, οἰκήτορες θεῖοι, καὶ τῶν Ἀγγέλων Μάρτυρες ἰσάγγελοι, ὡς ὄντες συμπολῖται, καὶ τὴν Ἐκκλησίαν Ἅγιοι τῶν πρωτοτόκων, περιφανῶς φαιδρύνετε, λάμποντες φωτὶ θείῳ, καὶ μαρτυρίου στεφάνῳ, καλλωπιζόμενοι.

Ἠγαπημένοι φίλοι, τοῦ ἡμᾶς παραδόξως πεφιληκότος, ῥύσασθε φιλίας με δολίας, τῆς πρὸς σάρκα, ἅγιοι Κυρίου Μάρτυρες, ἁγιασμόν τε καὶ φωτισμόν, καὶ λύσιν πταισμάτων χαλεπῶν, πᾶσι τοῖς ἐκτελοῦσι τὴν μνήμην ὑμῶν αἰτήσασθε.
Σταυροθεοτοκίον
Φωστήρων κάλλος δρόμου, τοῦ συνήθους ἀπέστη, ὅτε σε εἶδεν Ἥλιε τῆς δικαιοσύνης, ἐπηρμένον ἐπὶ τοῦ Σταυροῦ θελήματι, ἡ δὲ Παρθένος, σὺν μαθητῇ παρθένῳ, ἠλάλαζε πικρῶς· Οἴμοι! ἀναβοῶσα, τί τοῦτο τὸ ξένον θέαμα;

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

Θεομακάριστε Κόρη, τὴν ἐλπίδα μου πᾶσαν, προθύμως ἀνατίθημι ἐν σοί, σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς ἀϊδίου, πλησθῆναι καθικέτευσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον, πύλη τοῦ θείου φωτός, καὶ τρυφῆς αἰωνίου, πλησθῆναι καταξίωσον Ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, σὲ ὕμνοις μεγαλύνοντα.

Νενοσηκότας ὁρῶσα, καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ βεβλημένους πάθεσι δεινοῖς, τῇ εὐσπλαγχνίᾳ σου Δέσποινα, θεραπεύσασα λῦσον, τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἵνα πάντες σε ὕμνοις, ἀπαύστως μεγαλύνομεν.

Ἐν τῇ γαστρί σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, Πατὴρ ὅνπερ ἐγέννησεν, Υἱὸς τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, σὲ Θεομῆτορ, ἔδειξεν ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσι, τὴν ἄφραστόν σου γέννησιν.

Ἀπόστιχα Σταυρώσιμα
Ἦχος β'
Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ᾐτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστὲ φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς, ὡς φιλάνθρωπος.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἑκουσίως πτωχεύσας, τὴν πτωχείαν τοῦ Ἀδάμ, Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς, ἐκ Παρθένου σαρκωθείς, καὶ Σταυρὸν κατεδέξω, ἵνα ἡμᾶς ἐλευθερώσῃς, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ Ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Σταυροθεοτοκίον, Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε ἐν Σταυρῷ σε ἡ Ἀμνάς, ἄρνα τὸν οἰκεῖον ἑώρα, κατακεντούμενον, ἥλοις, ὠλοφύρετο ἐκπληττομένη σφοδρῶς, καὶ δακρύουσα ἔλεγε· Πῶς θνῃσκεις, Υἱέ μου, θέλων τὸ χειρόγραφον τοῦ πρωτοπλάστου Ἀδάμ, ῥῆξαι, καὶ θανάτου λυτρῶσαι, ἄπαν τὸ ἀνθρώπινον, δόξα, τῇ οἰκονομίᾳ σου Φιλάνθρωπε.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος β'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Σταυρωθεὶς Ἀναμάρτητε, ἐν Κρανίῳ συνέθλασας, κάραν τοῦ δολίου ἐχθροῦ, καὶ κόσμον διέσωσας.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ἐξερρίζωσας Δέσποτα, τῆς κακίας τὴν ἄκανθαν, στέφος ἑκὼν ἀκανθῶν, φορέσας Μακρόθυμε.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Μαρτυρικὸν
Συντριβόμενοι Μάρτυρες, τοῦ ἐχθροῦ συνετρίψατε, πᾶσαν τὴν πλάνην σαφῶς, καὶ στέφος ἐδέξασθε.
Δόξα...
Ῥαντισμῷ θείου αἵματος, οἱ πιστοὶ φωτιζόμενοι, μίαν ἐν Προσώποις τρισί, Θεότητα σέβομεν.
Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὡς ἀρνίον κρεμάμενον, ἐπὶ ξύλου Πανάμωμε, βλέπουσα Χριστόν, ἐν κλαυθμῷ, αὐτὸν ἐμεγάλυνες.