ΠΑΡΑΚΛΗΤΙΚΗ
ΠΕΜΠΤΗ Γ΄ ΗΧΟΣ




Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων, Ἦχος γ'
Μεγάλη τῶν Μαρτύρων σου ΤΟ ΑΚΟΥΤΕ
Πρεσβείαις τῶν σεπτῶν καὶ θείων Ἀποστόλων σου, φιλάνθρωπε Οἰκτίρμον, καὶ μόνε ἐλεῆμον, τὴν εἰρήνην σου παράσχου τῷ λαῷ σου, καὶ τῶν δεινῶν λύτρωσαι, τούς ἀνυμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντας.

Βελῶν με ὡς Θεοῦ αὐτόπται τοῦ ἀλάστορος, λυτρώσασθε σβεννῦντες, αὐτοῦ τὰς πανουργίας, καὶ δροσίσατέ με πνεύματος τῇ δρόσῳ, ἁμαρτιῶν τῷ καύσωνι, ἐκτηκόμενον, εὐεργέται μοι θεῖοι.

Εἰς πᾶσαν οἰκουμένην ὄντως ἐξελήλυθεν, ὁ θεῖος ὑμῶν φθόγγος, Ἀπόστολοι Κυρίου, καὶ ἐφώτισεν ἐν σκότει τοὺς κειμένους, καὶ τῷ Θεῷ προσήγαγεν, ὡς θυμίαμα, τοὺς αὐτὸν ἐγνωκότας.
Στιχηρὰ τοῦ ἁγίου Νικολάου, Ἦχος γ'
Μεγάλη τῶν Μαρτύρων σου ΤΟ ΑΚΟΥΤΕ
Μεγίστη σωτηρία πᾶσιν ἀνεδείχθης ἡμῖν, Νικόλαε τρισμάκαρ· λυτροῦσαι γὰρ παντοιων, τοὺς οἰκέτας σου κινδύνων, καὶ ἀνάγκης καὶ πειρασμῶν, καὶ νόσων, καὶ περιστάσεων, καὶ ἐχθρῶν ἀοράτων.

Ἐπλήγην ἰοβόλῳ δήγματι ὁ ἄσωτος, καὶ κεῖμαι ἐρριμμένος καὶ ἐξηπορημένος, τῇ ἀγρύπνῳ σου δεήσει Ἱεράρχα, ἐν τάχει ἀνάστησον, ἵνα δοξάζω σου, τὴν ταχύκοον χάριν.

Ἐν ὥρᾳ τῇ φρικτῇ, ἐν ᾗ μέλλω παρίστασθαι, τὸ βῆμα τὸ φρικῶδες, καὶ πέμπεσθαι κολάσει, βοηθόν σε εὕροιμι Ἱεράρχα, ῥυόμενόν με σκότους, καθικετεύω σε, παρρησίαν ὡς ἔχεις.
Θεοτοκίον, Ἦχος γ'
Μεγάλη τῶν Μαρτύρων σου ΤΟ ΑΚΟΥΤΕ
Ἁπάντων κυριεύουσα τῶν κτισμάτων Δέσποινα, δεινῶς κυριευθεῖσαν, τοῖς πάθεσι Θεόνυμφε, τὴν ψυχήν μου ἐλευθέρωσον ἐν τάχει, φαρμάκῳ σῆς πρεσβείας, καὶ καταδούλωσον τῷ Υἱῷ καὶ Θεῷ σου.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος γ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε, θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν ὑπάρχει Μακάριοι· διὸ ὑμνοῦμεν καὶ δοξολογοῦμεν, ὑμῶν τὰ μνημόσυνα.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες, ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· διὸ ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος γ'
Οἱ Μάρτυρες σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου, ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ὤλεσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον, Ἦχος γ'
Μεγάλη τοῦ Σταυροῦ σου ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων χαρμονή, τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος· διὰ τοῦτό σε, προσκυνοῦμεν Παρθένε.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τῶν Ἀποστόλων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἐνίκησαν ἀνδρείως γάρ, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις φιλάνθρωπε, εἰρήνην παράσχου τῷ λαῷ σου.
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Πᾶσαν ἤρδευσαν, τὴν γῆν τοῖς ῥείθροις, οἱ Ἀπόστολοι, τοῦ Θεοῦ Λόγου, καὶ ἀνεβλάστησεν ὁ στάχυς τῆς πίστεως, καὶ ἐπληρώθη τοῦ κόσμου τὰ πέρατα· τὰ γὰρ ζιζάνια πάντα ἐξέκοψαν· ὅθεν ἅπαντας Χριστῷ τῷ Θεῷ προσήγαγον, βαπτίζοντες αὐτούς, εἰς Τριάδα τὴν ἄκτιστον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν ὡραιότητα
ΤΟ ΑΚΟΥΤΕ
Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζων ἐκ βαθέων μου, τῆς καρδίας τοῖς δάκρυσι, Παρθένε Θεοτόκε βοῶ σοι· Σῶσόν με, σῶσον τὸν ἀνάξιον.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἅπαντες, τοὺς Ἀποστόλους, εὐφημήσωμεν, ᾄσμασι θείοις· τῶν εἰδώλων γὰρ τὴν πλάνην βυθίσαντες, πρὸς θεῖον φῶς τοὺς βροτοὺς ἐπανήγαγον, καὶ τῇ Τριάδι πιστεύειν ἐδίδαξαν· ὅθεν σήμερον, αὐτοὺς εὐσεβῶς γεραίροντες, δοξάσωμεν Χριστὸν τὸν Θεὸν ἡμῶν.

Ἔργοις λάμψαντες, ὀρθοδοξίας, πλάνην ἔσβεσαν κακοδοξίας, οἱ εὐκλεεῖς καὶ θεόπται Ἀπόστολοι, καὶ εὐσεβείᾳ τὸν κόσμον πλουτίσαντες, τὰς Ἐκκλησίας φαιδρῶς κατεκόσμησαν, ἐξαιτούμενοι, Χριστῷ τῷ Θεῷ, δωρήσασθαι, εἰρήνην τοῖς πιστοῖς, καὶ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον, Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Βυθιζόμενος, παθῶν θαλάσσῃ, εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου, καταφεύγω, Θεοτόκε βοήθει μοι, ἔκτεινον Πανάχραντε, δεξιάν μοι τῷ δούλῳ σου, σῶσον ὡς τόν Πέτρον πρίν, ὁ Υἱός σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλῳ πολλῶν παραπτώσεων.

Μετὰ τὴν γ' Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν κήρυκα, τῆς ἀληθείας, καὶ ὑπέρλαμπρον, φωστῆρα κόσμου, εὐφημοῦντες ἀνυμνοῦμεν Νικόλαε, καὶ ἐκβοῶμεν ἐν πίστει δεόμενοι. Ὡς τοὺς ἀθώους θανάτου ἐξήρπασας, οὕτως Ἅγιε, κινδύνων ἡμᾶς καὶ θλίψεων, καὶ πάσης ἐξελοῦ δεινῆς κακώσεως.
Μαρτυρικὸν Ἰδιόμελον
Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Θείας πίστεως
ΤΟ ΑΚΟΥΤΕ
Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ α'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ,
εἰς μίαν συναγωγὴν συναθροίσας,
καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ,
οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει,
αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Ἐκκλησίας τοὺς πύργους, τῷ θεμελίῳ, τῆς Πίστεως εὐσεβῶς ἡδρασμένους, καὶ πιστοὺς ἅπαντας ἐπιστηρίζοντας, δεῦτε μακαρίσωμεν, τοὺς ἱεροὺς Ἀποστόλους, ὅπως ταῖς δεήσεσι, τούτων σωθείημεν.

Ἀπερίτρεπτοι στῦλοι, τῆς εὐσεβείας, τῇ πλάνῃ με τοῦ ἐχθροῦ σκελισθέντα, καὶ εἰς γῆν κείμενον, κινδυνεύοντα, καὶ ἐξαπορούμενον, ἐπανορθώσατε, ὅπως εὕροιμι τὴν ἄφεσιν, ὧν ἐπλημμέλησα.

Ἐμαυτὸν πρὸ τῆς δίκης, δικαιοκρῖτα, ὁ ἄσωτος δεδοικὼς κατακρίνω· πονηρὰ ἔργα γάρ, ἄμετρα κέκτημαι· ὅθεν ἱκετεύω σε, ἀπεγνωσμένον με σῶσον, θείαις παρακλήσεσι, τῶν Ἀποστόλων σου.
Θεοτοκίον
Σὺν ἁγίοις Προφήταις, σὺν Ἀποστόλοις, σὺν Μάρτυσι, τὸν ἐκ σοῦ σαρκωθέντα, ἐκτενῶς Κύριον, ἁγνὴ ἱκέτευε, ὅπως τῆς σαρκὸς ἡμῶν, πάντα τὰ πάθη νεκρώσῃ, καὶ ζωὴν αἰώνιον, ἡμῖν δωρήσηται.

Κανὼν τοῦ Ἁγίου Νικολάου φέρων ἀκροστιχίδα.
Τρίτην δέησιν προσφέρω Νικολάῳ ἐγὼ ὁ Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος γ'
ᾌσωμεν τῷ Κυρίῳ ᾆσμα ΤΟ ΑΚΟΥΤΕ
Τὸν φαεινὸν λαμπτῆρα, καὶ ἀκοίμητον, ἐπὶ γῆς ὑπάρχοντα πυρσόν, καὶ πρὸς λιμένας θείους ἐμβιβάζοντα, τοῖς κύμασι τοῦ βίου, ἀεὶ τοὺς θαλαττεύοντας, Νικόλαον τιμήσωμεν, καὶ πόθῳ μακαρίσωμεν.

Ῥώμῃ Θεοῦ παμμάκαρ, δυναμούμενος, ζῆλον κατ' ἐπίγνωσιν, ἐκτήσω εὐσεβείας· ὅθεν θνῄσκειν μέλλοντας, ἀδίκως ἐλυτρώσω· διό σε ἱκετεύομεν, ἀδίκου πάσης ῥῦσαι ἡμᾶς, κακώσεως Νικόλαε.

Ἱκετηρίαν Πάτερ, ἀδιάλειπτον τῷ Κυρίῳ πρόσφερε, ὅπως ἁμαρτημάτων, καὶ φλογὸς κολάσεως, διαιωνιζούσης, καὶ πειρασμῶν καὶ θλίψεων, ἡμᾶς ἀπολυτρώσηται, ὡς μόνος ὑπεράγαθος.
Θεοτοκίον
Τὴν κιβωτὸν τὴν θείαν, τὴν χωρήσασαν τὸν τοῦ νόμου πάροχον, ἡμῶν τὰς ἀνομίας, πάσας ἀφαιρούμενον, δι' εὐσπλαγχνίας θείας, ἀδιήγητον πέλαγος, Μαρίαν τήν Πανάχραντον, συμφώνως μακαρίσωμεν.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ γ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών,
τῷ Λόγῳ κτιζόμενα,
τελειούμενα Πνεύματι,
Παντοκράτορ Δεσπότα,
ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

Οἱ τὰ τοῦ κόσμου πληρώματα, διδαχῆς ἐνθέου πληρώσαντες, τὴν ψυχήν μου πληρώσατε, ἐναρέτων πράξεων, καὶ λογισμῶν ἀγαθῶν, Χριστοῦ αὐτόπται.

Ἀπὸ σκανδάλων μυρίων τοῦ πονηροῦ, ἀπὸ πάσης θλίψεως, ἀπὸ πάσης στενώσεως, ἀπὸ περιστάσεως, ὦ Μαθηταὶ Χριστοῦ, λυτρώσασθέ με.

Οἴμοι ψυχή μου ἀθλία καὶ ταπεινή, συχνῶς ἁμαρτάνουσα, καὶ Θεὸν παροργίζουσα! πῶς αἰτεῖς συγχώρησιν, τὴν ἀποχὴν τῶν κακῶν, μὴ ποιουμένη;
Θεοτοκίον
Ἡ θεία κλῖμαξ ἣν εἶδεν ὁ Ἰακώβ, δι' ἧς καταβέβηκεν, ὁ Θεὸς ἀνυψῶν ἡμᾶς, ἐκτενῶς ἱκέτευε, σὺν Ἀποστόλοις, ἡμᾶς οἰκτειρηθῆναι.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ γ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στεῖρα ψυχὴ καὶ ἄγονε,
κτῆσαι καρπὸν εὐκλεῆ,
εὐτεκνουμένη βόησον·
Ἐστερεώθην διὰ σοῦ ὁ Θεός,
οὔκ ἐστιν ἅγιος,
οὔκ ἐστι δίκαιος,
πλὴν σοῦ Κύριε.

Ἠκονημένη μάχαιρα, Πνεύματος ὤφθης σοφέ, τὰ πονηρὰ ζιζάνια, διακόπτουσα αἱρετιζόντων, καὶ τρίβον σωτήριον, πιστοῖς ὁμαλίζουσα, Πάτερ Νικόλαε.

Σὲ τὴν πηγὴν τὴν βρύουσαν, τῶν ἰαμάτων κρουνούς, ἐκδυσωποῦμεν Ἅγιε, τὰ βορβορώδη πάθη πάντων ἡμῶν, εὐχαῖς σου ἀπέλασον, κινδύνων καὶ θλίψεων, ἀπολυτρούμενος.

Ἰσχυροτάτοις πόνοις σου, καταβαλὼν τὸν ἐχθρόν, νῦν κατ΄αὐτοῦ ἐνίσχυσον, τοὺς ἀσθενοῦντας λογισμοὺς ἡμῶν, παθῶν ἐπικλύσεσιν, ἁγίαις πρεσβείαις σου, Πάτερ Νικόλαε.
Θεοτοκίον
Νοῦς ἐννοεῖν οὐ δύναται, τὸν ὑπὲρ νοῦν τοκετὸν θαυμαστῆς λοχείας σου, Θεογεννῆτορ Μητροπάρθενε· διὸ ἱκετεύω σε, τὸν νοῦν μου χαρίτωσον, τοῦ ἀεὶ δοξάζειν σε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ δ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε·
τὸν μονογενῆ γὰρ σοῦ Υἱόν,
ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας·
διό σοι κραυγάζομεν, εὐχαριστοῦντες·
Δόξα τῇ δυνάμει σου Κύριε.

Ὥσπερ ἀστραπάς, ὡς ἀκτῖνας ἄδυτε Ἤλιε, σοῦ τοὺς Ἀποστόλους ἐφαπλῶν, εἰς τὰ τοῦ κόσμου Λόγε πληρώματα, πάντας κατεφώτισας, καὶ ἀγνωσίας ζόφον ἀπεδίωξας.

Θάλασσα δεινῆς, ἁμαρτίας Λόγε χειμάζει με, κύματα ἀτάκτων λογισμῶν, τὴν ταπεινὴν ψυχήν μου ταράττουσι. Κυβερνῆτα Κύριε, τῶν Μαθητῶν σου, σῶσόν με δεήσεσιν.

Φρίττω ἐννοῶν, τὴν φρικτήν σου Δέσποτα ἔλευσιν· ἔχω γὰρ πρὸ δίκης τὴν ἐμήν, κατηγοροῦσαν ἔνδον συνείδησιν, καὶ προβασανίζουσαν, πρὸ τῆς βασάνου, τὴν ἀναισθησίαν μου.
Θεοτοκίον
Λόγε τοῦ Θεοῦ, ὁ τεχθεὶς ἐκ Κόρης θεόπαιδος, ταύτης μεσιτείαις ἱεραῖς, καὶ τῶν σοφῶν Σωτὴρ Ἀποστόλων σου, πάσης περιστάσεως, πάσης ἀνάγκης, λύτρωσαι τούς δούλους σου.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ δ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα,
τὴν ἄχραντόν σου μήτραν Ἁγνή·
διὸ καὶ ἀνεκραύγαζεν·
Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος,
καὶ ἐξ ὄρους κατασκίου δασέος.

Πρὸς Θεόν σε μεσίτην, ἅπας πιστὸς καθ' ἑκάστην, Νικόλαε προβάλλεται· διό σε ἱκετεύομεν, ἐκ περιστάσεως χαλεπῆς, καὶ συμπτώσεως πταισμάτων, ἡμᾶς λύτρωσαι Πάτερ.

Ῥεῖθρον ζῶν ἐν καρδίᾳ, Κυρίου ἔχων τὴν χάριν, δροσίζεις ἀενάως σοφέ, τοὺς καύσωνι τῶν θλίψεων, καὶ τῷ αὐχμῷ τῶν ἁμαρτιῶν, κινδυνεύοντας ἀθλίως, ἀπολέσθαι παμμάκαρ.

Ὁ ῥυσάμενος πάλαι, ἀπαγομένους θανάτου, ἀδίκου παμμακάριστε, καὶ νῦν ἡμᾶς περίσῳζε, ἀπὸ ἀνθρώπων φθοροποιῶν, ἐνοχλήσεως καὶ πάσης, τῶν δαιμόνων ἀπάτης.
Θεοτοκίον
Σαρκωθέντα τὸν Λόγον, ὑπερβολῇ εὐσπλαγχνίας, ἀρρήτως ἀπεκύησας. Αὐτὸν δυσώπει Ἄχραντε, τῶν σαρκικῶν πάντας μολυσμῶν, ἐκλυτρώσασθαι, καὶ πάντων, δυσχερῶν τῶν τοῦ βίου.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ε'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης,
καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης,
ὁ ἀκατάληπτος·
πρὸς σὲ οὖν ὀρθρίζοντες,
ἀνυμνοῦμέν σε Φιλάνθρωπε.

Ἐπὶ τῆς γῆς σαρκωθείς, ἀπειργάσω τοὺς Μαθητάς, οὐρανοὺς φθεγγομένους, Χριστὲ τὴν δόξαν σου· δι' αὐτῶν οὖν Κύριε, τὰς ψυχὰς ἡμῶν ἐλέησον.

Ἀπὸ παθῶν, ἀπὸ πάσης ἀνάγκης, ἀπὸ δεινῆς περιστάσεως Λόγε, ῥῦσαι τοὺς δούλους σου, ταῖς τῶν Ἀποστόλων σου, εὐπροσδέκτοις παρακλήσεσιν.

Οἴμοι ψυχὴ παναθλία! πῶς μέλλεις, τῷ φοβερῷ δικαστῇ παραστῆναι, ἄκαρπος μένουσα; σπεῦσον μετανόησον, ἀρετῶν καρποὺς βλαστάνουσα.
Θεοτοκίον
Ἐπὶ τῆς γῆς, τὸν ὀφθέντα, ἀφράστως, μετὰ σαρκὸς ἐξ ἁγνῶν σου αἱμάτων, ἁγνὴ ἱκέτευε, ὡς Υἱόν σου πάντοτε, ἱλασμὸν ἡμῖν δωρήσασθαι.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ε'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ,
καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ,
καὶ ὁδήγησον εἰς τὸν φόβον σου,
διότι φῶς τὰ προστάγματά σου.

Φωτὶ τῷ καθαρῷ παρεστηκώς, καὶ ταῖς ἐκεῖθεν ἀεὶ ἐκδιδομέναις, αὐγαῖς πυρσευόμενος, πᾶσιν αἴτησαι τὸν φωτισμόν, Πάτερ καὶ εἰρήνην.

Ἐμὲ τὸν ὑπὲρ πάντας τοὺς βροτούς, σὲ παροργίσαντα, φρενὶ ἀγνώμονι, ὑπεράγαθε κατοικτείρησον, ταῖς Νικολάου θερμαῖς πρεσβείαις.

Ῥαθύμως δαπανῶν μου τὴν ζωήν, καθικετεύω σε, Πάτερ Νικόλαε, διέγειρόν μου πρὸς μετάνοιαν, τὸν λογισμὸν κατεσπιλωμένον.
Θεοτοκίον
Ὡς μόνη τῶν Ἀγγέλων χαρμονή, χαρᾶς μου πλήρωσον, θεοχαρίτωτε, τὴν διάνοιαν σκυθρωπάζουσαν, καὶ ἀμελείᾳ βεβυθισμένην.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ς'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με,
καὶ ἐκλείπει τὸ πνεῦμά μου,
ἀλλ' ἐκτείνας Δέσποτα,
σὸν ὑψηλὸν βραχίονα,
ὡς τὸν Πέτρον με,
κυβερνῆτα διάσωσον.

Ἄβυσσον σοφίας πνευματικῆς, ἀναπηγάσας, Ἀποστόλων ὁ σύλλογος, κοσμικῆς ἐξήρανε, σοφίας πάντα ῥεύματα, καὶ κατήρδευσεν, εὐσεβῶν τὰ συστήματα.

Στέναξον καὶ δάκρυσον ταπεινή, ψυχή μου καὶ βόησον, καὶ πρὸς Κύριον λέγουσα· Ἥμαρτόν σοι Δέσποτα· Ἱλάσθητί μοι εὔσπλαγχνε, ταῖς δεήσεσι, τῶν σοφῶν Ἀποστόλων σου.

Ῥεύσαντες οἱ χείμαρροι τῶν παθῶν, κατέπτωσάν μου, τῆς καρδίας τὸ οἴκημα, ποταμοὶ τοῦ Πνεύματος, πεφυκότες Ἀπόστολοι, συντριβέντα με, πρὸς ζωὴν ἀναπλάσατε.
Θεοτοκίον
Δῆμός σε τῶν Ἀποστόλων, Χριστέ, καθικετεύει, μετὰ τῆς κυησάσης σε, ἱλασμὸν κατάπεμψον, καὶ εἰρήνην τοῖς δούλοις σου, ὡς φιλάνθρωπος, καὶ Θεὸς εὐδιάλλακτος.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ς'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Βυθός μοι τῶν παθῶν ἐπανέστη,
καὶ ζάλη ἐναντίων ἀνέμων,
ἀλλὰ προφθάσας με σύ,
σῶσον Σωτήρ,
καὶ ῥῦσαὶ φθορᾶς,
ὡς ἔσωσας,
τοῦ θηρὸς τὸν Προφήτην.

Νεκρώσας ἐγκρατείᾳ τὰ μέλη, ἐκτήσω τὴν ζωὴν τὴν ἀγήρω, ἧς καὶ ἡμᾶς κοινωνούς, σοῦ ταῖς εὐχαῖς ἐργάζου σοφέ, ἐκφεύξει τῆς πονηρᾶς ἐργασίας.

Ἱστίῳ ἱερῶν πρεσβειῶν σου, πελάγους πειρασμῶν πολυτρόπων, καὶ ἁμαρτίας βυθοῦ ῥῦσαι ἡμᾶς, πρὸς τὸν ὅρμον τῆς ζωῆς, διαβιβάζων σοφὲ Ἱεράρχα.

Κοσμήσας τὴν τῶν Μύρων καθέδραν, ἐδείχθης κόσμος Ἀρχιερέων, ἀλλὰ πρεσβείαις ταῖς σαῖς, τῶν κοσμικῶν ἡμᾶς πειρασμῶν, διάσῳζε ἀβλαβεῖς Ἱεράρχα.
Θεοτοκίον
Οἰκήσας ὁ Λόγος ἐν γαστρί σου, τὴν πάλαι ἐν ἀνθρώποις οἰκοῦσαν, τῇ παραβάσει φθοράν, Μήτηρ ἁγνὴ ὡς μόνος Θεός, ἐξῴκισε διὰ σπλάγχνα ἐλέους.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ ζ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ,
Περσικῷ σεβάσματι,
Παῖδες οὐ προσεκύνησαν τρεῖς,
ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου.
Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, φῶς ὑμᾶς ἀνέδειξε, φωτοφόροι Ἀπόστολοι, ἐκμειοῦντας τὸ σκότος τῆς ἀπάτης, καὶ φωτίζοντας πιστῶν τὰς διανοίας.

Τὰς καθ' ἡμῶν τοῦ δυσμενοῦς, παγίδας συντρίψατε, φωτοφόροι Ἀπόστολοι, καὶ τὰς τρίβους ἡμῖν τῆς μετανοίας, ὁμαλίσατε ὑμῖν προσπεφευγόσι.

Τὴν μωρανθεῖσάν μου ψυχήν, σαρκικοῖς παθήμασιν, ἅλας θεῖον ὑπάρχοντες, θεηγόροι Ἀπόστολοι Κυρίου, ἐκκαθάρατε, πιστοὺς ζωογονοῦντες.
Θεοτοκίον
Ἡ καλλονὴ τοῦ Ἰακώβ, καλῶν ταῖς ἰδέαις με, δέομαι καταφαίδρυνον, δυσωποῦσα νῦν σὺν τοῖς Ἀποστόλοις, τὸν τεχθέντα ἐκ τῶν σῶν ἀγνῶν αἱμάτων.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ ζ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τρεῖς Παῖδες ἐν καμίνῳ,
τὴν Τριάδα τυπώσαντες,
τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν,
καὶ ὑμνοῦντες ἐβόων·
Εὐλογητὸς ὁ Θεός,
ὁ τῶν Πατέρων ἡμῶν.

Λυμαινόμενον πάλαι, τὸν παράφρονα Ἄρειον, τοῦ Κυρίου τὸν λαὸν ἐναπηγχόνισας, ταῖς νευραῖς σου τῶν λόγων, ὡς ποιμενάρχης ἀληθής, Πάτερ Νικόλαε.

Ἁγίως διανύσας, τὸν πανάγιον βίον σου, σὺν Ἀποστόλοις κατοικεῖς, Πάτερ Νικόλαε, ἁγιασμὸν ἐπιπέμπων, καὶ φωτισμὸν τοῖς εὐσεβῶς σε μακαρίζουσιν.

Ὡς ἕτοιμόν σε ῥύστην, ὡς θερμὸν ἀντιλήπτορα, προσκαλούμεθα ἀεὶ Πάτερ Νικόλαε, τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ ἀδοκήτων πειρασμῶν ἐπερχομένων ἡμῖν.
Θεοτοκίον
Ἐμὲ τὸν ἀμελείᾳ, τὴν ψυχὴν σκοτιζόμενον, φωταγώγησον Ἁγνή, τὸν τῆς καρδίας μου, προσεπανάπτουσα λύχνον, ἐν προθυμίᾳ ἀγαθή, ὅπως δοξάζω σε.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ η'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀστέκτῳ πυρὶ ἑνωθέντες,
οἱ θεοσεβείας προεστῶτες Νεανίαι,
τῇ φλογὶ δὲ μὴ λωβηθέντες,
θεῖον ὕμνον ἔμελπον.
Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον.
καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.

Ἐπλήγην παθῶν τῇ ῥομφαίᾳ, καὶ ἐτραυματίσθην τὴν καρδίαν ἀπονοίᾳ, τοῦ κακίαν δημιουργοῦντος. Ἀπόστολοι ἔνδοξοι, ἰάσασθε ὅλον ἐξηπορημένον με, ψυχῶν καὶ σωμάτων, ἰατροὶ πεφυκότες.

Εἰς πᾶσαν τὴν γῆν τῶν κηρύκων, φθόγγος ἐξεχύθη ὁ θεῖος, ἐκδιδάσκων, παραδόξως μίαν οὐσίαν, μίαν φύσιν σέβεσθαι, τῆς Τριάδος μίαν ὄντως κυριότητα, μίαν Βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

Ἐμὲ τὸν πολλὰ ἐπταικότα, καὶ μακροθυμίαν σου τὴν θείαν δαπανῶντα, τῇ ἐπιμόνῳ πλημμελείᾳ, ἐπίστρεψον Δέσποτα, ὁ εἰδώς μου Λόγε τὴν πολλὴν ἀσθένειαν, καὶ τὴν ῥαθυμίαν, καὶ τὴν κακοφροσύνην.
Θεοτοκίον
Ἡ θεία λαβὶς ἡ τὸν θεῖον, ἄνθρακα ἀρρήτως δεξαμένη Θεοτόκε, τῶν παθῶν μου πεπυρωμένους, ἄνθρακας κατάσβεσον Παναγία, δρόσῳ σου τῶν παρακλήσεων, καὶ τῶν πανενδόξων, καὶ θείων Ἀποστόλων.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ η'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις
δοξαζόμενον Θεόν,
οἱ οὐρανοὶ τῶν οὐρανῶν,
γῆ καὶ ὄρη καὶ βουνοί,
καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων,
ὕμνοις αὐτὸν ὡς Κτίστην,
καὶ Λυτρωτὴν εὐλογεῖτε.

Γῆν τῶν πρᾳέων ἐκληρώσω, πρᾷος Ὅσιε γενόμενος· διό σου δέομαι πιστῶς, καταπράϋνον πρεσβείαις σου, τὰς ἐπεγειρομένας διηνεκῶς, τοῦ πονηροῦ κατ' ἐμοῦ τρικυμίας.

Ὡς ἐλυτρώσω στρατηλάτας, τοὺς ἀδίκως θνῄσκειν μέλλοντας, οὕτως ἀνθρώπων πονηρῶν, τῆς κακίας ἡμᾶς λύτρωσαι, καὶ πάσης τῶν δαιμόνων, ἐπιβουλῆς Νικόλαε, δυσωπῶν τὸν Σωτῆρα.

Ὁδὸν ὑπέδειξας εὐθεῖαν, τοῖς ἀνθρώποις καὶ σωτήριον, ἐν ᾗ ὁδήγησον ἡμᾶς, ἐν τῷ βίῳ παροδεύοντας, Νικόλαε τρισμάκαρ, ὅπως ὁμοῦ εἰσέλθομεν, τῆς ζωῆς πρός τὴν πόλιν.
Θεοτοκίον
Ἰσχὺς καὶ ὕμνησις ὑπάρχει, ὁ ἐκ σοῦ τεχθεὶς Πανάμωμε, ὃν ἐκδυσώπει ἐκτενῶς, παρειμένον με τοῖς πάθεσι, Παρθένε ἐνισχῦσαι, τοῦ ἐκτελεῖν τὰς σωτηρίους αὐτοῦ διατάξεις.

Κανὼν τῶν ἁγίων Ἀποστόλων, ᾨδὴ θ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι,
τύπον κατίδωμεν οἱ πιστοί,
πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον,
ἅγιον Θεῷ·
διὸ πρωτότοκον Λόγον,
Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούμενον Μητρί,
ἀπειράνδρῳ, μεγαλύνομεν.

Ὁ λόγῳ τῶν σῶν στηρίξας, Μαθητῶν τῆς γῆς τὰ πέρατα, Πατρὸς ἀνάρχου Λόγε, ταῖς αὐτῶν δεήσεσι κᾀμέ, τὸν πρὸς τὰ πάθη ἀλόγως, κατολισθήσαντα, καὶ τῶν δαιμόνων τῇ πλάνῃ, ὑπαχθέντα κατοικτείρησον.

Ψυχή μου παθῶν δουλεύουσα, ὁρμαῖς τῷ παθητῷ διὰ σέ, προσάγαγε δεήσεις, ὅπως ῥύσηταί σε ἐκ παθῶν, ἱκετευόντων προδήλως, τῶν ἱερῶν Μαθητῶν, μιμησαμένων τὰ τούτου, τῇ σαρκὶ αὐτῶν παθήματα.

Χριστοῦ Μαθηταὶ ἡνίκα, σὺν αὐτῷ κρῖναι καθίσητε, τοὺς κρίσει ὑπευθύνους, ἀκατάκριτόν μου τὴν ψυχήν, τὴν μολυνθεῖσαν ἀτόποις ἔργοις τηρήσατε, ὡς ἀγαθοὶ μου προστάται, ὡς τοῦ κόσμου ἀντιλήπτορες.
Θεοτοκίον
Παρθένε ἁγνὴ Θεόνυμφε, καθαρὸν Χριστοῦ παλάτιον, Παρθένε Παναγία τῶν ἁγίων ἅγιον Θεόν, ὑπὲρ αἰτίαν καὶ λόγον κυοφορήσασα, σὺν Ἀποστόλοις ἁγίοις, ὑπὲρ πάντων καθικέτευε.

Κανὼν τοῦ ἁγίου Νικολάου, ᾨδὴ θ'
Ἦχος γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε,
ἐν τῇ βάτῳ Μωυσῆς,
τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος,
συλλαβοῦσαν ἐν γαστρί.
Δανιὴλ δὲ σε εἶδεν,
ὄρος ἀλατόμητον,
ῥάβδον βλαστήσασαν,
Ἡσαΐας κέκραγε,
τὴν ἐκ ῥίζης Δαυΐδ.

Ὡς χαράκωμα θεῖον καὶ στήριγμα, καὶ καλὴν καταφυγήν, ὁ περίγειος κόσμος σε κέκτηται, μεσιτείαις σου ἀεί, ἐκλυτρούμενον πάσης πειρασμῶν στενώσεως, Πάτερ Νικόλαε· ὅθεν ἐν αἰνέσει, πιστῶς μακαρίζει σε.

Στενωθεὶς ταῖς πολλαῖς περιστάσεσι, πρὸς τὸ πλάτος τῆς θερμῆς, καταφεύγω παμμάκαρ πρεσβείας σου, μεταποίησον βοῶ, τῆς ψυχῆς μου τὸν πόνον, τὰ κύματα πράϋνον, τῆς ἀπογνώσεως, καὶ εἰρήνευσόν μου, τὸν νοῦν ταραττόμενον.

Ἡ τοῦ Κτίστου ἐφέστηκεν ἔλευσις, κρῖναι ἅπασαν τὴν γῆν, καὶ ὑπάρχων ὁ τάλας ἀνέτοιμος, ὅλως φρίττω ἐννοῶν, τὴν πληθὺν τῶν κακῶν μου, Κύριε μακρόθυμε, οἴκτειρον σῶσόν με, θείαις Νικολάου, εὐχαῖς τοῦ ὁσίου σου.
Θεοτοκίον
Φωτισμός μου σωτήριος φάνηθι, ἡ κυήσασα τὸ φῶς, τῆς ψυχῆς μου τὰ νέφη διώκουσα, τὰ πολλὰ καὶ χαλεπά, ὅπως υἱὸς ἡμέρας, εὐχαῖς σου γενήσωμαι, πράττων τὰ ὅσια, καὶ ὑμνολογίαις, ἀεὶ μακαρίζω σε.

Ἀπόστιχα Ἀποστολικὰ, Ἦχος γ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, ἅγιοι, Ἀπόστολοι, εἰδώλων πλάνην ἐλύσατε, θεογνωσίαν κηρύξαντες, οὗτος ὁ καλὸς ἀγὼν ὑμῶν, ὑπάρχει Μακάριοι· διὸ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, ὑμῶν τὰ μνημόσυνα.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Τὰς τοῦ Χριστοῦ παραγγελίας, ἀμέμπτως φυλάξαντες ἅγιοι Ἀπόστολοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· διὸ ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος γ'
Αἱ δυνάμεις τῶν Ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν Μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ Πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν.
Θεοτοκίον, Ἦχος γ'
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος γ'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ἀθετήσαντα Χριστέ,
τὴν ἐντολήν σου,
τὸν προπάτορα Ἀδάμ,
τοῦ Παραδείσου ἐξώρισας,
τὸν δὲ Λῃστὴν οἰκτίρμον,
ὁμολογήσαντά σε ἐν Σταυρῷ,
ἐν αὐτῷ εἰσῴκισας κράζοντα·
Μνήσθητί μου Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Οἱ καλάμῳ τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ, τῆς ἀγνωσίας τοὺς λαούς, ἀναγαγόντες Ἀπόστολοι, τὴν τῶν Ἑλλήνων πλάνην, ἀπεμειώσατε ἀπὸ τῆς γῆς, ἀπλανεῖς σωτῆρες γενόμενοι, τῶν πιστῶν ἀληθῶς· ὅθεν μακαρίζεσθε.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ὡς ἀκτῖνες μυστικαί, καὶ λαμπηδόνες, τοῦ Ἡλίου εὐκλεεῖς, γεγενημένοι Ἀπόστολοι, τῆς δυσσεβείας σκότος, ἀπεμειώσατε, καὶ πρὸς φῶς, τῆς θεογνωσίας ὡδηγήσατε, ἅπαντας τοὺς λαούς· ὅθεν ὑμᾶς σέβομεν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τῶν βασάνων τὴν πυράν, καθυπομείναντες, ἐξ ὕψους Ἀθληταί, χάριτος δρόσον ἐδέξασθε, καὶ τῶν βροτῶν τὰ πάθη, ὡς τοῦ Χριστοῦ θεράποντες ἀεί, εὐσθενῶς σοφοὶ θεραπεύετε· ὅθεν πίστει ὑμᾶς, Ἅγιοι γεραίρομεν.
Δόξα...
Τῆς Τριάδος ἱεροί, κήρυκες, Πέτρε, Παῦλε, Μᾶρκε, καὶ Λουκᾶ, Ματθαῖε, Σίμων, Ἰάκωβε, Ἀνδρέα, Ἰωάννη, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, ἐκτενῶς αὐτὴν ἱκετεύσατε, λυτρωθῆναι ἡμᾶς, πάσης περιστάσεως.
Καὶ νῦν ... Θεοτοκίον
Ἀποστόλων καλλονή, καὶ τῶν ἁγίων Ἀθλοφορων χαρμονή, θεοχαρίτωτε Δέσποινα, ὑπὲρ ἡμῶν δυσώπει, τὸν τοῦ παντὸς Σωτῆρα καὶ Θεόν, ἐγκλημάτων ὅπως λάβωμεν ἄφεσιν, καὶ τῆς θείας ζωῆς, πάντες ἐπιτύχωμεν.