ΠΑΡΑΚΛΗΤΙΚΗ

ΚΥΡΙΑΚΗ Γ' ΗΧΟΣ
Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ


Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος γ΄
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται,
γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ἦχος γ΄
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται,
πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ἦχος γ΄
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν,
ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Δογματικόν.
Ἦχος γ'
Μέγιστον θαῦμα! παρθένος τεκοῦσα, καὶ τὸ τεχθὲν Θεὸς πρὸ αἰώνων, προφανὴς ὁ τόκος, καὶ τὸ τελούμενον ὑπὲρ φύσιν. Ὢ Μυστηρίου φρικώδους! ὃ καὶ νοούμενον, ἄφραστον μένει, καὶ θεωρούμενον, οὐ καταλαμβάνεται. Μακαρία σὺ εἶ ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα μήτηρ. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος γ'
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον,
τὸν φύλακα τοῦ κόσμου,
τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν,
τὸ μέγα ἱλαστήριον,
τοῦ βασιλέως τὸ νῖκος,
τὸ καύχημα πάσης τῆς οἰκουμένης
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Καὶ Στιχηρὰ τῆς Θεοτόκου.
Ἦχος γ'
Κιβωτόν σε νοητὴν ἁγνὴ γινώσκομεν, οὐ φέρουσαν τὰς Πλάκας τὰς θεογράφους, τὸν δὲ νόμου ποιητήν, καὶ χάριτος τὰ δόγματα, τὸν οὐρανοῦ καὶ γῆς κτίστην, ᾧ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.
Ἦχος γ΄
Ἐπὶ γῆς σε οὐρανὸν ἁγνὴ ἀνέδειξεν, ὁ ἐν μήτρᾳ τῇ σῇ, κατασκηνώσας Θεὸς Λόγος, σάρκα προσλαβών, ὁ φύσει ἀθεώρητος, καὶ ἐπομβρίζεις τοῖς πᾶσιν, ἀθάνατον δρόσον Ἀπειρόγαμε.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἦχος γ΄
Σωτηρίαν ταῖς πρεσβείαις σου κεκτήμεθα, ὅτι δι' αὐτῶν Παρθένε, ἐκ τῶν κινδύνων ἀεὶ καὶ τῶν πειρασμῶν, τὴν ζάλην ὑπεκφεύγομεν, καὶ διὰ τοῦτο αἰτοῦμεν, μὴ παύσῃ ὑπὲρ ἡμῶν τοῦ πρεσβεύειν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος γ'
Ἀνάπλασιν καὶ ζωήν, διὰ σοῦ δευτέραν γινώσκομεν, ἄχραντε Μαρία, τῆς ἀνθρωπίνης φύσεως, ἐν τῇ γαστρί σου φυραθέντα τὸν κτίστην τῆς κτίσεως, καὶ ἀναστήσαντα ἡμᾶς, ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου, καὶ ζωὴν αἰώνιον παρεσχηκότα ἡμῖν, τοῦ βοᾶν σοι Ἀειπάρθενε· Χαῖρε ἡ συνάψασα τὰ κάτω τοῖς ἐπουρανίοις. Χαῖρε ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς, καὶ προστασία καὶ ἀντίληψις. Χαῖρε ἡ τῇ Ἀναστάσει τοῦ Υἱοῦ σου, φαιδρύνουσα τὰ σύμπαντα, καὶ παρέχουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον
Ἦχος γ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Εὐφραινέσθω τὰ οὐράνια,
ἀγαλλιάσθω τὰ ἐπίγεια,
ὅτι ἐποίησε κράτος,
ἐν βραχίονι αὐτοῦ,
ὁ Κύριος, ἐπάτησε
τῷ θανάτῳ τὸν θάνατον,
πρωτότοκος τῶν νεκρῶν ἐγένετο,
ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον τοῦ ῆχου γ'
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε•
ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος γ΄
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται,
γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ἦχος γ΄
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται,
πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ἦχος γ΄
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν,
ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος
Ἦχος γ΄
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν•
τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Ἦχος γ΄
Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα•
δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη,
δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος γ΄
Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο,
θαρσεῖτε λέγων, νῦν νενίκηκα.
Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Ἦχος γ΄
Οἱ ἀναξίως ἑστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες• Χριστὲ ὁ Θεός,
ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν εχθρῶν σου Φιλάνθρωπε.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον - Ὀκτώηχος
Ἦχος γ΄
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε;
πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε,
ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα,
μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν,
ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα.
Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι,
τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. - Ὀκτώηχος
Ἦχος γ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῷ πάθει σου Χριστέ,
ἀμαυρώσας τὸν ἥλιον,
καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως,
φαιδρύνας τὰ σύμπαντα,
πρόσδεξαι ἡμῶν,
τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. - Ὀκτώηχος
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε,
τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο.
Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν•
Παντοδύναμε Κύριε δόξα σοι.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι,
ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν,
κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης,
ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς,
θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας,
καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.
Δόξα...
Καὶ νῦν...

Θεοτοκίον τοῦ ῆχου α'
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις·
Παρθένος γὰρ ἐγέννησας,
καὶ μετὰ τόκον,
ὡς πρὸ τόκου διέμεινας.
Θεὸς γὰρ ἦν ὁ τεχθείς·
διὸ καὶ φύσις ἐκαινοτόμησεν.
Ἀλλ' ὧ Θεομῆτορ,
ἱκεσίας σῶν δούλων,
σῷ τεμένει προσφερομένας σοι,
μὴ παρίδῃς, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα,
σοῖς οἰκέταις σπλαγχνίσθητι,
καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου β'
Ὢ θαύματος καινοῦ,
πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα,
ἄνευ ἀνδρὸς τετοκυῖαν,
καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα;
Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν,
ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα,
καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη,
μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων,
τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γ'
Ἀσπόρως ἐκ θείου Πνεύματος,
βουλήσει δὲ Πατρός,
συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ,
ἐκ Πατρὸς ἀμήτορα,
πρὸ τῶν αἰώνων ὑπάρχοντα,
δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα,
σαρκὶ ἀπεκύησας,
καὶ βρέφος ἐγαλούχησας.
Διὸ μὴ παύσῃ πρεσβεύειν,
τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δ'
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα·
σὲ γὰρ μόνην ἀσφαλῆ,
καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων·
Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. α'
Ναὸς καὶ πύλη ὑπάρχεις,
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε,
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν,
Ἥλιος ὑπάρχων δικαιοσύνης,
φωτίσαι θέλων οὓς ἔπλασε,
κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ.
Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη,
ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε,
Χριστὸς ὁ Κύριος,
ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας,
τὸν Ἀδὰμ ἠλευθέρωσε·
διό σοι Πάναγνε,
ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς,
βοῶμεν ἀσιγήτως,
τὸ Χαῖρε τοῦ Ἀγγέλου.
Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη,
καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην,
πάντες οἱ γηγενεῖς,
προσπεφευγότες βοῶμέν σοι·
Θεοτόκε ἡ ἐλπὶς ἡμῶν,
ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων,
καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Ἀνύμφευτε Παρθένε,
ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί,
Μήτηρ Θεοῦ τοῦ ὑψίστου,
σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων,
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Ἀπολυτίκιον
Ἦχος γ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Εὐφραινέσθω τὰ οὐράνια,
ἀγαλλιάσθω τὰ ἐπίγεια,
ὅτι ἐποίησε κράτος,
ἐν βραχίονι αὐτοῦ,
ὁ Κύριος, ἐπάτησε
τῷ θανάτῳ τὸν θάνατον,
πρωτότοκος τῶν νεκρῶν ἐγένετο,
ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου α'
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε,
σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης,
ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,
ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,
ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί,
δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου β'
Πάντα ὑπὲρ ἔννοιαν,
πάντα ὑπερένδοξα,
τὰ σὰ Θεοτόκε μυστήρια,
τῇ ἁγνείᾳ ἐσφραγισμένη,
καὶ παρθενία φυλαττομένη,
Μήτηρ ἐγνώσθης ἀψευδής,
Θεὸν τεκοῦσα ἀληθινόν,
αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γ'
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε•
ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ,
λάμψας ἐν τῷ Σταυρῷ,
ἀναζητῆσαι θέλων τὸν Ἀδάμ,
λέγων τοῖς Ἀγγέλοις·
Συγχάρητέ μοι,
ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή,
ὁ πάντα σοφῶς οἰκονομήσας,
δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα,
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε,
ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε·
σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ,
ἔσωσας τεκοῦσα τὴν σωτηρίαν,
ἡ πρὸ τόκου Παρθένος,
καὶ ἐν τόκῳ Παρθένος,
καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ,
ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας,
καὶ Ἔγερσιν δείξας ὡς Θεός,
μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου,
δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.


ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

Κανὼν Τριαδικός
ᾨδὴ α'

Ἦχος γ'
Ὁ τὰ ὕδατα ΤΟ ΑΚΟΥΤΕ
Ἀκατάληπτε μόνη Κυριαρχία, καὶ μία τριαδικὴ θεαρχία, τριλαμποῦς αἴγλης με τῆς σῆς ἀξίωσον νῦν, ὅπως ἀνυμνήσω σε, τὴν ὑμνουμένην ἀπαύστως, τρισαγίοις ᾄσμασιν, Ἀγγέλων στόμασιν.

Ἱερῶς τῶν Ἀΰλων πᾶσαι, αἱ τάξεις ὑμνοῦσι, ποιητικὴν ὡς αἰτίαν, ἑνικὴν τρίφωτον, ἀρχικωτάτην σαφῶς, αἷς συμφώνως μέλψωμεν, καὶ τῶν ἀνθρώπων τὰ πλήθη, καὶ πιστῶς δοξάσωμεν, πηλίνοις στόμασι.

Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, οἱ θεολόγοι προσφόρως, συμβολικῶς σε καλοῦσιν, ἀπαθῆ γέννησιν, ἐξ ἀγεννήτου Πατρός, τοῦ Υἱοῦ σημαίνοντες, Θεὲ μονάρχα τῶν ὅλων, ἅμα καὶ τοῦ Πνεύματος, θείαν ἐκπόρευσιν.
Θεοτοκίον
Ὡς φιλάνθρωπος φύσει, τὴν τῶν ἀνθρώπων οὐσίαν, προσειληφὼς Θεοῦ Λόγε, τὸ τρισσὸν ἔλαμψας, μοναρχικώτατον φῶς, τῆς μιᾶς Θεότητος, δεδοξασμένην τοῖς πᾶσι, δείξας τὴν τεκοῦσάν σε, Παρθένον ἄχραντον.

ᾨδὴ γ'
Ἦχος γ'
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα ΤΟ ΑΚΟΥΤΕ
Τρισσεῦσαι πάλαι τὸ ὕδωρ προστεταχώς, Ἠλίας ταῖς σχίδαξι, τυπικῶς παρενέφηνε, τὴν τριττὴν ὑπόστασιν τῆς ἑνιαίας Θεοῦ Κυριαρχίας.

Ζοώδης φύσις ὑμνεῖ σε τῶν γηγενῶν, τὸν ἕνα καὶ τρίφωτον, Πλαστουργόν, ἀναλλοίωτον, καὶ βοᾷ σοι· Δέσποτα, παντοδαπῆς με τροπῆς ῥῦσαι, καὶ σῶσόν με.

Ἰσηγοροῦντες τοῖς Λόγοις τῶν Προφητῶν, κλεινῶν Ἀποστόλων τε, καὶ κηρύκων τῆς Πίστεως, ἰσουργὸν Τριάδα σε, δοξολογοῦμεν πιστοί, Θεὲ τῶν ὅλων.
Θεοτοκίον
Ἀπὸ τοῦ θρόνου κατῆλθε τοῦ ὑψηλοῦ, ὁ Χριστὸς τὸν ἄνθρωπον, ἀνυψῶν ὡς φιλάνθρωπος, διὰ σοῦ Πανάχραντε, καὶ τὸ τρισήλιον φῶς ἔλαμψε πᾶσι.

Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑπερούσιος, καὶ μόνος Κύριος, Χριστὸς ἀπαύγασμα, τοῦ προανάρχου Πατρός, καὶ Πνεῦμα τὸ θειότατον, ἐλέησον τοὺς δούλους σου· πάντες γὰρ ἡμάρτομεν· ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, Τρισυπόστατε Κύριε, ὡς ἔχων ἐξουσίαν, τὸ πλάσμα σου, σῶσον ἐκ πάσης περιστάσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

ᾨδὴ δ'
Ἦχος γ'
Ἔθου πρὸς ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Στέλεχος διττόν, ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα, ὡς τρία εἶναι φῶτα τῆς Θεότητος. (Δίς)

Στίφη νοερῶν, οὐσιῶν ἀπαύστως ὑμνοῦσί σε, τὸν ἀπερινόητον Θεόν, μεθ' ὧν ἡμεῖς δοξάζομεν λέγοντες· Τριὰς ὑπερούσιε, τοὺς σοὺς οἰκέτας σῶσον ὡς φιλάνθρωπος.
Θεοτοκίον
Ἔθελξας ἡμᾶς, εἰς ἀγάπην σήν, πολυέλεε, Λόγε τοῦ Θεοῦ, ὁ δι' ἡμᾶς σωματωθεὶς ἀτρέπτως, καὶ τρίφωτον τὴν μίαν Θεότητα, μυσταγωγήσας· ὅθεν σε δοξάζομεν.

ᾨδὴ ε'
Ἦχος γ'
Ὡς εἶδεν Ἡσαΐας ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἕνα Κυριάρχην εἰκονικῶς, ὡς εἶδεν Ἡσαΐας Θεόν, ἐν τρισὶ προσώποις δοξολογούμενον, ἀχράντοις φωναῖς Σεραφείμ, ἀπεστάλη τοῦ κηρῦξαι παρευθύς, τρίφωτον οὐσίαν, καὶ Μονάδα τρισήλιον. (Δίς)

Ἁπάντων ἀοράτων καὶ ὁρατῶν, τὴν φύσιν ἐξ οὐκ ὄντων τὸ πρίν, ὑποστησαμένη, Μονὰς τρισήλιε, τοὺς ἕνα Θεόν σε πιστῶς, εὐφημοῦντας, ἐκ παντοίων πειρασμῶν, ἐκλυτρωσαμένη, τῆς σῆς δόξης ἀξίωσον.
Θεοτοκίον
Νυμφῶνα φωτοφόρον καὶ καθαρόν, Παρθένε γεγονυῖαν Θεοῦ, σὲ ὑμνοῦμεν πόθῳ καὶ μακαρίζομεν· ἐκ σοῦ γὰρ ἐτέχθη Χριστός, ἐν οὐσίαις καὶ θελήσεσι διτταῖς, ὁ εἷς τῆς Τριάδος, καὶ τῆς δόξης ὢν Κύριος.

ᾨδὴ ς'
Ἦχος γ'
Ἄβυσσος ἐσχάτη ΤΟ ΑΚΟΥΤΕ
Μέτοικος ὑπάρχων ὁ Ἀβραάμ, κατηξιώθη τυπικῶς ὑποδέξασθαι, ἑνικὸν μὲν Κύριον, ἐν τρισὶν ὑποστάσεσιν, ὑπερούσιον, ἀνδρικαῖς δὲ μορφώσεσιν. (Δίς)

Ἴθυνον καρδίας σῶν οἰκετῶν, πρὸς φῶς τὸ ἀπρόσιτον, ὦ τρισήλιε Κύριε, καὶ σῆς δόξης ἔλλαμψιν, παράσχου ταῖς ψυχαῖς ἡμῶν, τοῦ φαντάζεσθαι, τὸ σὸν κάλλος τὸ ἄρρητον.
Θεοτοκίον
Ἄνοιξον τὰς πύλας μοι τοῦ φωτός, τοῦ κυηθέντος ἐκ νηδύος σου, Ἄχραντε, ἵνα βλέπω τρίφωτον, ἀκτῖνα τῆς Θεότητος, καὶ δοξάζω σε, τὴν ὁλόφωτον Δέσποιναν.

Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Θείας φύσεως ὁμοουσίου, τὸ τρισήλιον ὑμνοῦμεν κράτος, καὶ τρισαγίαις φωναῖς ἐκβοήσωμεν· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ προάναρχος, Ἅγιος εἶ, ὁ Υἱὸς ὁ συνάναρχος, Πνεῦμα Ἅγιον, ὁ εἷς ἀμερὴς Θεὸς ἡμῶν, καὶ πάντων ποιητὴς καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν, ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

ᾨδὴ ζ'
Ἦχος γ'
Ὡς πάλαι τοὺς εὐσεβεῖς ΤΟ ΑΚΟΥΤΕ
Ναόν με δεῖξον τῆς σῆς, Θεότητος Δέσποτα, τῆς τριλαμποῦς, ὅλον φωτεινόν, ἁμαρτητικῆς ἀμαυρώσεως δεινῆς, καὶ παθῶν ἀνώτερον, ταῖς φωτουργαῖς σου λάμψεσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεότητος τὴν μορφήν, μίαν καταγγέλλομεν, ἐν τρισὶν ὑποστατικαῖς, καὶ διαιρεταῖς ἰδιότησι, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος· Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Ἐφάνη τῷ Ἀβραάμ, Θεὸς τρισυπόστατος, ἐν τῇ δρυῒ πάλαι τῇ Μαμβρῇ, τῆς φιλοξενίας μισθόν, τὸν Ἰσαὰκ ἀντιδοὺς δι' ἔλεον, ὅν περ νῦν δοξάζομεν, ὡς Θεὸν τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐφάνη ἐπὶ τῆς γῆς, γενόμενος ἄνθρωπος, ὁ Παντουργὸς ἀγαθοπρεπῶς, ἐκ παρθενικῆς καὶ ἀχράντου σου γαστρός, καὶ ἡμᾶς ἐθέωσεν, εὐλογημένη Πάναγνε, Θεοτόκε πανάχραντε.

ᾨδὴ η'
Ἦχος γ'
Ἀστέκτῳ πυρὶ ἑνωθέντες ΤΟ ΑΚΟΥΤΕ
Ἀνάρχου Πατρὸς ὡς ἐκ ῥίζης, Λόγος καὶ τὸ Πνεῦμα συνανάρχως πεφυκότες, ὡς βλαστοὶ τῆς ὑπερουσίου θεαρχίας, ἔδειξαν τῆς Τριάδος, δόξαν μίαν τε καὶ δύναμιν, ἣν ὑμνοῦμεν πάντες, πιστοὶ εἰς τοὺς αἰῶνας. (Δίς)

Ῥυθμίζεις ταῖς σαῖς φρυκτωρίαις, Τάξεις οὐρανίους, ἀναμέλπειν ἀσιγήτως, τρισαγίοις, ᾄσμασι θείοις, Πάτερ Λόγε σύμμορφε, καὶ τὸ Πνεῦμα τρίφωτον, κράτος καὶ ἰσόρροπον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Χρησμοὶ Προφητῶν τὸν σὸν τόκον, πόρρωθεν ἰδόντες, Θεοτόκε ἀνευφήμουν, ὡς ἀσπόρως καὶ ὑπερφυῶς, γεννηθέντα Δέσποινα, καὶ συμφώνως τοῦτον ὑμνοῦμεν, ὡς Κύριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ἦχος γ'
Καινὸν τὸ θαῦμα ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν τὴν δόξαν τὴν τρισσολαμπῆ, αἱ θεοειδεῖς τῶν Ἀσωμάτων τάξεις, σαφῶς ἀνιέναι, πτέρυξιν ἐφίενται ἄνω, ἀλλ' εὐλαβοῦνται σφόδρα, τὸ ἀπρόσιτον φῶς, καὶ ὕμνον ἀπαύστως ἐκβοῶσι, ταύταις συμφώνως, μοναδικὴ Τριάς, σὲ δοξάζομεν. (Δίς)

Ἀπλέτῳ πόθῳ καὶ οἱ ἐπὶ γῆς, νοερὰν ψυχὴν ἐκ σοῦ λαβόντες καὶ λογικήν, σὲ ὑμνοῦμεν Δέσποτα Θεὲ τῶν ἁπάντων, τὴν ἑνιαίαν φύσιν ἀληθῶς, καὶ τριττὴν προσώποις, ἐξ ὅλης τῆς καρδίας· διὸ Οἰκτίρμον, ὡς πολυέλεος ἡμᾶς οἴκτειρον.
Θεοτοκίον
Ναόν με δεῖξον τῆς μοναρχικῆς, καὶ τριφεγγοῦς σου θεαρχίας φωτοειδῆ, καθαρῶς λατρεύειν σοι τῷ Κτίστῃ τῶν ὅλων, καὶ τῆς ἀφράστου δόξης νοερὸν θεωρόν, πρεσβείαις τῆς μόνης Θεοτόκου, ἣν ἐπαξίως, ὡς ὑπερένδοξον μεγαλύνομεν.

Ὑπακοή
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον
Ἦχος γ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Εὐφραινέσθω τὰ οὐράνια,
ἀγαλλιάσθω τὰ ἐπίγεια,
ὅτι ἐποίησε κράτος,
ἐν βραχίονι αὐτοῦ,
ὁ Κύριος, ἐπάτησε
τῷ θανάτῳ τὸν θάνατον,
πρωτότοκος τῶν νεκρῶν ἐγένετο,
ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου α'
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε,
σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης,
ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,
ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,
ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί,
δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου β'
Πάντα ὑπὲρ ἔννοιαν,
πάντα ὑπερένδοξα,
τὰ σὰ Θεοτόκε μυστήρια,
τῇ ἁγνείᾳ ἐσφραγισμένη,
καὶ παρθενία φυλαττομένη,
Μήτηρ ἐγνώσθης ἀψευδής,
Θεὸν τεκοῦσα ἀληθινόν,
αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γ'
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε•
ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ,
λάμψας ἐν τῷ Σταυρῷ,
ἀναζητῆσαι θέλων τὸν Ἀδάμ,
λέγων τοῖς Ἀγγέλοις·
Συγχάρητέ μοι,
ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή,
ὁ πάντα σοφῶς οἰκονομήσας,
δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα,
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε,
ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε·
σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ,
ἔσωσας τεκοῦσα τὴν σωτηρίαν,
ἡ πρὸ τόκου Παρθένος,
καὶ ἐν τόκῳ Παρθένος,
καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ,
ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας,
καὶ Ἔγερσιν δείξας ὡς Θεός,
μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου,
δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.


Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος γ΄
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται,
ἡ ἀπαρχὴ τῶν κεκοιμημένων.
Ὁ Πρωτότοκος τῆς κτίσεως,
καὶ Δημιουργὸς πάντων τῶν γεγονότων,
τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν,
ἐν ἑαυτῷ ἀνεκαίνισεν.
Οὐκ ἔτι θάνατε κυριεύεις·
ὁ γὰρ τῶν ὅλων Δεσπότης,
τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε,
τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου,
καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας,
τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος,
ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὡραιότητα,
τῆς παρθενίας σου,
καὶ τὸ ὑπέρλαμπρον,
τὸ τῆς ἁγνείας σου,
ὁ Γαβριὴλ καταπλαγείς,
ἐβόα σοι Θεοτόκε.
Ποῖόν σοι ἐγκώμιον,
προσαγάγω ἐπάξιον,
τί δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι·
διὸ ὡς προσετάγην βοῶ σοι·
Χαῖρε ἡ Κεχαριτωμένη.

Θεοτοκίον τοῦ ῆχου γ'
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε•
ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος γ΄
Τὴν ὡραιότητα τῆς παρθενίας σου ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἀναλλοίωτον
τὸ τῆς Θεότητος,
καὶ τὸ ἑκούσιον
πάθος σου Κύριε,
εἰς ἑαυτὸν καταπλαγείς,
ὁ ᾍδης ἐπωδύρετο.
Τρέμω τὴν τοῦ σώματος,
μὴ φθαρεῖσαν ὑπόστασιν,
βλέπω τὸν ἀόρατον,
μυστικῶς πολεμοῦντά με·
διὸ καὶ οὓς κατέχω κραυγάζουσι·
Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον
τὸ τῆς Σταυρώσεως,
καὶ ἀνερμήνευτον
τὸ τῆς Ἐγέρσεως,
θεολογοῦμεν οἱ πιστοί,
ἀπόρρητον Μυστήριον·
σήμερον γὰρ θάνατος,
καὶ ὁ ᾍδης ἐσκύλευται,
γένος δὲ ἀνθρώπινον
ἀφθαρσίαν ἐνδέδυται·
διὸ καὶ εὐχαρίστως κραυγάζομεν·
Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀκατάληπτον
καὶ ἀπερίγραπτον,
τὸν ὁμοούσιον
Πατρὶ καὶ Πνεύματι,
ἐν τῇ γαστρί σου μυστικῶς,
ἐχώρησας Θεομῆτορ,
μίαν καὶ ἀσύγχυτον,
τῆς Τριάδος ἐνέργειαν,
ἔγνωμεν τῷ Τόκῳ σου,
ἐν τῷ κόσμῳ, δοξάζεσθαι·
διὸ καὶ εὐχαρίστως βοῶμέν σοι·
Χαῖρε ἡ Κεχαριτωμένη.

Ἡ Ὑπακοὴ
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν,
ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε·
Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι;
ἠγέρθη κενώσας τὰ μνήματα
τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον,
εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!
ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ Ἦχος γ΄
Ἀντίφωνον Α΄

Τὴν αἰχμαλωσίαν Σιών,
σὺ ἐξείλου ἐκ Βαβυλῶνος
κἀμὲ ἐκ τῶν παθῶν,
πρὸς ζωὴν ἕλκυσον Λόγε.

Ἐν τῷ Νότῳ οἱ σπείροντες
δάκρυσιν ἐνθέοις,
θεριοῦσι στάχυας,
ἐν χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία,
ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει,
ἐν ᾧ τᾷ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β΄
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν,
μάτην κοπιῶμεν,
τὴν δὲ ψυχὴν σκέποντος,
οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι
υἱοποιητῶς σοι τῷ Χριστῷ,
ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται
πᾶσα ἁγιότης σοφία·
οὐσιοῖ πᾶσαν γὰρ κτίσιν,
αὐτῷ λατρεύσωμεν·
Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ΄
Οἱ φοβούμενοι τὸν Κύριον,
μακάριοι τρίβους βαδιοῦνται,
τῶν ἐντολῶν φάγονται·
ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι,
καθορῶν σου Ποιμενάρχα,
τὰ ἔκγονα φέροντα,
κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι,
ὁ πᾶς πλοῦτος τῆς δόξης,
ἐξ οὗ χάρις καὶ ζωὴ πάση τῇ κτίσει·
σὺν Πατρὶ γάρ,
ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν,
ὅτι Κύριος ἐβασίλευσε·
καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην,
ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

ᾨδὴ α', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ,
εἰς μίαν συναγωγὴν συναθροίσας,
καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ,
οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει,
αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι,
ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας,
ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός,
οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος,
τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου,
ὁ θάνατος δεδοικὼς ἀνεδείχθη·
παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών,
οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ,
πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη,
δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν·
ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν,
οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη,
καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Κανὼν Σταυροαναστάσιμος οὗ ἡ ἀκροστιχὶς σὺν τοῖς Εἱρμοῖς.
Ἄγω τρίτον μέλισμά σοι, Θεοῦ Λόγε.

ᾨδὴ α' - Ὀκτώηχος
Ἦχος γ΄
ᾎσμα καινὸν ΤΟ ΑΚΟΥΤΕ
Γένος βροτῶν,
αἵματι θείῳ,
δεδουλωμένον τυράννῳ φιλαμαρτήμονι,
Χριστὸς ἐξηγόρασε,
καὶ θεοποιήσας ἀνεκαίνισεν,
ὅτι δεδόξασται.

Ὡς μὲν θνητός,
θανάτου θέλων,
ὁ τῆς ζωῆς ταμιοῦχος, Χριστὸς ἐγεύσατο,
ὡς ὢν δὲ ἀθάνατος φύσει,
τοὺς νεκροὺς ἐζωοποίησεν,
ὅτι δεδόξασται.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς, σὺν τοῖς Εἱρμοῖς :
Ἄγω τρίτον μέλισμά σοι, Θεοτόκε.

ᾨδὴ α' - Ὀκτώηχος
Ἦχος γ΄
ᾎσμα καινὸν ΤΟ ΑΚΟΥΤΕ
Γόνυ κάμπτει, ἅπασα φύσις,
ἐπουρανίων Παρθένε,
τῷ σαρκωθέντι ἐκ σοῦ,
σὺν τοῖς ἐπιγείοις τε,
ἀξιοπρεπῶς τὰ καταχθόνια,
ὅτι δεδόξασται.

Ὢ συναλλαγμάτων, τῶν ἐν σοί!
ἀγαθῶν γὰρ ἀφθόνως,
παρεκτικὸς ὢν Θεός,
Πνεῦμα θεῖον δοὺς ἡμῖν,
σάρκα ἐκ σοῦ Κόρη προσελάβετο,
ὅτι δεδόξασται.

ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών,
τῷ Λόγῳ κτιζόμενα,
τελειούμενα Πνεύματι,
Παντοκράτορ Δεσπότα,
ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής·
εἰργάσατο βόθρον γάρ,
ὃν ὀρύξας εἰσπέπτωκε,
ταπεινῶν ὑψώθη δὲ Χριστέ,
τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν,
ὡς ὕδωρ ἐκάλυψε
τὰς θαλάσσας φιλάνθρωπε·
ἀναστὰς ἐκ τάφου γάρ,
τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Δεδοξασμένα λελάληνται περὶ σοῦ,
ἡ πόλις ἡ ἔμψυχος,
τοῦ ἀεὶ βασιλεύοντος·
διὰ σοῦ γὰρ Δέσποινα,
τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

ᾨδὴ γ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Τόξον ἔθραυσας ἐχθρῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥύψις ἄχραντε Σταυρέ,
εἰδωλικῶν ἐδείχθης σὺ καθαρμάτων,
ὅτι Ἰησοῦς ὁ ὑπέρθεος,
ἐν σοὶ χεῖρας ἐξεπέτασεν.

Ἴνα πάντες οἱ πιστοί,
τὸ ζωοδόχον μνῆμα σὲ προσκυνῶμεν,
τέθαπται ἐν σοί,
καὶ ἐγήγερται Χριστός,
ὄντως ὁ Θεὸς ἡμῶν.

ᾨδὴ γ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος γ΄
Τόξον ἔθραυσας ἐχθρῶν ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδος ῥίζης Ἱεσσαί,
προφητικῶς βλαστήσασα,
ἡ Παρθένος ἄνθος σε Χριστέ,
ἐξανέτειλεν ἡμῖν,
Ἅγιος εἶ Κύριε.

Ἵνα θείας κοινωνούς,
τοὺς γηγενεῖς ἐργάσῃ ἐκ τῆς Παρθένου,
σάρκα τὴν ἡμῶν,
σὺ ἑπτώχευσας λαβών,
Ἅγιος εἶ Κύριε.

ᾨδὴ δ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε·
τὸν μονογενῆ γὰρ σοῦ Υἱόν,
ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας·
διό σοι κραυγάζομεν, εὐχαριστοῦντες·
Δόξα τῇ δυνάμει σου Κύριε».

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας,
ὕβριν ῥαπισμάτων καρτερῶν,
καὶ μακροθύμως φέρων ἐμπτύσματα,
δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν·
Δόξα τῇ δυνάμει σου Κύριε.

Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας,
τῆς ταλαιπωρίας τῶν πτωχῶν,
καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν,
καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε,
πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου,
τῆς δεδοξασμένης σου Μητρός,
τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος,
καὶ ἐπισκεψάμενος,
κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.

ᾨδὴ δ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Τὸ ξένον καὶ ἀπόρρητον ΤΟ ΑΚΟΥΤΕ
Ὁ πλάσας κατ' εἰκόνα σου, φιλάνθρωπε τὸν ἄνθρωπον,
καὶ νεκρωθέντα τῇ ἁμαρτίᾳ,
διὰ τῆς παραβάσεως,
σταυρωθεὶς ἐν Κρανίῳ διέσωσας.

Νεκροὺς μὲν οὓς κατέπιεν, ὁ θάνατος ἀπέδωκε,
κατελύθη δέ,
καὶ τὸ τοῦ ᾅδου φθοροποιὸν βασίλειον,
ἀναστάντος ἐκ τάφου σου Κύριε.

ᾨδὴ δ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος γ΄
Τὸ ξένον καὶ ἀπόρρητον ΤΟ ΑΚΟΥΤΕ
Ὁ στήσας ὄρη Δέσποτα, ζυγῷ τῆς θείας γνώσεως,
λελατόμησαι ἐκ τῆς Παρθένου,
λίθος χειρῶν ἄνευθεν·
τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Νοσοῦσαν ἐθεράπευσας, ἡμῶν τὴν φύσιν Δέσποτα,
δραστικώτατον ἐν τῇ Παρθένῳ,
ταύτῃ ἑνώσας φάρμακον,
τὴν σὴν ἄχραντον Λόγε Θεότητα.

Μερίς μου εἶ ὁ Κύριος, καὶ κλῆρος ἐπιπόθητος,
ὁ ἑνώσας με ἐκ τῆς Παρθένου,
Λόγε τῇ ὑποστάσει σου,
τῇ σαρκὶ χρηματίσας ὑπόστασις.

ᾨδὴ ε', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Πρὸς σε ὀρθρίζω,
τὸν τοῦ παντὸς Δημιουργόν,
τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην·
διότι φῶς τὰ προστάγματά σου,
ἐν οἷς με καθοδήγησον».

Κριτῇ ἀδίκῳ,
Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης,
καὶ ἅπασαν δικαίως,
κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι,
ἐρρύσω κατακρίσεως.

Τὴν σὴν εἰρήνην,
ταῖς Ἐκκλησίαις σου Χριστέ,
τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου,
ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου,
καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν,
ὡς τὸν ἐν πάσῃ
ἀχώρητον τῇ κτίσει,
Λόγον Θεοῦ δεξαμένη,
μόνη ἐδείχθης Ἀειπάρθενος.

ᾨδὴ ε', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ἐπὶ τῆς γῆς ΤΟ ΑΚΟΥΤΕ
Λόγχῃ πλευράν, ὦ Χριστέ μου νυγείς σου,
τὴν ἐκ πλευρᾶς ἀνθρωπίνης κτισθεῖσαν,
ὀλέθρου πᾶσι βροτοῖς,
γεγονυῖαν πρόξενον,
τῆς κατάρας ἠλευθέρωσας.

Ἴσος Πατρί, κατ' οὐσίαν ὑπάρχων,
τὸν ἱερὸν ἐξανέστησας δόμον,
τοῦ παναχράντου σου,
καὶ πανσέπτου σώματος,
ἐκ νεκρῶν, Χριστὲ Σωτὴρ ἡμῶν.

ᾨδὴ ε', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος γ΄
Ἐπὶ τῆς γῆς ΤΟ ΑΚΟΥΤΕ
Λόγος Θεοῦ, ὁ Υἱός σου Παρθένε,
Δημιουργὸς Ἀδὰμ τοῦ πρωτοπλάστου,
οὐ δημιούργημα,
εἰ καὶ σάρκα ἔμψυχον,
ἑαυτῷ ἐκ σοῦ διέπλασεν.

Ἴσος Πατρί, ὁ Υἱὸς τῆς Παρθένου,
Λόγος Θεοῦ, ὑπόστασις τελεία,
ἐν δύο φύσεσιν,
Ἰησοῦς ὁ Κύριος,
Θεὸς τέλειος καὶ ἄνθρωπος.

ᾨδὴ ς', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με,
καὶ ἐκλείπει τὸ πνεῦμά μου,
ἀλλ' ἐκτείνας Δέσποτα,
σὸν ὑψηλὸν βραχίονα,
ὡς τὸν Πέτρον με,
κυβερνῆτα διάσωσον».

Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με,
τῇ εὐσπλάγχνῳ καθόδῳ σου·
σαρκωθεὶς γὰρ Δέσποτα,
καὶ γεγονὼς ἐν δούλου μορφῇ,
ἐθεούργησας,
καὶ σεαυτῷ συνεδόξασας.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής,
τὸν νεκρωθέντα ζωωθέντα θεώμενος,
τῆς σῆς Ἀναστάσεως,
ταῦτα Χριστὲ τὰ σύμβολα,
καὶ τοῦ Πάθους σου,
τοῦ ἀχράντου τὰ ἔπαθλα.
Θεοτοκίον
Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις,
ὑπὲρ νοῦν μεσιτεύσασα,
τὸν Υἱόν σου ἵλεων,
τοῖς ἐπταικόσι δούλοις σου,
καὶ ὑπέρμαχον,
χρηματίσαι δυσώπησον.

ᾨδὴ ς', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Σκηνώσεως Ἰωνᾶς ΤΟ ΑΚΟΥΤΕ
Μωλώπων σὺ πειραθείς,
ᾅδου τραυματίας,πάθει Σταυροῦ συνανέστησας•
ὅθεν σοι κραυγάζω· Ἀνάγαγε,
ἐκ φθορᾶς τὴν ζωήν μου φιλάνθρωπε.

Ἀνοίγονταί σοι Χριστέ,
φόβῳ πύλαι ᾅδου, σκεύη ἐχθροῦ δὲ ἁρπάζονται·
ὅθεν σοι Γυναῖκες ὑπήντησαν,
ἀντὶ λύπης χαρὰν κομισάμεναι.

ᾨδὴ ς', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος γ΄
Σκηνώσεως Ἰωνᾶς ΤΟ ΑΚΟΥΤΕ
Μορφοῦται τὸ καθ' ἡμᾶς,
ἐκ τῆς ἀκηράτου Κόρης,
ὁ σχήματι ἄμοιρος, σχήματι ὑπάρξας καὶ πράγματι,
μὴ τραπεὶς τὴν Θεότητα ἄνθρωπος.

Ἀβύσσου ἁμαρτιῶν,
καὶ τῆς καταιγίδος, Πάναγνε τῶν παθῶν ῥῦσαί με•
πέφυκας λιμὴν γὰρ καὶ ἄβυσσος,
τῶν θαυμάτων τοῖς πίστει σοι προστρέχουσι.

Κοντάκιον
Ἦχος γ΄
Η Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
‘Εξανέστης σήμερον,
ἀπὸ τοῦ τάφου Οἰκτίρμον,
καὶ ἡμᾶς ἐξήγαγες,
ἐκ τῶν πυλῶν τοῦ θανάτου,
σήμερον Ἀδὰμ χορεύει,
καὶ χαίρει Εὔα, ἅμα δέ,
καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις,
ἀνυμνοῦσιν ἀκαταπαύστως,
τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν,
καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν,
ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε.
Συγχαίρει πᾶσα ἡ κτίσις,
προσφέρουσα ἐπάξια ᾄσματα,
τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν,
ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον,
ὡς Ζωοδότης συνανελκύσας,
πρὸς οὐρανοὺς συνανυψοῖ,
καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις,
καὶ πύλας τοῦ ᾅδου διαθλάττει,
τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

ᾨδὴ ζ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς πάλαι τοὺς εὐσεβεῖς,
τρεῖς Παῖδας ἐδρόσισας,
ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ,
τῷ φωτιστικῷ τῆς Θεότητος πυρί,
καὶ ἡμᾶς καταύγασον·
Εὐλογητὸς εἶ κράζοντας,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Ἐρράγη τὸ τοῦ Ναοῦ,
φαιδρὸν καταπέτασμα,
ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ,
τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν,
τοῖς πιστοῖς ἀλήθειαν•
Εὐλογητὸς εἶ κράζουσιν,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νυγείσης σου τῆς πλευρᾶς,
ῥανίδες θεόρρυτοι,
ζωοποιοῦ αἵματος Χριστέ,
οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν,
τοὺς ἐκ γῆς ἀνέπλασαν.
Εὐλογητὸς εἶ κράζοντας,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν,
Πατρὶ συνδοξάσωμεν,
καὶ τῷ Υἱῷ τῷ μονογενεῖ,
μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν,
καὶ μίαν Θεότητα.
Εὐλογητὸς εἶ κράζοντες,
ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Σοβαρὸς ὁ τύραννος ΤΟ ΑΚΟΥΤΕ
Οὐ ψιλὸν ὁ ἥλιος,
ἐν Σταυρῷ κρεμάμενον ἄνθρωπον,
ἀλλὰ Θεὸν σκοτίζεται,
σεσαρκωμένον ὁρῶν, ᾧ καὶ ψάλλομεν•
Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἰσχυρὸν Θεότητι,
δεδεγμένος ᾅδης ὁ δείλαιος,
τὸν ἀφθαρσίας πάροχον,
ψυχὰς δικαίων βοώσας ἤμεσεν.
Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Θησαυρὸς πολύτιμος,
εὐλογίας Πάναγνε πέφυκας,
τοῖς καθαρᾷ καρδίᾳ,
σὲ ὁμολογοῦσι Θεογεννήτριαν•
καὶ γὰρ ἐκ σοῦ σεσάρκωται,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος γ΄
Σοβαρὸς ὁ τύραννος ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῆς δόξης Κύριος,
καὶ κρατῶν τῶν ἄνω Δυνάμεων,
ὁ σὺν Πατρὶ καθήμενος,
παρθενικαῖς ταῖς χερσὶ φερόμενος•
Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἰταμὸς ὁ θάνατος,
ἀλλὰ τοῦτόν σοι ὁμιλήσαντα,
ἐκ τῆς Παρθένου ὤλεσας,
θεοϋπόστατος,σάρξ γενόμενος.
Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτόκον πάντες σε,
τὸν Θεὸν κυήσασαν ἔγνωμεν•
τὸν τῆς Τριάδος ἕνα γάρ,
σεσαρκωμένον ἁγνὴ γεγέννηκας.
Εὐλογημένος Πάναγνε,
ὁ καρπὸς τῆς κοιλίας σου.

ᾨδὴ η', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες,
οἱ θεοσεβείας προεστῶτες Νεανίαι,
τῇ φλογὶ δὲ μὴ λωβηθέντες,
θεῖον ὕμνον ἔμελπον.
Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον.
καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας».

Ἐρράγη ναοῦ ἡ φαιδρότης,
ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ,
καὶ ἡ κτίσις συνεκλονεῖτο,
φόβῳ ἀναμέλπουσα·
Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.

Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου,
καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ,
διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει,
κράζοντα καὶ λέγοντα•
Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης,
ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν•
τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ,
ἄχραντε κατήλλαξας,
καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε,
καὶ ὑπερυψοῦμεν
εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ἐνύλου φλόγα πυρός ΤΟ ΑΚΟΥΤΕ
Ὁ Λόγος οὐ παθητός•
ἀπαθὴς γὰρ τῇ Θεότητι,
πάσχει σαρκὶ δὲ Θεός, ᾧ καὶ ψάλλομεν•
Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον,
καὶ ὑπερυψοῦτε
εἰς πάντας τούς αἰῶνας.

Ὑπνώσας μὲν ὡς θνητός,
ἐξηγέρθης ὡς ἀθάνατος Σῶτερ,
καὶ σῴζεις θανάτου τοὺς μέλποντας·
Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον,
καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Λατρεύομεν εὐσεβῶς,
τρισυπόστατον Θεότητα,
ἑνιζομένην ἀπαύστως καὶ ψάλλομεν·
Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον,
καὶ ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος γ΄
Ἐνύλου φλόγα πυρός ΤΟ ΑΚΟΥΤΕ
Ἡ τάξεις τὰς νοεράς,
οἷα Μήτηρ ὑπεράρασα,
καὶ πλησίον Θεοῦ χρηματίσασα,
εὐλογοῦμεν εὐλογημένη, παρθένε τὸν τόκον σου,
καὶ ὑπερυψοῦμεν
εἰς πάντας τοὺς αἰῶνας.

Τὸ κάλλος τὸ φυσικόν,
ὡραιότερον ἀνέδειξας,
ἐξαστράψασα σάρκα Θεότητος.
Εὐλογοῦμεν εὐλογημένη, Παρθένε τὸν τόκον σου,
καὶ ὑπερυψοῦμεν
εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές!
τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην,
σαφῶς διοδεύει Κύριος,
γυμνὸς ἐν εἰσόδῳ,
καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός,
καὶ μένει ἡ πύλη κεκλεισμένη,
ταύτην ἀφράστως,
ὡς Θεομήτορα μεγαλύνομεν».

Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν,
ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ,
σαρκικῶς δὲ πάσχοντα,
Θεὸν ὑπὲρ δούλων,
καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον,
νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα•
ὅθεν Χριστέ σε,
ὡς παντοδύναμον μεγαλύνομεν.

Φθορᾶς θανάτου ἔσωσας Χριστέ,
τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός,
καὶ ζωὴν ἐξήνθησας,
νεκροὺς ἀναστήσας,
χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς,
καὶ θείαν ἐνδύσας ἀφθαρσίαν•
ὅθεν πηγήν σε,
φωτὸς ἀειζώου μεγαλύνομεν.
Θεοτοκίον
Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ,
ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων,
τεχθεὶς ἀπειράνδρως Πάναγνε,
σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας•
ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου,
τὰ φῦλα τῶν βαρβάρων,
θᾶττον εἰς τέλος,
τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.

ᾨδὴ θ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος γ΄
Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σου ΤΟ ΑΚΟΥΤΕ
Γέρας βροτοῖς ἐξ ἀτίμου θανάτου,
πᾶσιν ἐπήγασας,
οὗ διὰ σταυρώσεως Σῶτερ
γευσάμενος, τῇ οὐσίᾳ τῇ θνητῇ, ἀφθαρσίαν μοι,
ἐδωρήσω Χριστὲ ὡς φιλάνθρωπος.

Ἔσωσάς με ἀναστὰς ἐκ τοῦ τάφου,
Χριστὲ καὶ ὕψωσας,
καὶ Πατρὶ προσήγαγες τῷ σῷ Γεννήτορι,
δεξιᾷ τε τῇ αὐτοῦ συνεκάθισας,
διὰ σπλάγχνα ἐλέους σου Κύριε.

ᾨδὴ θ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος γ΄
Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σου ΤΟ ΑΚΟΥΤΕ
Κόρος τῶν σῶν ἐφυμνίων Παρθένε,
τοῖς εὐαγέσι πιστοῖς,
ὅλως οὐ προσγίνεται•
πόθῳ γὰρ πόθον ἀεὶ θεῖον, καὶ πνευματικόν προσλαμβάνοντες,
ὡς μητέρα Θεοῦ μεγαλύνουσιν.

Ἔθου ἡμῖν ἀκαταίσχυντον πρέσβυν,
τὴν σὲ τεκοῦσαν Χριστέ,
ταύτης ταῖς ἐντεύξεσιν, ἵλεων νέμοις ἡμῖν,
Πνεῦμα μεταδοτικὸν ἀγαθότητος,
ἐκ Πατρὸς διὰ σοῦ προερχόμενον.

ΑΙΝΟΙ
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος γ΄
Δεῦτε πάντα τὰ ἔθνη,
γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν•
Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν,
ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη,
καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἦχος γ΄
Διηγήσαντο πάντα τὰ θαυμάσια,
οἱ φύλακές σου Κύριε,
ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος,
πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν,
κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου,
ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος γ΄
Χαρᾶς τὰ πάντα πεπλήρωται,
τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα.
Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν,
εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον,
τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα•
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται,
καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος γ΄
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε•
ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν,
σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος,
ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Ἦχος γ΄
Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε•
εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι,
Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο•
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας,
ἀνέστη ὡς Θεός,
παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος γ΄
Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν,
ταῖς Μυροφόροις ἔλεγεν•
Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής,
ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.
Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Ἦχος γ΄
Εἰς τὸ μνῆμά σε ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων,
Μαρία ἡ Μαγδαληνὴ• μή εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα•
οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης
πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων,
ἔνδοθεν τοῦ μνημείου ἐβόα•
Τί κλαίεις ὧ Γύναι; Κλαίω φησίν,
ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου,
καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα•
ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.
Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἦχος γ΄
Ἑβραῖοι συνέκλεισαν,
ἐν τῷ τάφῳ τὴν ζωήν,
Λῃστὴς δὲ ἀνέῳξεν
ἐν τῇ γλώσσῃ τὴν τρυφήν,
κραυγάζων καὶ λέγων•
ὁ μετ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς,
συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου,
καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου,
τῷ Πατρὶ συγκαθήμενος•
αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν,
ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἦχος γ'
Οἱ Μακαρισμοὶ
ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Ἀθετήσαντα Χριστέ,
τὴν ἐντολήν σου,
τὸν προπάτορα Ἀδάμ,
τοῦ Παραδείσου ἐξώρισας,
τὸν δὲ Λῃστὴν οἰκτίρμον,
ὁμολογήσαντά σε ἐν Σταυρῷ,
ἐν αὐτῷ εἰσῴκισας κράζοντα·
Μνήσθητί μου Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ἁμαρτήσαντας ἡμᾶς,
τῇ τοῦ θανάτου,
κατεδίκασας ἀρᾷ,
ὁ Ζωοδότης καὶ Κύριος,
ἐν δὲ τῷ σώματί σου,
ἀναμαρτήτως Δέσποτα παθῶν,
τοὺς θνητοὺς ἐζώωσας κράζοντας·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ἀναστὰς ἐκ τῶν νεκρῶν,
συνεξανέστησας,
ἡμᾶς ἐκ τῶν παθῶν,
τῇ Ἀναστάσει σου Κύριε,
τοῦ δὲ θανάτου πᾶσαν,
τὴν δυναστείαν ὤλεσας Σωτήρ·
διὰ τοῦτο πίστει σοι κράζομεν·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τῇ τριημέρῳ σου ταφῇ,
τοὺς ἐν τῷ ᾅδῃ νεκρωθέντας ὡς Θεός,
ζωοποιήσας συνήγειρας,
καὶ ἀφθαρσίαν πᾶσιν,
ὡς ἀγαθὸς ἐπήγασας ἡμῖν,
τοῖς ἐν πίστει κράζουσι πάντοτε·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ταῖς Μυροφόροις Γυναιξί,
πρώταις ἐφάνης,
ἀναστὰς ἐκ τῶν νεκρῶν,
Σωτὴρ βοήσας τό, Χαίρετε,
καὶ δι' αὐτῶν τοῖς φίλοις,
τὴν σὴν μηνύεις ἔγερσιν Χριστέ·
διὰ τοῦτο πίστει σοι κράζομεν·
Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ἐν τῷ ὄρει Μωϋσῆς,
χεῖρας ἁπλώσας,
προετύπου τὸν Σταυρόν,
τὸν Ἀμαλὴκ τροπωσάμενος,
ἡμεῖς δὲ πίστει τοῦτον,
κατὰ δαιμόνων ὅπλον κραταιόν,
εἰληφότες πάντες κραυγάζομεν·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Δόξα...

Τὸν Πατέρα καὶ Υἱόν,
καὶ Πνεῦμα ἅγιον,
ὑμνήσωμεν πιστοί,
ἕνα Θεόν, ἕνα Κύριον,
ὡς ἐξ ἑνὸς Ἡλίου·
τρισσολαμπὴς γάρ ἐστιν ἡ Τριάς,
καὶ φωτίζει πάντας τούς κράζοντας·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν Πατέρα καὶ Υἱόν,
καὶ Πνεῦμα ἅγιον,
ὑμνήσωμεν πιστοί,
ἕνα Θεόν, ἕνα Κύριον,
ὡς ἐξ ἑνὸς Ἡλίου·
τρισσολαμπὴς γάρ ἐστιν ἡ Τριάς,
καὶ φωτίζει πάντας τούς κράζοντας·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.