ΠΑΡΑΚΛΗΤΙΚΗ
ΣΑΒΒΑΤΟΝ Γ΄ ΗΧΟΣ




Στιχηρὰ Δεσποτικά
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Ναόν με τοῦ σεπτοῦ σου Πνεύματος ἀπέργασαι, καθάρας τὰς κηλίδας, Χριστέ μου τῶν πταισμάτων, καταγώγιον δαιμόνων χρηματίζοντα νῦν, οὓς ἐξ ἐμοῦ ἔκβαλε, ὡς τοὺς μολύνοντας, πάλαι τὸ ἱερόν σου.

Ὁ θέλων πάντας σῶσαι Κύριε, ὡς εὔσπλαγχνος, ἁμαρτωλούς, δικαίους, καὶ μή τινα ὀλέσθαι, αὐτὸς ποίησον ἕνα κᾀμὲ τῶν σῳζομένων, τὸν ἀμελῶς ζήσαντα, καὶ τὰ σὰ προστάγματα, παραβλέψαντα Λόγε.

Ὑπνώσας ἐν τῷ τάφῳ Χριστέ, ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ, ἀνέστης συνεγείρας, τοὺς ἐν τοῖς μνημείοις κατοικοῦντας ἀπ' αἰῶνος· διὸ τοὺς κοιμηθέντας, πίστει ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις.
Στιχηρὰ τῆς Θεοτόκου
Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Ταῖς αὔραις τοῦ ἐχθροῦ ὡς κάλαμος ῥιπίζομαι, διηνεκῶς Παρθένε, ἀλλ' οἴκτειρον τὸν δοῦλόν σου, καὶ ταῖς τούτου καταιγίσι μὴ εἰς τέλος, ἐάσῃς με κλονεῖσθαι, ἀλλὰ στερέωσον, ἐν τῇ πίστει Κυρίου.

Ὁ κλύδων τῶν παθῶν, συνέχων καὶ συμπνίγων με, διηνεκῶς ταράττει, τὴν ταπεινὴν ψυχήν μου, καὶ ὠθεῖ εἰς ἀπογνώσεως βυθόν με, ἀλλὰ τὴν ζάλην ταύτην, Ἁγνὴ μετάβαλε, εἰς βαθεῖαν γαλήνην.

Παρθένε τὸν ἐκ σοῦ, τεχθέντα καθικέτευε, τὴν ποίμνην σου φυλάττειν, ἀλώβητον ἐκ πάσης, ἐπηρείας τοῦ ἀντικειμένου διαβόλου, καὶ ἐκπληροῦν ἅπαντας, αὐτοῦ τὸ θέλημα, ἐνδυνάμωσον Κόρη.
Θεοτοκίον, Ἦχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον Πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρός, μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα, Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός, γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῴαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Ἀπόστιχα Μαρτυρικὰ
Ἦχος γ'
Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις· ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι, ὑπὲρ τῆς εὐσεβείας.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου, ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ὤλεσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Νεκρώσιμον
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία.
Θεοτοκίον, Ἦχος γ'
Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἀνδρείως γὰρ ἐνίκησαν, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνην παράσχου τῷ λαῷ σου.

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
Ἰδιόμελον
Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τόν Σταυρόν τῆς ἀληθείας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἔτερα Καθίσματα μετὰ τὸν Ἄμωμον
Ἦχος γ'
Μαρτυρικὸν
Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος· ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.
Νεκρώσιμον, Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ὅτε τῷ λόγῳ σου, παραστησόμεθα, τῷ ἀδεκάστῳ σου, βήματι Κύριε, μὴ καταισχύνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος.
Δόξα...
Ξύλῳ πεπτώκαμεν, πικρῶς εἰς θάνατον, ξύλῳ τιμίῳ δέ, πάλιν ἀνέστημεν· διὰ Σταυροῦ σου γάρ Σωτήρ, τὸν θάνατον ἐνέκρωσας, καὶ τὴν ἀτελεύτητον, ζωὴν πᾶσιν ἐπήγασας, ἧς περ καταξίωσον, τοὺς πρὸς σὲ ἐκδημήσαντας, οἰκέτας σου πιστοὺς Ἐλεῆμον, δωρούμενος αὐτοῖς τὴν Βασιλείαν σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν πολυτάραχον, τοῦ βίου κλύδωνα, τοὺς ἐκπεράσαντας, τῷ θείῳ νεύματι, καὶ μεταστάντας εὐσεβῶς, οἰκέτας σου Πανάμωμε, δέξαι καὶ προσάγαγε, τῷ Κριτῇ καὶ Θεῷ ἡμῶν, τούτοις ἀπολύτρωσιν, παρασχεῖν ἱκετεύουσα· καὶ γὰρ ὡς τοῦ ποιήσαντος Μήτηρ, ἔχεις τὸ θέλειν καὶ τὸ δύνασθαι.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας
Μύσταις προσοίσω τοῦ Θεοῦ θεῖον μέλος. Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

Μαρτυρίου κλέος σοφοὶ εὕρατε, πάντες Ἀθληταί, βασάνους πολυτρόπους, ἐνεγκόντες γενναίως ὑπὲρ τῆς ἀληθείας· ὅθεν πίστει ὑμᾶς δοξάζομεν ἀεί.

Ὑπερτέραν σχόντες ζωήν, ὤφθητε προφῆται καὶ σοφοί, Κυρίου ἱεράρχαι, τοῦ κενωθέντος Λόγου, ποιμάναντες ὁσίως, τοῦ Σωτῆρος τὴν ποίμνην σθένει θεϊκῷ.

Σταυρωθέντες κόσμῳ σαρκός, ὅσιοι πάσας ἡδονὰς ἠρνήσασθε, καὶ σκεύη, τοῦ Πνεύματος δειχθέντες, τὰ πνεύματα πλάνης, θείῳ σθένει ἐξηφανίσατε σαφῶς.
Νεκρώσιμον
Τοὺς ἐκ γῆς προστάξει τῇ σῇ Κύριε, πίστει εὐσεβεῖ, οἰκτίρμον μεταστάντας, ζωῆς ἀτελευτήτου, καὶ φωτὸς ἀνεσπέρου, ἀξιώσας ἀνάπαυσον ὡς ἀγαθός.
Θεοτοκίον
Ὡς Θεὸν τεκοῦσαν σαρκὶ Πάναγνε, γνώμῃ εὐσεβεῖ, τιμῶμέν σε ἀπαύστως, μετὰ σεμνῶν Γυναίων, ἀσκήσει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς:
Τοῦτο τρίτον μέλισμα θνῄσκουσι νέμω.

ᾨδὴ α'
Ἦχος γ'
Τεμνομένην θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Τῇ ταφῇ σου θάνατον θανατώσας, καὶ καθελὼν τοῦ ᾅδου τὴν τυραννίδα, εἰς οὐρανοὺς πρόδρομος ἡμῶν, ἀναπεφοίτηκας, Ἀθλοφόρων δῆμον συνανυψώσας, νῦν τὰς ψυχάς ἀνάπαυσον, τῶν μεταστάντων Χριστέ.

Ὁ τοὺς θείους Μάρτυρας ἐνισχύσας, καὶ δι' αὐτῶν τὴν πλάνην ἐξαφανίσας, ταῖς προσευχαῖς τούτων, ὡς Θεός, τοὺς τελευτήσαντας, τῆς παρὰ σοῦ Σῶτερ ἀθανασίας, καὶ μακαρίας λήξεως, τυχεῖν ἀξίωσον.

Υπὲρ δούλων Δέσποτα, τὸ σὸν αἷμα, σφαγιασθείς, ἐξέχεας ὡς οἰκτίρμον, τὴν ὀφειλὴν τὴν ὑπὲρ αὐτῶν, καταβαλόμενος· διὰ τοῦτο εὔσπλαγχνε, σὲ αἰτοῦμεν, νῦν τάς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων Χριστέ.
Θεοτοκίον
Τὴν ἁγνὴν ὑμνήσωμεν Θεοτόκον, τὴν τὸν Θεὸν τεκοῦσαν, τὸν τῷ θανάτῳ τῷ ἑαυτοῦ, θάνατον ἡμῖν ἀναμοχλεύσαντα, καὶ ζωὴν πηγάσαντα τὴν ἀγήρω, καὶ δι' αἰῶνος μένουσαν μακαριότητα.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ῥώμῃ Θεοῦ σθενούμενοι, Μάρτυρες ἔνδοξοι, ὀλεθροτόκον δύναμιν, τοῦ ἐν κακίᾳ δυνατοῦ δυσμενοῦς, τελείως ὠλέσατε, καὶ νίκης εἰλήφατε θεῖον στέφανον.

Ὁ τοὺς ὁσίους Κύριε, δείξας ἐχθροῦ νικητάς, ταῖς αὐτῶν Ἰησοῦ παρακλήσεσιν, ἁγίασον, φώτισον, καὶ σῶσον, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀπαύστως ἀνυμνοῦντάς σε.

Σὺν τοῖς Προφήταις ἅπασιν, ἀνευφημήσωμεν, τοὺς τῶν Γυναίων θείους χορούς, τοὺς ἐν ἀσκήσει, καὶ ἐν ἀθλήσει διαλάμψαντας, καὶ τὸν πολυμήχανον ὄφιν πατήσαντας.
Νεκρώσιμον
Οὓς ἐξ ἡμῶν μετέστησας, θείᾳ βουλήσει Χριστέ, μετὰ Ἁγίων σύνταξον, τὰ ἐν τῷ βίῳ παραβλέψας αὐτῶν, οἰκτίρμον ἐγκλήματα, πρεσβείαις δεόμεθα τῶν Ἁγίων σου.
Θεοτοκίον
Οἱ σεσωσμένοι Πάναγνε, σοῦ τῷ σεπτῷ τοκετῷ, τοῦ Γαβριὴλ βοῶμέν σοι πιστῶς, τὸ Χαῖρε καὶ δεόμεθα, τῇ παρακλήσει σου, πταισμάτων ἄφεσιν πᾶσιν αἴτησαι.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

Ὁ διαπλάσας ἐκ γῆς με, καὶ πρὸς τὴν γῆν, στραφέντα τὸν δείλαιον, ἀναπλάσας λαμπρότερον, τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων, πρεσβείαις τῶν Μαρτύρων.

Τῶν Ἀθλοφόρων Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μώλωπας, καὶ πληγὰς δυσωπούμενος, τὰς ψυχὰς ἀνάπαυσον τῶν μεταστάντων, πρὸς σὲ τὸν πάντων κτίστην.

Ῥῦσαι γεέννης πυρός τε, καὶ ζοφερῶν, τοῦ ᾅδου φιλάνθρωπε, σκηνωμάτων τοὺς δούλους σου, τοὺς ἐν πίστει Δέσποτα, κεκοιμημένους, τῇ σῇ ἐλπίδι πάντας.
Θεοτοκίον
Ἱερωτέρα ὡς μήτηρ τοῦ πλαστουργοῦ, τῆς κτίσεως πέφηνας, τοῦ τὸν θάνατον λύσαντος, Θεοτόκε Πάνσεμνε, καὶ ἀφθαρσίαν ἡμῖν δεδωρημένου.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος.

Ἱερεῖα καθάπερ, προσανηνέχθητε πίστει, σφαγέντες, ὥσπερ ἄρνες σοφοί, ἀμνῷ τῷ ἐπὶ ξύλου Σταυροῦ, ἐπευδοκήσαντι ἀθληταί, ἐθελουσίως ταθῆναι, ὑπὲρ γένους ἀνθρώπων.

Σὺν ὁσίοις τιμῶμεν, τοὺς εὐκλεεῖς Ἱεράρχας, φωστῆρας γεγονότας πιστῶν, παθῶν μὲν σκότος λύοντας, τῆς δὲ ἀχλύος ἐκκαθάραντας, καὶ πρὸς ἄδυτον ἐν πίστει, προσχωρήσαντας φέγγος.

Ὡραιότητι λόγων, οἱ θεηγόροι Προφῆται, φαιδρύνουσι πιστῶν τὰς ψυχάς, ἀγώνων ταῖς λαμπρότησι, καὶ τῶν θαυμάτων ἀνατολαῖς, καταυγάζουσι καρδίας, θεοφόροι Γυναῖκες.
Νεκρώσιμον
Τοὺς τὸν βίον λιπόντας, ὑπερκοσμίου δόξης, μετόχους δεῖξον Λόγε Θεοῦ, πταισμάτων ἀπολύτρωσιν, τούτοις δωρούμενος ἀγαθέ, ὧν περ ἔπραξαν ἐν γνώσει, ἐπὶ γῆς καὶ ἀγνοίᾳ.
Θεοτοκίον
Τῶν Μαρτύρων τὴν δόξαν, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ θεῖον ἐγκαλλώπισμα, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως, τοῦ Θεοῦ τήν Μητέρα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δ'
Ἦχος γ'
Ἔθου πρὸς ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Τάφον δι' ἡμᾶς, συμπαθῶς κατῴκησας Δέσποτα, τάφους ὁ κενώσας ὡς Θεός, καὶ νικηφόρους δείξας τοὺς Μάρτυρας, ἐν τόποις ἀνέσεως, τοὺς κοιμηθέντας δούλους σου κατάταξον.

Ὁ τῶν Ἀθλητῶν, τοὺς στερροὺς ἀγῶνας καὶ μάστιγας, καὶ τὰς τῶν μελῶν ἀποκοπάς, ἃς ὑπὲρ σοῦ ὑπέμειναν Δέσποτα, ἀσμένως δεξάμενος, οὓς προσελάβου ῥῦσαι κολάσεως.

Νεύματι τῷ σῷ, τῆς ζωῆς ὁ ἔχων τὰ τάλαντα, τῆς ἀτελευτήτου σου ζωῆς, καὶ ἀκηράτου δόξης ἀξίωσον, οὓς πρὸς σὲ μετέστησας, τῆς ἁμαρτίας λύσας τὸ μεσότοιχον.
Θεοτοκίον
Μήτηρ ἀληθῶς, καὶ παρθένος ὤφθης Πανάμωμε, γέννησιν καὶ τόκον ἀληθῆ, τῇ παρθενίᾳ μόνῃ συνάψασα· Θεὸν γὰρ ἐγέννησας, τὸν τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ε'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὡς Θεός, τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

Οἱ μώλωπες ὑμῶν καὶ αἱ πληγαί, ἐχθροῦ μὲν ὤφθησαν πληγαὶ ἀνίατοι, τὰς ἡμῶν πληγὰς δὲ νῦν θεραπεύουσι, πάντων πιστῶν, Ἀθληταὶ Κυρίου.

Ὑμνήσωμεν Ὁσίων τὴν πληθύν, καὶ μακαρίσωμεν τοὺς Ἱεράρχας Χριστοῦ, καὶ τιμήσωμεν τοὺς Προφήτας νῦν, ὑπὲρ ἡμῶν αὐτὸν δυσωποῦντας.

Θεὸν τὸν σαρκωθέντα δι' ἡμᾶς, ποθοῦσαι πανευκλεεῖς Γυναῖκες, γνώμῃ εὐθείᾳ ἐναθλήσασαι, καὶ ἀσκήσασαι, τῆς Βασιλείας καταξιοῦνται.
Νεκρώσιμον
Ἐν Παραδείσου Κύριε σκηναῖς, ἐν χώρᾳ ζώντων Χριστέ, ἔνθα σου λάμπει τὸ φῶς, κατασκήνωσον, οὓς μετέστησας, ἀπὸ τῆς γῆς, πιστούς σου οἰκέτας.
Θεοτοκίον
Ἐκ σοῦ Θεὸς σεσάρκωται Ἁγνή, καὶ ἀνωτέραν σε νῦν Ἀγγέλων ἀνέδειξε, ποιημάτων τε ὑπερέχουσαν, πάντων· διό σε ὑμνολογοῦμεν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ε'
Ἦχος γ'
Πρὸς σὲ ὀρθρίζω ΤΟ ΑΚΟΥΤΕ
Ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἀγαθέ, τοὺς ἐκδημήσαντας ἐξ ἡμῶν, πρεσβείαις τῶν Ἀθλητῶν, καὶ σεπτῶν Μαρτύρων, δικαίοις συναρίθμησον.

Λύτρον πταισμάτων, τὸ τῶν Μαρτύρων σου Χριστέ, παναγιώτατον αἷμα, νῦν προσδέχου, τῶν εὐσεβῶς κοιμηθέντων Σῶτερ, καὶ τούτους διανάπαυσον.

Ἴθυνον Λόγε, τῶν ἀπελθόντων τὰς ψυχάς, εἰς τὸν αἰώνιον τόπον τῆς τρυφῆς, καὶ τῆς ὑπὲρ νοῦν τῶν ἁγίων θείας λαμπρότητος ἀξίωσον.
Θεοτοκίον
Σὲ τὴν Παρθένον, τὴν ὑπὲρ λόγον ἐν γαστρί, τὸν ἀπερίληπτον Λόγον συλλαβοῦσαν, τὸν τοῖς νεκροῖς τὴν ζωὴν διδόντα, ἀξίως μακαρίζομεν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ς'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

Οἱ λύχνοι τῆς φρικτῆς φρυκτωρίας, οἱ ἄρνες τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ στρατιῶται Χριστοῦ, οἱ πανευκλεεῖς αὐτοῦ Ἀθληταί, τιμάσθωσαν, ἱεραῖς μελῳδίαις.

Ὑψώθη τῶν Ὁσίων ὁ δῆμος, ὑψώσας Θεὸν ἐν ταπεινώσει, καὶ ἐδοξάσθη πληθὺς Ἱεραρχῶν, ἐν ἔργοις ἀεί, δοξάσαντες, τὴν ἁγίαν Τριάδα.

Θαυμάτων ἐπιδείξεσι θείαις, καὶ πόνων καρτερίᾳ τελείᾳ, τοὺς ἀνομοῦντας ἐχθρούς, ὁ ἱερὸς Γυναίων χορός, κατέπληξεν, ἱερῶς ἀριστεύσας.
Νεκρώσιμον
Ἐν πίστει οὓς ἐκ γῆς προσελάβου, ἁγίων συναρίθμησον δήμοις, καὶ τοῦ πιστοῦ Ἀβραάμ, τάξον Χριστέ, ἐν κόλποις Σωτήρ, δοξάζειν σου, τὴν πολλὴν εὐσπλαγχνίαν.
Θεοτοκίον
Μαρτύρων Προφητῶν τε ἁγίων, τῶν πάντων ἀπ' αἰῶνος Δικαίων, καύχημα σὺ εἶ Ἁγνή· ὅθεν φωναῖς, σαφῶς ἱεραῖς, τιμῶμέν σε, σὺν αὐτοῖς εἰς αἰῶνας.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ς'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀνάγαγε ἐκ φθορᾶς με Κύριε ὁ Θεός μου ὁ Ἰωνᾶς ἐβόα· κᾀγὼ βοῶ σοι· ἐκ τοῦ βυθοῦ ῥῦσαί με Σωτήρ, τῶν πολλῶν μου κακῶν, ὅπως αἴνεσιν φωνῆς, θύσω σοι μόνε Φιλάνθρωπε.

Μετάβαλε εἰς χαρὰν τῶν πίστει κεκοιμημένων, τὸν κοπετόν, πρεσβείαις τῶν Ἀθλοφόρων, περιζωννὺς τούτους εὐσεβῶς, τὴν εὐφροσύνην Χριστέ, καὶ πρὸς φῶς τὸ σόν, εὔθυνον καὶ ἐφοδήγησον.

Ἀνάπαυσον ὁ Θεὸς τῷ πλήθει τῶν ἐν οἰκτιρμῶν σου, Πατριαρχῶν, κόλποις τοὺς μεταστάντας, ἔνθα τὸ φῶς λάμπει τὸ φαιδρόν, τοῦ σοῦ προσώπου Χριστέ, παρορῶν αὐτῶν, ἅπαντα τὰ παραπτώματα.

Θαυμάστωσον ἐπὶ τοὺς ἐντεῦθεν ἀπηλλαγμένους, καὶ τῶν δεινῶν, τοῦ βίου λελυτρωμένους, τὸ θαυμαστὸν ἔλεος Χριστέ, τῆς φιλανθρωπίας σου, καὶ χαρᾶς τῆς σῆς, ἔμπλησον καὶ ἱλαρότητος.
Θεοτοκίον
Νεκρώσεως καὶ φθορᾶς ἐρρύσω με, καὶ θανάτου, τῷ παραδόξῳ τόκῳ σου Θεομῆτορ· σὺ γὰρ Ἁγνὴ τέτοκας ἡμῖν, ἀφθαρσίας πηγήν, καὶ τῷ σῷ φωτί, κόσμον ὅλον κατελάμπρυνας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἱστάμενοι ἐν μέσῳ, τοῦ πυρὸς ἐδέξασθε, θείαν δρόσον οὐρανόθεν, Ἀθλοφόροι Χριστοῦ, καὶ ὁμιλοῦντες βασάνοις, τὸν πολυμήχανον ἐχθρόν, νεκρὸν εἰργάσασθε.

Οἱ θεῖοι Ἱεράρχαι, ὡς ὁλκάδα ἰθύναντες, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἀκαταπόντιστον, ταύτην ἐτήρησαν πλάνης, διεκφυγοῦσαν ἀβλαβῶς, τὰ κύματα.

Νεκρώσαντες τὴν σάρκα, ἱεροῖς ἀγωνίσμασιν, ἀσκηταὶ τῆς ἀληθείας ἐκληρώσασθε, τὴν ζωὴν τὴν ἀγήρω, μετὰ ἁγίων Προφητῶν, καὶ ἱερῶν Γυναικῶν.
Νεκρώσιμον
Μὴ δείξῃς ὑπευθύνους, ἐν τῇ κρίσει τοὺς δούλους σου, οὓς μετέστησας πιστούς, ἀλλὰ τάξον αὐτούς, ἐν ταῖς λαμπρότησι Λόγε, ταῖς τῶν Ἁγίων, καὶ ἡμᾶς, τῇ εὐσπλαγχνίᾳ σου.
Θεοτοκίον
Μαρτύρων καὶ Ὁσίων, Προφητῶν τε Πανάμωμε, Γυναικῶν καὶ πάντων τῶν Ἱεραρχῶν, τῶν ἱερῶς βιωσάντων, σὺ εἶ τὸ κλέος ἀληθῶς, μεθ' ὧν τιμῶμέν σε.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζ'
Ἦχος γ'
Ὡς πάλαι τοὺς εὐσεβεῖς ΤΟ ΑΚΟΥΤΕ
Ἡ πάντων ζωαρχική, αἰτία καὶ δύναμις, ποιητικὴ Λόγε τοῦ Θεοῦ, τῆς ἐπηγγελμένης τοῖς Μάρτυσι τρυφῆς, τὰς ψυχὰς ἀξίωσον, τῶν μετασταντων δούλων σου, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

Σωμάτων μὲν ὡς φθαρτῶν, εὐτόνως ηὐλόγησαν, οἱ εὐκλεεῖς Μάρτυρες Χριστοῦ, νῦν δὲ παρρησίᾳ πρεσβεύουσι πρὸς σέ. Τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων δούλων σου, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Καλάμῳ τῷ τοῦ Σταυροῦ, ὑπέγραψας ἄφεσιν, ἁμαρτιῶν πᾶσι τοῖς πιστοῖς, ἧς νῦν τὰς ψυχάς, ὧν μετέστησας πρὸς σέ, μετασχεῖν ἀξίωσον, ἐν εὐφροσύνῃ ψάλλειν σοι· Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὁ Λόγος ὁ τοῦ Πατρός, ὁ πάντα βουλήματι, δημιουργῶν, φύσιν τῶν βροτῶν, τὴν συγκεχωσμένην τοῖς πάθεσιν εὑρών, ὡς Θεὸς ἀνέπλασεν. Εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ η'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.

Ἐπιφοραῖς τῶν ἀλγηδόνων, καὶ τῶν πόνων ἐπιδόσεσι, περιστατούμενοι σφοδρῶς, οὐκ ἠρνήσασθε τὴν ὄντως ζωήν, Κυρίου Ἀθλοφόροι, οὐδὲ γλυπτοῖς ἐνείματε, πονηρότατον σέβας.

Λύχνοι καθάπερ ἐν λυχνίᾳ, ἐπικείμενοι σεπτῶν ἀρετῶν, πᾶσαν αὐγάζετε τὴν γῆν, ἄπαν σκότος ἐκδιώκοντες τῆς πλάνης, Ἀθλοφόροι ἱερουργοί, τῶν οὐρανίων Νόων συμπολῖται.

Οἱ ἀξιέπαινοι Προφῆται, τῶν Ὁσίων ὁ κατάλογος, τῶν Γυναικῶν ὁ ἱερός, Ἀθλησάντων θεῖος ὅμιλος, ὑμνείσθωσαν ἀξίως, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῷ Χριστῷ καὶ Σωτῆρι.
Νεκρώσιμον
Σὺ ἡ ζωὴ τῶν ζώντων Κύριε, οὓς ἐκ γῆς πιστῶς μετέστησας, μετὰ ἁγίων ἐν φωτί, τοῦ προσώπου σου ἀνάπαυσον, συγχώρησιν πταισμάτων, διὰ πολλὴν παρέχων τούτοις, Κύριε εὐσπλαγχνίαν.
Θεοτοκίον
Ἡ πανύμνητος Παρθένος, Προφητῶν τὸ περιήχημα, Ἱεραρχῶν καὶ Ἀθλητῶν, καὶ Ὁσίων ἐγκαλλώπισμα, Γυναίων τε ἁγίων ἡ χαρμονή, ὑμνείσθω χρεωστικῶς εἰς αἰῶνας.

Κανὼν Νεκρώσιμος, ᾨδὴ η'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Λατρεύειν ζῶντι Θεῷ, οἱ ἐν Βαβυλῶνι Παῖδες προσκαρτερήσαντες, μουσικῶν ὀργάνων κατεφρονησαν, καὶ φλογὸς μέσον ἑστῶτες, θεοτερπῆ ὕμνον ἀναμέλποντες ἔλεγον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὑπάρχων ὁ θησαυρός, τῆς ἀθανασίας σὺ ζωαρχικώτατε, τοῖς θνητοῖς ἀφθαρσίαν κατήγγειλας, ἣν τοῖς σοῖς Μάρτυσι Χριστέ, τοῖς εὐσεβῶς πίστει σοι βοῶσι δεδώρησαι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σοφίᾳ πνευματικῇ, καὶ ὑπομονῇ τῶν ἔργων, οἱ στερρότατοι Ἀθληταί, τῶν βασάνων καταπτύσαντες, ταῖς ψυχαῖς τῶν μεταστάντων παρὰ Χριστοῦ, ἄνεσιν αἰτοῦνται, κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἱλάσθητι Ἀγαθέ, λόγχῃ τῆς πλευρᾶς σου, ῥήξας τὸ χειρόγραφον, τῶν πρὸς σὲ μεταστάντων, καὶ μεσότοιχον καθελὼν τὸ τῶν πταισμάτων, ὑμνολογεῖν σε οὓς προσελάβου εὐδόκησον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Νεφέλην σε νοητήν, τοῖς προκεκοιμημένοις δίψει τῆς νεκρώσεως, ὕδωρ ζῶν τῆς ἀφέσεως πηγάζουσαν, καὶ θνητοῖς ἀθανασίαν διηνεκῆ, πᾶσι τοῖς βοῶσι παρέχουσαν· Εὐλογοῦμεν εὐλογημένη Παρθένε τὸν Τόκον σου.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

Ἱερεῖα καθάπερ προσήχθητε, τῷ τυθέντι δι' ἡμᾶς, καὶ τοὺς θείους ναοὺς ἐπληρώσατε, τῶν Ἀγγέλων χαρμονῆς, Ἀθλοφόροι Κυρίου· διὸ ταῖς εὐχαῖς ὑμῶν πάντες στηρίξατε, καὶ τῆς τοῦ ἐχθροῦ βλαβερᾶς, πλάνης ῥύσασθε.

Ὡς φωστῆρες ζωῆς λόγον ἔχοντες, ἐφωτίσατε ψυχάς, Ἱεράρχαι Χριστοῦ ἱερώτατοι, θείας δόξης κοινωνοί, ὡς τὸ πῦρ δεδεγμένοι, τοῦ Πνεύματος Ὅσιοι, πάθη ἐφλέξατε, καὶ τὴν τῶν δαιμόνων, πυρὰν ἠφανίσατε.

Σὺν Προφήταις ἁγίοις τιμήσωμεν, τῶν Ὁσίων τὴν πληθύν, τοὺς πρὸ νόμου ἐκλάμψαντας νόμῳ τε, πολιτείᾳ καθαρᾷ. Γυναικῶν τε ἁγίων, τοὺς χοροὺς αἰνέσωμεν καὶ ἐκβοήσωμεν, Κύριε· πρεσβείαις αὐτῶν, σῶσον πάντας ἡμᾶς.
Νεκρώσιμον
Ἡ ταφή σου Χριστὲ καὶ Ἀνάστασις, πάντων γέγονε ζωή· διὰ τοῦτο τολμῶντες βοῶμέν σοι· Μετὰ πάντων ἐκλεκτῶν, οὓς πιστῶς προσελάβου, δούλους σου ἀνάπαυσον, τούτων τὰ πταίσματα, πάντα συγχωρῶν, ὡς Θεὸς καὶ φιλάνθρωπος.
Θεοτοκίον
Φοβερὸς οὗτος τόπος ἐβόησεν, ὁπηνίκα Ἰακώβ, σοῦ τὸν τύπον ἐν κλίμακι ἔβλεψε, Θεοτόκε ἀψευδῶς, τῶν Μαρτύρων ἡ δόξα, Ὁσίων τὸ καύχημα, Ἀγγέλων ἀγλάϊσμα, πάντων Προφητῶν, καὶ πιστῶν τὸ διάσωσμα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ τῷ νομοθέτη Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν μόνην Θεοτόκον, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.

Νῦν ὡς μόνος ἀγαθός, καὶ φιλάνθρωπος Θεός, τοὺς μεταστάντας πρὸς σέ, τῶν Μαρτύρων ταῖς λιταῖς, ἐν χώρᾳ τῶν πρᾳέων γῆς κατασκήνωσον, τὴν λύσιν τῶν πταισμάτων παρέχων, Ἐλεῆμον αὐτοῖς, διὰ μέγα καὶ πλούσιον ἔλεος.

Ἐν Ἁγίων σου σκηναῖς, ἐν τοῖς κόλποις Ἀβραάμ, οὓς προσελάβου Σωτήρ, συναρίθμησον τοῖς σοῖς δικαίοις, ἔνθα λάμπει τὸ φῶς, τοῦ προσώπου σου, τὸ ἄχραντον καὶ θεῖον, καὶ μένει δι' αἰῶνος, ἡ ὄντως ἀΐδιος ἀγαλλίασις.

Μακαρίας σου ζωῆς, αἰωνίων ἀγαθῶν, ἀκαταπαύστου τρυφῆς, εὐφροσύνης ἀληθοῦς, ἀξίωσον τοὺς δούλους σου, οὓς μετέστησας βουλήσει ζωοδότα, ἐν τόπῳ τῷ τῆς χλόης, ἐπὶ τῶν ὑδάτων τῆς ἀναπαύσεως.
Θεοτοκίον
Ὡς ἁγία Κιβωτός, μαρτυρίου τε Σκηνή, τὸν ζωοδότην Θεόν, ὑπεδέξω ἐν γαστρί, Παναμώμητε τὸν Κτίστην σου, τὴν ἀπόφασιν κατάρας τῆς ἀρχαίας, καὶ νόμον τοῦ θανάτου, ἰδίῳ θανάτῳ ἀναμοχλεύσαντα.

ΑΙΝΟΙ, Ἦχος γ'
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Στιχηρά, Μαρτυρικὰ
Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Αἱ Δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Νεκρώσιμον
Ἄνθρωποι, τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος· διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.
Θεοτοκίον, Ἦχος γ'
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων, ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Ἀπόστιχα τοῦ Θεοφάνους
Ἦχος γ'
Τῷ τύπῳ τοῦ σταυροῦ ΤΟ ΑΚΟΥΤΕ
Δοξάζω τὸν σταυρόν σου τὸν τίμιον, δι' οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς ἐν πίστει καὶ πόθῳ, σὲ ὑμνοῦσι μόνε πολυέλεε· διὸ βοῶμέν σοι· Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Στίχ. α'. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ὁ μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, ὁ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας, σὲ ἱκετεύομεν, Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Στίχ. β'. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὑπνώσας ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφοις ὑπνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας· διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.
Θεοτοκίον, Ἦχος γ'
Λαμπάδα νοητήν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλῆσαν παχύτητι, τῆς ἀνθρώπων οὐσίας Θεοτόκε, πάντες ἐπιστάμεθα· διὸ τὸν σὸν δυσώπησον Υἱὸν καὶ Θεόν, τοὺς μεταστάντας ἐξ ἡμῶν αὐλίζεσθαι, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία Ἁγνή, δοξάζειν σε τὴν Πανάμωμον.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γ'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τῷ πυρὶ τῶν αἰκισμῶν, προσομιλοῦντες, Ἀθλοφόροι τοῦ Χριστοῦ, δρόσον οὐράνιον εὕρατε, ἐπαναψυχοῦσάν τε, καὶ δυναμοῦσαν φέρειν τῆς σαρκός, τὰς ὀδύνας· ὅθεν κουφίζετε, πάντα πόνον ἀεί, ἀπὸ τῶν ψυχῶν ἡμῶν.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ἱεράρχαι ἱεροί, Προφῆται ἔνδοξοι, Ὁσίων ἡ πληθύς, Γυναίων θείων ὁμήγυρις, ἐναθλησάντων πίστει, καὶ καθελόντων πλάνην τοῦ ἐχθροῦ, οὐρανίου δόξης ἐπέτυχον, ὧν πρεσβείαις Σωτήρ, οἴκτειρον τοὺς δούλους σου.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ἔνθα λάμπει σου τὸ φῶς, ἐν ταῖς σκηναῖς, τῶν ἐκλεκτῶν σου ὁ Θεός, ὅπου τρυφὴ ἡ ἀέναος, τοὺς ἐξ ἡμῶν ἐν πίστει, μετατεθέντας τάξον Ἰησοῦ, παρορῶν τὰ τούτων ἐγκλήματα, ἵνα σε ἐκτενῶς, Δέσποτα δοξάζωμεν.
Δόξα...
Τὴν προσώποις ἐν τρισί, προσκυνουμένην, μίαν ἄναρχον πιστοί, θείαν Μονάδα δοξάσωμεν, ὅπως ἀξιωθῶμεν, ἁμαρτιῶν ἀφέσεως τυχεῖν, καὶ τῆς Βασιλείας τευξώμεθα, ἀνυμνοῦντες αὐτῆς, τὸ ἄπειρον ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Φωτισμὸς καὶ ἱλασμός, ἐκ σοῦ ἐπέφανεν ὁ πάντων Λυτρωτής, θεοχαρίτωτε Δέσποινα, ὃν ἐκτενῶς δυσώπει, ἐν τῇ μελλούσῃ δίκῃ φοβερᾷ, καταδίκης πάσης λυτρώσασθαι, Ἄχραντε τοὺς πιστῶς, πάντοτε ὑμνοῦντάς σε.