ΠΑΡΑΚΛΗΤΙΚΗ
ΠΑΡΑΣΚΕΥΗ Δ΄ ΗΧΟΣ




Στιχηρὰ Σταυρώσιμα, Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ὅτε σε σταυρούμενον, ἡ κτίσις πᾶσα ἑώρακεν, ἠλλοιοῦτο καὶ ἔτρεμεν, ἡ γῆ δὲ ἐσείετο, ὅλη κλονουμένη, μακρόθυμε Λόγε, τὸ καταπέτασμα ναοῦ, φόβῳ ἐσχίσθη ὑβριζομένου σου, καὶ πέτραι διερράγησαν, ἀπὸ τοῦ φόβου καὶ ἥλιος, τὰς ἀκτῖνας συνέστειλε, ποιητήν σε γινώσκοντα.

Ῥήγνυται χειρόγραφον, τὸ ἀπ' αἰῶνος νυγείσης σου, τῆς πλευρᾶς πολυέλεε, Ἀδὰμ τοῦ προπάτορος, καὶ ἡ ἀπωσμένη, φύσις τῶν ἀνθρώπων, ῥανίσιν αἵματος τοῦ σοῦ, καθαγιάζεται ἀνακράζουσα· Δόξα τῇ δυναστείᾳ σου, δόξα τῇ θείᾳ σταυρώσει σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Πῶς ὁ ἀνομώτατος, δῆμος τολμᾷ κατακρῖναί σε, τὸν Κριτὴν τὸν ἀθάνατον, τὸν νόμον χαράξαντα, ἐν ἐρήμῳ πάλαι, Μωσῇ τῷ θεόπτῃ; πῶς ἐπὶ ξύλου τὴν ζωήν, τὴν τῶν ἁπάντων ὁρῶντες θνήξασαν, οὐδόλως ἐπτοήθησαν, ουδ' ἐπὶ νοῦν ἐλογίσαντο, ὅτι σὺ μόνος Κύριος, καὶ Δεσπότης τῆς κτίσεως;
Στιχηρὰ τῆς Θεοτόκου, Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δαιμόνων κλονούμενον, ταῖς προσβολαῖς καὶ εἰς βάραθρον, ἀπωλείας ὠθούμενον, οἰκτείρησον Δέσποινα, καὶ στερέωσόν με, ἀρετῶν ἐν πέτρᾳ καὶ τὰς βουλὰς τῶν δυσμενῶν, διασκεδάσασα καταξίωσον, ποιεῖν με τὰ προστάγματα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὅπως τύχω ἀφέσεως, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Λῃσταῖς περιέπεσα, τοῖς μιαιφόνοις Πανάμωμε, καὶ τὸ ἄφθαρτον ἔνδυμα, τῆς ἄνω λαμπρότητος, ταῖς τούτων ἐφόδοις, ἐξεδύθην Κόρη, καὶ ὑπ' αὐτῶν ἀνηλεῶς, ἐτραυματίσθην καὶ καταβέβλημαι, ἐν τόπῳ τῆς κακώσεως, ἡμιθανὴς ἀλλὰ πρόφθασον. Καὶ τὴν χεῖρά σου ἔκτεινον, καὶ ἀνάστησον δέομαι.

Ἐν κλίνῃ κατάκειμαι, τῆς ἀμελείας Πανάμωμε, καὶ ῥαθύμως διέρχομαι, τὸν βίον καὶ δέδοικα, τὸν τῆς τελευτῆς μου, καιρὸν Θεοτόκε, μὴ ὥσπερ λέων ἀφειδῶς, διασπαράξῃ ὁ ὄφις ὁ τὴν ταπεινήν μου ψυχήν, παμπόνηρος· διὸ τῇ σῇ ἀγαθότητι, πρὸ τοῦ τέλους προφθάσασα, πρὸς μετάνοιαν, ἔγειρον.
Σταυροθεοτοκίον, Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἰδών σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι· Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Ἀπόστιχα Σταυρώσιμα, Ἦχος δ'
Ὅπλον ἀήττητον Χριστέ, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, καὶ ἐν τούτῳ νικῶμεν, τὰς προσβολὰς τοῦ ἀλλοτρίου.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς βοήθειαν, τὰς παγίδας τοῦ ἐχθροῦ, εὐχερῶς καταπατοῦμεν.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος δ'
Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον, Ἦχος δ'
Ὁ ἐξ Ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ἐξηγόρασας ἡμᾶς,
ἐκ τῆς κατάρας τοῦ νόμου,
τῷ τιμίῳ σου αἵματι,
τῷ Σταυρῷ προσηλωθείς,
καὶ τῇ λόγχῃ κεντηθείς,
τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις.
Σωτὴρ ἡμῶν δόξα σοι.
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Δόξα... Καὶ νῦν...
Σταυροθεοτοκίον
Τὴν ἐθελούσιον σφαγην τοῦ Δεσπότου, κατανοοῦσα ἡ Ἄγνη καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τέκνον ποθεινότατον, πῶς θανεῖν ᾑρετίσω; πῶς δὲ τεθανάτωσαι, τῶν κακούργων ἐν μέσῳ, ὁ κατὰ φύσιν δίκαιος Θεός; Δοξολογῶ σου, Υἱὲ τὸ μακρόθυμον.

Μετα τὴν β' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ προκατάλαβε,
πρὶν δουλωθῆναι ἡμᾶς,
ἐχθροῖς βλασφημοῦσί σε,
καὶ ἀπειλοῦσιν ἡμῖν,
Χριστὲ ὁ Θεὸς ἡμῶν·
ἄνελε τῷ Σταυρῷ σου,
τοὺς ἡμᾶς πολεμοῦντας·
γνώτωσαν πῶς ἰσχύει,
Ὀρθοδόξων ἡ πίστις,
πρεσβείαις τῆς Θεοτόκου,
μόνε φιλάνθρωπε.
Ὅμοιον
Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω ποτέ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔτεινας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλῇ σου, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, μόνε φιλάνθρωπε.
Δόξα... Καὶ νῦν...
Σταυροθεοτοκίον
Παρθένε Πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν καὶ τὸν θάνατον, ὑπὲρ ἡμῶν ἀγαθέ, δι' ἄμετρον ἔλεος, ἑκὼν ὑπέμεινας, καὶ κρίσιν τὴν ἄδικον, ὅπως τῆς καταδίκης, καὶ ἀρχαίας κατάρας, πάντας ἐλευθερώσῃς, τοὺς ἀπάτῃ φθαρέντας· διό σου προσκυνοῦμεν, Λόγε τὴν Σταύρωσιν.
Μαρτυρικὸν
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρῦναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο ἡ Ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς θανέντας, θέλων ὡς εὔσπλαγχνος;

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Σταυρῷ παγεὶς ὁ Χριστός, τὴν πλάνην λύει. Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.

Σταυρῷ διεπέτασας, θείας παλάμας μακρόθυμε, καὶ τὸν ἀπολλύμενον, κόσμον ἐκάλεσας, πρὸς ἐπίγνωσιν, τοῦ κράτους σου οἰκτίρμον· ὅθεν μεγαλύνομεν, τὴν εὐσπλαγχνίαν σου.

Τὸν ὄφιν ἀνύψωσεν, ὁ Μωϋσῆς εἰκονίζοντα, τὴν θείαν σου σταύρωσιν, Λόγε προάναρχε, δι' ἧς πέπτωκεν, ὁ ἰοβόλος ὄφις, τοῦ πτώματος πρόξενος, Ἀδὰμ γενόμενος.
Μαρτυρικὰ
Ἁγίων λαμπρότητας, νῦν κατοικεῖν ἠξιώθητε, ἀσάλευτον Μάρτυρες, παραλαβόντες σαφῶς, ὡς ἐδήλωσεν, ὁ Παῦλος Βασιλείαν, καὶ δόξης συμμέτοχοι, Χριστοῦ γεγόνατε.

Ὑψούμενα κύματα, τῶν ἀνυποίστων κολάσεων, ὑμῶν οὐκ ἐβύθισε, τὸ σκάφος Μάρτυρες· κυβερνήσει γάρ, τοῦ πάντων Βασιλέως, λιμένας ἐφθάσατε, τῆς ἀναπαύσεως.
Σταυροθεοτοκίον
Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν σου, διῆλθεν ὡς ἔβλεψας, Χριστὸν σταυρούμενον, μόνον Δέσποινα, νυττόμενον τῇ λόγχῃ· ὅθεν ἀλαλάζουσα, πόνους ὑπέφερες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου
Ποίημα Θεοφάνους

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τόν ἄνθρωπον.

Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.

Ὡς πρόβατον εἷλκε πρὸς σφαγήν σε, λαὸς ὁ παράνομος Χριστέ, Ἀμνὸν Θεοῦ ὑπάρχοντα, καὶ θέλοντα λυτρώσασθαι, λύκου πικροῦ τὰ πρόβατα, ἃ φιλανθρώπως ἠγάπησας.

Παρέστης κριτὸς κριτῇ ἀδίκῳ, ὁ κρίνων δικαίως πᾶσαν γῆν , καὶ ἤνεγκας ῥαπίσματα, ἐλευθερῶσαι θέλων με, δεδουλωμένον Κύριε, τῷ πονηρῷ κοσμοκράτορι.
Μαρτυρικὰ
Ἀθλήσαντες Ἅγιοι νομίμως, ἀνόμους ᾐσχύνατε ἐχθρούς, καὶ γνώμῃ θανατούμενοι, διὰ τὴν πάντων ἔγερσιν, τὸν τοῦ θανάτου πρόξενον, κατεπαλαίσατε δράκοντα.

Γῆθεν ἀνυψώθησαν εὐκλείας, ἤδη ἐπιβάντες ἀληθοῦς, μαρτυρικῶς οἱ Μάρτυρες, καὶ ταῖς ἀΰλοις Τάξεσιν, οἱ ὑλικοὶ ἡνώθησαν, χαρᾶς ἀρρήτου πληρούμενοι.
Σταυροθεοτοκίον
Ἐκ σοῦ ἡ ἀνάπλασις τῆς Εὔας, ὡράθη Παρθένε ἀληθῶς, Θεὸς σαρκὶ τικτόμενος, καὶ ἐν Σταυρῷ ὑψούμενος, καὶ καταράσσων δαίμονας, θεοχαρίτωτε Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐν σοφίᾳ
καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα,
ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός,
ἐνυποστάτῳ Σοφίᾳ Χριστέ·
οὐ γάρ ἐστιν Ἅγιος,
πλὴν σοῦ φιλάνθρωπε.

Ὁ διαπλάσας, κατ' ἀρχὰς ἐκ χοός με τὸν ἄνθρωπον, πλαστουργεῖται δι' ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος.

Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας· διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν.

Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῷ γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, Πάναγνε Δέσποινα.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
σοῦ τοῦ Ὑψίστου,
ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε.

῞Ινα ἀπολύσῃς με ἐκ τῶν δεσμῶν, τῶν τῆς ἁμαρτίας φιλάνθρωπε, ἐθελουσίως ἐδεσμεύθης καὶ Σταυρῷ, ὥσπερ κακοῦργος τέθνηκας· Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Στίγματα ὑπήνεγκας Λόγε Θεοῦ, καὶ τὸν ἐπονείδιστον θάνατον, ἀθανατίζων, τὴν οὐσίαν τῶν βροτῶν, θανατωθεῖσαν πάθεσι. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.
Μαρτυρικὰ
Οἱ τὴν ἀγαλλίασιν τὴν τοῦ Θεοῦ, μέλλοντες κληροῦσθαι ἐν Πνεύματι, τῷ Παναγίῳ, ἀγαλλόμενοι ψυχῇ, τοὺς αἰκισμοὺς ὑπήνεγκαν, καὶ τὸν βιαιότατον θάνατον.

Χεῖρας ἀφαιρούμενοι καὶ κεφαλάς, γλῶσσάν τε κοπτόμενοι Μάρτυρες, τὴν θεολόγον, καὶ στερούμενοι φωτός, καὶ μεληδὸν τεμνόμενοι, ἄτμητοι Χριστῷ διεμείνατε.
Σταυροθεοτοκίον
Ῥήγνυται χειρόγραφον τὸ τοῦ Ἀδάμ, λόγχῃ νυττομένου σου Δέσποτα, ἡ Θεοτόκος, ἀνεβόα τῷ Σταυρῷ , παρισταμένη Κύριε, καὶ ὀδυνηρῶς ἀλαλάζουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ καθήμενος ἐν δόξῃ,
ἐπὶ θρόνου Θεότητος,
ἐν νεφέλῃ κούφῃ,
ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,
τοὺς κραυγάζοντας·
δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὡραιώθης ὑπὲρ πᾶσαν, των Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.

Ῥύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν.

Ἡ ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται.

Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.

Ἰδών σε ὁ ἥλιος, ἐπὶ Σταυροῦ ὑψούμενον, Δέσποτα συνέστειλεν ἀκτῖνας, φαίνειν μὴ σθένων, σοῦ Σῶτερ δύναντος, καὶ φωταγωγοῦντος τοὺς νυκτί, τῆς πλάνης καθεύδοντας, προσκυνοῦντας τὸ κράτος σου.

Σταυροῦσαι καὶ σῴζεις με, δι' εὐσπλαγχνίαν Κύριε, ὄξους καὶ χολῆς δέχῃ τὴν γεῦσιν, τῆς ἐνηδόνου, ἀπολυτρούμενος, γεύσεως ἡμᾶς ὡς ἀγαθός, δι' ἧς ἡπατήθημεν, καὶ φθορᾷ ὑπεπέσαμεν.
Μαρτυρικὰ
Τῆς πλάνης ἐλύσατε, χειμῶνα θεῖοι Μάρτυρες, Πνεύματος ἁγίου ἐπιθάλψει, καὶ πρὸς τὸ ἔαρ, τῆς ἀναπαύσεως, χαίροντες ἐφθάσατε ὁμοῦ, πάντων προϊστάμενοι, ὑπαρχόντων ἐν θλίψεσιν.

Ὄμβροις θείου αἵματος, τὴν γῆν πᾶσαν ἠρδεύσατε, ἐναποξηράναντες τοὺς ὄμβρους, τῆς ἀθεΐας, ἅγιοι Μάρτυρες· ὅθεν πρὸς τὸ ὕδωρ τῆς ζωῆς, νῦν κατεσκηνώσατε, ὑπὲρ πάντων πρεσβεύοντες.
Σταυροθεοτοκίον
Σαρκὶ ὃν ἐκύησας, Χριστὸν θεοχαρίτωτε, ξύλῳ ἀναρτώμενον ὡς εἶδες, θρήνων ἐπλήσθης, καὶ τὸ μακρόθυμον, τούτου κατεπλήττου ἀληθῶς· ὅθεν ἐμεγάλυνες, τὴν αὐτοῦ συγκατάβασιν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου,
ἀλλ' ἡμεῖς σε Μονογενές,
πατρικῆς ἀπαύγασμα,
δόξης Θεότητος,
ἐκ νυκτὸς ὀρθρίζοντες,
ἀνυμνοῦμέν σε φιλάνθρωπε.

Ἀνατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ Θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.

Ἀληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ σου.

Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Τοῖς πόνοις οὕς περ ὑπέμεινας, σταυρούμενος τοὺς πόνους κατέπαυσας, τῆς ἀνθρωπότητος, καὶ πρὸς τὴν ἄπονον ἅπαντας, διαγωγὴν μετάγεις, εὔσπλαγχνε Κύριε.

Ἡλίου σέλας ἐκρύπτετο, ναοῦ δὲ ἡ φαιδρότης ἐρρήγνυτο, γῆ κατεσείετο, πέτραι σὺν φόβῳ ἐσχίζοντο, ἐπὶ Σταυροῦ τὸν Κτίστην, ὁρᾷν μὴ σθένουσαι.
Μαρτυρικὰ
Νεκρὸς ὁ ὄφις ἐγένετο, βασάνοις νεκρουμένους θεώμενος, τοὺς θείους Μάρτυρας, καὶ τὴν ζωὴν τὴν αἰώνιον, κληρονομοῦντας ὄντως, τῇ θείᾳ χάριτι.

Πολλὰς βασάνους ὑπέστητε, πολλῶν καὶ τῶν ἐπάθλων ἐτύχετε, πολυαρίθμητα, πλήθη Μαρτύρων ἀείζῳα· διὸ τὰ τῶν κακῶν μου, πλήθη μειώσατε.
Θεοτοκίον
Λιμὴν γενοῦ μοι Πανάμωμε, πελάγει τῶν δεινῶν θαλαττεύοντι, ἡ ναυαγήσασαν, πᾶσαν τὴν φύσιν τῷ τόκῳ σου, Θεογεννῆτορ Κόρη, νῦν διασώσασα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐβόησε,
προτυπῶν τὴν ταφὴν τὴν τριήμερον,
ὁ προφήτης
Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος·
Ἐκ φθορᾶς με ῥῦσαι,
Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

Ἁγνείας σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα.

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναῖς σε γεραίρομεν.

Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ' ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνετράπη, ὁ πολέμιος καὶ βέβληται, πτῶμα ἐξαίσιον, ἀνυψωθέντος Χριστοῦ, ἐν ξύλῳ, καὶ σέσωσται, ὁ πρὶν κατάκριτος, ἐκβοῶν αὐτῷ· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Νεκρωθέντα, διὰ ξύλου με ἐθέωσας, θανὼν ἐν ξύλῳ Χριστέ, καὶ θείοις τραύμασι σοῖς, ἰάσω τὰ τραύματα, τὰ τῆς καρδίας μου. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Μαρτυρικὰ
Ἠφανίζετο, τὰ σώματα πληττόμενα, ἀπείροις μάστιξιν, ἀλλ' ὄντως τὸ εὐπρεπές, ψυχῆς ὡραιότερον, ὑμῶν ἐδείκνυτο, Χριστομάρτυρες, ἀεὶ βοώντων· Κύριε, ὁ Θεός εὐλογητὸς εἶ.

Ναυαγήσας, ὁ πολέμιος τοῖς αἵμασιν, ὑμῶν ἀπώλετο, σὺν μυριάσιν αὐτοῦ, ὑμεῖς δὲ πανεύφημοι, Μάρτυρες χαίροντες, ἀνεμέλπετε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Θεοτοκίον
Νύμφη ἄμωμος, παλάτιον τοῦ κτίσαντος, θρόνος πυρίμορφος, καὶ ἀγεώργητος γῆ, ἐδείχθης Πανάμωμε· ὅθεν βοῶμέν σοι· Χαῖρε Δέσποινα, ἡ τοὺς βροτοὺς θεώσασα, θεϊκῇ κυοφορίᾳ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ διασώσας ἐν πυρί,
τοὺς Ἀβραμιαίους σου Παῖδας,
καὶ τοὺς Χαλδαίους ἀνελών,
οἷς ἀδίκως δικαίους ἐνήδρευσαν,
ὑπερύμνητε Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων,
εὐλογητὸς εἶ.

Ἀνακαλούμενος ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ, ἐν γαστρί σου σκηνώσας σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος.

Πύλη ἐφάνης νοητή, τῆς Ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ γῆς, τοῖς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου.

Πεποικιλμένη ἀρεταῖς, τοῦ παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.

Ῥῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ μητρικῇ παρρησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων Παρθένε τῷ Τόκῳ σου. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Κανὼν Σταυρώσιμος, ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λύεις τῶν δεσμῶν με τῶν χρονίων, ἐν χρόνῳ ὁ ἄχρονος γενόμενος, δεθεὶς δὲ θελήματι, καὶ τὸν ὑπερήφανον, δεσμοῖς ἀλύτοις Δέσποτα, παραπεμψάμενος, σῴζεις με Σταυρῷ καὶ τῷ πάθει· ὅθεν εὐλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὑψώθης ἐν ξύλῳ ἑκουσίως, καὶ πᾶσαν τὴν κτίσιν συνανύψωσας, Λόγε ὑπερύμνητε, ἄναρχε ἀόρατε, ὁ τὰς ἀρχάς του σκότους τε, καὶ ἐξουσίας Χριστέ, τῷ πάθει σου παραδειγματίσας· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὰ
Ἐπέβητε αἵμασιν οἰκείοις, ὡς ἅρματι Μάρτυρες παγκόσμιοι, καὶ πρὸς ὑπερκόσμια, ἤρθητε σκηνώματα, παρὰ Χριστοῦ ἐπάξια, γέρα λαμβάνοντες, καὶ Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἰκρίῳ ὑψούμενοι καὶ βόθρῳ, ῥιπτόμενοι θηρσί τε διδόμενοι, πυρί τε καὶ ὕδατι, διαμεριζόμενοι, οἱ ἀθλοφοροι Μάρτυρες, χαίροντες ἔψαλλον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
Ἰδοῦσα ὑπνώσαντα ἐν ξύλῳ, τὸν πᾶσιν ἐγρήγορσιν παρέχοντα, θείαν καὶ σωτήριον, Μήτηρ ἡ Πανάμωμος, ἀλαλαγμῷ ὠδύρετο καὶ ἀνεκραύγαζε· Τί τοῦτο τὸ καινότατον θαῦμα; ὁ ζωοποιήσας, τὰ πάντα θνῄσκει θέλων.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ η'
Ἦχος δ'
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ἀπάσαις ἀπρόσιτος ὑπάρχων, ὁ Κτίστης ταῖς ἀνωτέραις Κόρη τάξεσιν, ᾤκησε τὴν μήτραν σου, ἄφλεκτον τηρήσας σε, καὶ μετὰ τόκον, ᾧ νῦν κραυγάζομεν· Τὸν ἄφθορον, Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, καὶ τῷ Πατρὶ συνάναρχον, ἐκυοφόρησας· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε· τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὲ τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην θείῳ Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον καὶ ἀΐδιον, δι' εὐσπλαγχνίαν ἄφατον, ἐνανθρωπήσαντα, τεκοῦσαν Θεοτόκον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής,
σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ,
αὔλων Νόων φύσις γεραίρουσα,
τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος,
καὶ βοάτω·
Χαίροις παμμακάριστε,
Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἵστασο κριτός, ὁ κρῖναι τὰ σύμπαντα, μέλλων φιλάνθρωπε, στέφος ἀνεδήσω δέ, ἐθελουσίως, Σῶτερ ἀκάνθινον, παρακοῆς τὴν ἄκανθαν, Χριστὲ προθέλυμνον, ὑπεκτίλλων, πᾶσιν ἐμφυτεύων τε, τὴν τῆς σῆς εὐσπλαγχνίας ἐπίγνωσιν.

Ὢ πῶς ὁ λαός, ὁ ἄδικος δίκαιον, ὄντα καὶ ἄμεμπτον, φθόνῳ σκοτιζόμενος, σὲ φωτοδότα, Σταυρῷ προδίδωσιν! οὗ περ τὸ πάθος ἥλιος, ὁρῶν σκοτίζεται, καὶ φαιδρότης, Ναοῦ διαρρήγνυται, καὶ δονεῖται τῆς γῆς τὰ θεμέλια.
Μαρτυρικὰ
Σύμμορφοι παθῶν, Χριστοῦ χρηματίζετε, ἅγιοι Μάρτυρες, καὶ συγκληρονόμοι δέ, τῆς βασιλείας, καὶ τῆς λαμπρότητος· διὸ φωταγωγήσατε, τοὺς ὑμνῳδοὺς ὑμῶν, ἁμαρτίας, ζόφου ἀπαλλάττοντες, καὶ ποικίλων σοφοὶ περιστάσεων.

Ἤδη πρὸς αὐτά, σοφοὶ τὰ οὐράνια, κατεσκηνώσατε, δόξης τε λαβόμενοι, τῆς ἀϊδίου, καὶ ταῖς μεθέξεσι, ταῖς ἱεραῖς θεούμενοι, μέμνησθε πᾶν πίστει τήν τῶν ἡμῶν, τῶν τιμώντων, πανίερον, καὶ σεπτὴν ὑμῶν μνήμην πανεύφημοι.
Θεοτοκίον
Φώτισον Ἁγνή, τοὺς πόθῳ ὑμνοῦντάς σε, καὶ μεγαλύνοντας, λῦσον τῶν παθῶν ἡμῶν, τὸ σκότος Κόρη, παῦσον τὸν κλύδωνα, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, τοὺς τῆς Ἄγαρ, γόνους καθυπόταξον, Βασιλεῖ εὐσεβεῖ ταῖς πρεσβείαις σου.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι,
τὴν κατάραν εἰσῳκίσατο,
σὺ δὲ Παρθένε Θεοτόκε,
τῷ τῆς κυοφορίας βλαστήματι,
τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας.
Ὅθεν σε πάντες μεγαλύνομεν.

Ἄνθρακα τὸν νοητὸν Ἁγνὴ θεόνυμφε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεοτόκε, μορφῇ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμῳ σωτηρίαν πυρσεύοντα· ὅθεν σε πάντες μεγαλύνομεν.

Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόρρωθεν ταῦτα μυηθέντες καὶ θείᾳ ἐπιπνοίᾳ τοῦ Πνεύματος, τῷ κόσμῳ διαπρυσίως κηρύξαντες, ὧν τὰς ἐκβάσεις νῦν θαυμάζομεν.

Ὡραῖος τῷ κάλλει ὁ καρπὸς καὶ ἔκλαμπρος, παρὰ πάντας τῆς κοιλίας σου· σὺ γὰρ Παρθένε Θεοτόκε, Θεὸν σεσαρκωμένον ἐγέννησας φανέντα, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἀπόστιχα τῶν Αἴνων Σταυρώσιμα, Ἦχος δ'
Τεῖχος ἡμῖν γένοιτο ὁ Σταυρός σου, Ἰησοῦ Σωτὴρ ἡμῶν· ἄλλην γὰρ ἐλπίδα οἱ πιστοὶ οὐκ ἔχομεν, εἰμὴ σὲ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἔδωκας σημείωσιν,
τοῖς φοβουμένοις σε Κύριε,
τὸν Σταυρόν σου τὸν τίμιον,
δι' οὗ ἐθριάμβευσας,
τάς ἀρχὰς τοῦ σκότους,
καὶ τάς ἐξουσίας,
καὶ ἐπανήγαγες ἡμᾶς,
εἰς τὴν ἀρχαίαν μακαριότητα·
διό σου τὴν φιλάνθρωπον,
οἰκονομίαν δοξάζομεν,
Ἰησοῦ παντοδύναμε,
ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος δ'
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῷ Σταυρῷ ὁπλισάμενοι· ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον, Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγεν· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δ'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Διὰ ξύλου ὁ Ἀδάμ,
Παραδείσου γέγονεν ἄποικος,
διὰ ξύλου δὲ σταυροῦ,
ὁ Λῃστὴς Παράδεισον ᾤκησεν.
Ὁ μὲν γὰρ γευσάμενος
ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος.
Ὁ δὲ συσταυρούμενος,
Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον.
Μνήσθητι καὶ ἡμῶν Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Καθορῶσαί σε Σταυρῷ, τεταμένον μόνε Μακρόθυμε, αἱ Δυνάμεις οὐρανῶν, ἀποροῦσαι τρόμῳ ἐξίσταντο, ἡ γῆ ἐκυμαίνετο, καὶ φωστήρων κάλλος ἐναπεσβέννυτο. Ἀδάμ ὁ κατάκριτος, ἀδίκως φιλάνθρωπε κρινομένου σου, ἐδικαιοῦτο ὑμνῶν σου τὴν ἀγαθότητα.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ἐν τῷ Κρανίῳ ὑψωθείς, τοῦ ἐχθροῦ τὴν κάραν συνέτριψας, ἐπὶ ξύλου δὲ θανών, τοὺς καρπῷ τοῦ ξύλου τεθνήξαντας, ἐζώωσας Δέσποτα, καὶ Παραδείσου πολίτας ἔδειξας, ἀπαύστως ὑμνοῦντάς σε, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ βοῶντάς σοι· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ὥσπερ ὅπλον τὸν Σταυρόν, ἀναλαβόντες ἅγιοι Μάρτυρες, πρὸς παράταξιν ἐχθρῶν, λογισμῷ γενναίῳ ἐξήλθετε, καὶ τούτους ὀλέσαντες, ἀφθαρσίας στέφανον ἀνεδήσασθε, καὶ δόξης ἐτύχετε, καὶ θείας λαμπρότητος ἀξιάγαστοι· ὅθεν πίστει ὑμᾶς πάντες μακαρίζομεν.
Δόξα...
Ἵνα δείξῃς ἐμφανῶς, τὴν πρὸς ἡμᾶς Σωτὴρ εὐσπλαγχνίαν σου, προσηλώθης τῷ Σταυρῷ , ὁ Πατρὶ συνὼν καὶ τῷ Πνεύματι, καὶ σπόγγον καὶ κάλαμον, ἐμπαιγμοὺς καὶ μάστιγας καθυπέμεινας, βουλόμενος ῥύσασθαι, πυρὸς αἰωνίζοντος τοὺς κραυγάζοντας· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου.
Καὶ νῦν... Σταυροθεοτοκίον
Ὁ ἀχώρητος παντί, ἀστενοχωρήτως κατῴκησε, τὴν ἁγίαν σου νηδύν, Θεογεννῆτορ Ἄχραντε Δέσποινα, καὶ ξύλῳ νεκρούμενος, τὴν ζωὴν τῷ κόσμῳ ἐπήγασεν. Αὐτὸν οὖν ἱκέτευε, νεκρῶσαι τὸ φρόνημα τῆς σαρκὸς ἡμῶν, καὶ σῶσαι ἡμᾶς πάντας ὡς φιλάνθρωπος.