ΠΑΡΑΚΛΗΤΙΚΗ
ΔΕΥΤΕΡΑ Δ΄ ΗΧΟΣ




Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Δεῦρο τάλαινα πρόσπεσον, τῷ Θεῷ ἐν θερμότητι, τῶν δακρύων κράζουσα, τὸ ἡμάρτηκα, ψυχὴ παμβέβηλε ἵλεων, τὸν Κριτὴν ἀπέργασαι, πρὸ τοῦ τέλους καὶ αὐτῷ, ἐκ καρδίας ἀνάκραξον· Μὴ ἀπώσῃ μου, στεναγμοὺς ὁ Θεός μου, μὴ παρόψῃ, συντριβήν μου τῆς καρδίας, ὦ πολυεύσπλαγχνε Κύριε.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ τε, ὁ ἐχθρὸς ὁ παμπόνηρος, πολεμῶν οὐ παύεται δελεάσαι με, καὶ πρὸς ἀπώλειαν ἕλκει με, κακίας πρὸς βάραθρα, ἀλλ' ὡς μόνος ἀγαθός, τῆς αὐτοῦ τυραννίδος με ἀπολύτρωσαι, καὶ παντοίας ἀνάγκης, Ἰησοῦ μου, ὑπεράγαθε καὶ σῶσον, ἐκ πολυτρόπων κολάσεων.

Οἰκητήριον γέγονα, λογισμῶν τῶν θλιβόντων με, καὶ ἀλλοτριούντων με ἐκ σοῦ Δέσποτα, τὰς ἐντολάς σου ἠθέτησα, ποιεῖν σου τὸ θέλημα, οὐκ ἠθέλησα ποτέ, ἀλλ' εὐδόκησον Κύριε, ἐνοικήσαί μοι, διὰ πλῆθος ἐλέους, καὶ διδάξαι, τοῦ ποιεῖν τὸ θέλημά σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Στιχηρά τῶν Ἀσωμάτων
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Σοῦ τῆς θείας ἐλλάμψεως, δεκτικὰ καταγώγια, καὶ δοχεῖα πάνσεπτα, κατεσκεύασας, τὰ τῶν Ἀγγέλων στρατεύματα, καὶ θεῖα συστήματα, σοῦ τῆς δόξης θεωρούς, παραστάτας τοῦ θρόνου σου, τοὺς τὸν λόγον σου, δυνατῶς ἐν ἰσχύϊ ἐκτελοῦντας, καὶ συντόνως ἐκπληροῦντας, τὰς ἐντολάς σου φιλάνθρωπε.

Ἀγαθότητος πέλαγος, ἀναφαίνειν βουλόμενος, ἀγαθὸς ὢν ἄναρχε, πρῶτον ἔκτισας, παντοδυνάμῳ σου νεύματι, καὶ θείῳ προστάγματι, τῶν Ἀγγέλων τοὺς χορούς, καὶ δυνάμεων τάγματα· ὄντως ἔδει γάρ, τὸ καλὸν ἐκχυθῆναι καὶ ὁδεῦσαι, καὶ ὡς πλείονα γενέσθαι, τὰ σὰ δωρήματα Δέσποτα.

Σεραφεὶμ ἑξαπτέρυγα, Χερουβεὶμ πολυόμματα, ἐπηρμένοι θρόνοι τε περιέπουσι, τῆς φωτουργοῦ σου ἐλλάμψεως, ἀμέσως μετέχοντες, Κυριότητες Ἀρχαί, Ἐξουσίαι Ἀρχάγγελοι, καὶ οἱ Ἄγγελοι, καὶ Δυνάμεις αἱ θεῖαι τὴν σὴν δόξαν, Παντοκράτορ εὐφημοῦντες, ὑπὲρ ἡμῶν δυσωποῦσί σε.
Θεοτοκίον, Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἀπόστιχα Κατανυκτικά
Ἦχος δ'
Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι, ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῳ τούτῳ οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ Ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικόν
Ὁ ἐνδοξαζόμενος ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος δ'
Χαῖρε φωτὸς Νεφέλη, χαῖρε Λυχνία φωτεινή, χαῖρε Στάμνε ἡ τοῦ Μάννα, χαῖρε ἡ Ῥάβδος Ἀαρὼν, χαῖρε Βάτε ἄφλεκτε, χαῖρε Λαμπάς, χαῖρε θρόνε, χαῖρε Ὄρος ἅγιον, χαῖρε Παράδεισε, χαῖρε θεία Τράπεζα, χαῖρε Πύλη μυστική, χαῖρε ἡ πάντων ἐλπίς.

Μετὰ τὴν α' Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ
Ἦχος δ'
Τὴν ταπεινήν μου ψυχήν, ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν πόρνην, δέξαι κᾀμέ, καὶ σῶσόν με.

Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἐνθυμοῦμαι τὴν ἄβυσσον τῶν πολλῶν μου κακῶν, καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοι προσφθέγγομαι φωνήν. Σῶσόν με Χριστὲ ὁ Θεός, σῶσόν με ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Φοβερὸν τὸ μυστήριον, καὶ τὸ θαῦμα παράδοξον, πῶς ἡ Παρθένος, σὲ τὸν Κτίστην τῶν ἁπάντων ἐβάστασε, καὶ μετὰ τόκον πάλιν σώα καὶ παρθένος διέμεινεν! ὁ τεχθείς ἐξ αὐτῆς τὴν πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, καὶ τὸν κόσμον εἰρήνευσον, ὁ Θεὸς ὡς φιλάνθρωπος.

Μετὰ τὴν β' Στιχολογίαν ἕτερα Καθίσματα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ταχὺ συνεισέλθωμεν, εἰς τὸν νυμφῶνα Χριστοῦ, καὶ πάντες ἀκούσωμεν, τῆς μακαρίας φωνῆς, αὐτοῦ τοῦ Θεοῦ ἡμῶν. Δεῦτε οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, μέτοχοι γεγονότες, τῶν φρονίμων παρθένων, φαιδρύνατε τὰς λαμπάδας ὑμῶν, διὰ τῆς πίστεως.
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ κριτῇ, ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τίθενται θρόνοι φοβεροί, καὶ τῶν ἀνθρώπων αἱ πράξεις διελέγχονται, τότε ὁ Κριτὴς ἀδυσώπητος· πρὸ βήματος γὰρ πῦρ προπορεύεται, ὥσπερ ἀγρία θάλασσα σὺν ἤχῳ, κατακαλύπτον τοὺς πταίσαντας. Ἀναλογίζου ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἡ κυρίως καὶ ἀληθῶς Θεοτόκος πρεσβεύουσα, ὡς Μήτηρ ἐν παρρησίᾳ τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, διαφύλαξον ποίμνην, ἐξαιρέτως τῇ σκέπῃ σου προστρέχουσαν, πρὸς σὲ καταφεύγουσαν τὸν λιμένα, τὸ τεῖχος, τὴν μόνην προστασίαν τοῦ γένους τῶν ἀνθρώπων.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα ἕτερα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἀΰλοις ἐν στόμασι, Τριὰς ὑπέρθεε, ἀπαύστως ὑμνοῦσί σε, τῶν Ἀσωμάτων χοροί, καὶ φόβῳ, παρίστανται, Ἅγιος ἐκβοῶντες, Τρισυπόστατε Φύσις. Ἐλέησον γοῦν χειρῶν σου, τῶν οἰκείων τὸ πλάσμα, αὐτῶν ταῖς ἱκεσίαις, μόνε φιλάνθρωπε.
Μαρτυρικὸν
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρύναι· δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τῇ ἀνατραφείσῃ ἐν τῷ Ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων,
"Σῶσόν με Σῶτερ, ὡς τὸν Ἄσωτον πάλαι. Ἰωσήφ".

ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

Σωτήρ μου Ἰησοῦ, ὁ τὸν Ἄσωτον σώσας, ὁ τῆς Πόρνης τὸν κλαυθμόν, δεξάμενος ποτέ, ὁ Τελώνην στενάξαντα, νεύματί σου δικαιώσας, ἀναρίθμητα πταίσαντα, ἐπιστρέφοντα δέξαι, καὶ σῶσόν με.

Ὡς ὕλην δαπανᾷ, τὴν ψυχήν μου κακίας, ἡ πυρὰ καὶ τῆς φλογός, ὑπέκκαυμα ποιεῖ, τῆς μελλούσης φιλάνθρωπε, σβέσον, ταύτην δροσισμῷ σου, τοῦ ἐλέους Μακρόθυμε, μετανοίας παρέχων μοι δάκρυα.
Μαρτυρικὰ
Συνέσεως πολλῆς, ὁ χορὸς πεπλησμένος, τῶν ἁγίων ἀθλητῶν, ἀσύνετον βουλήν, καὶ ἀλλόκοτον φρόνημα, πάντων τῶν παρανομούντων, νηφαλέως ἐξέκλινε, καὶ τῶν θείων βραβείων ἐπέτυχε.

Οἱ κόσμου τὰ τερπνά, παρωσάμενοι πάντα, ὑπερκόσμιον ζωήν, εἰλήφατε σοφοί, Ἀθλοφόροι πανεύφημοι· πάσης οὖν με τῆς τοῦ κόσμου, ἐκλυτρώσασθε σχέσεως, τὸν γνησίως ὑμᾶς μακαρίζοντα.
Θεοτοκίον
Ὑπέρφωτε λαμπάς, τοῦ Ἡλίου τῆς δόξης, τῆς ψυχῆς μου τὸν πυρσόν, σβεννύμενον ἀεί, ῥαθυμίᾳ προσάναψον, θείων ἔργων τῷ ἐλαίῳ, Παναγία ἐπάρδουσα, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχίς.
"ᾨδὴ τετάρτη τῶν Ἀσωμάτων νόων".

ᾨδὴ α'
Ἦχος δ'
Τριστάτας κραταιούς ΤΟ ΑΚΟΥΤΕ
Ὡς Νόες καθαροί, τῷ μεγάλῳ καὶ πρώτῳ, παριστάμενοι Νοΐ, καὶ θείας ἀστραπῆς, ἐμπιπλάμενοι Ἄγγελοι, αἴγλῃ με τῇ ὑμετέρᾳ, καταυγάσατε μέλποντα, τὸν παναίτιον Λόγον πανένδοξοι.

Δι' ὅλου πρὸς Θεόν, νενευκότες τῷ πόθῳ, καὶ ταῖς θείαις καλλοναῖς, μορφούμενοι ἀεί, ὦ Ἀρχάγγελοι ἔνδοξοι, στάσεσι παναρμονίοις, περιέπετε κράζοντες, ἐπινίκιον ὕμνον τῷ Κτίσαντι.
Θεοτοκίον
Ἡ μόνη ἐν γαστρί, δεξαμένη τὸν Λόγον, ὃν Ἀγγέλων στρατιαί, δοξάζουσιν ἀεί, τὴν ψυχήν μου καταύγασον, λύουσα τῆς ἁμαρτίας, τὴν ζοφώδη κακόνοιαν, καὶ φωτίζουσα γνώσει τοῦ Πνεύματος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀφ' ὕψους κατῆλθες, βουλήσει ἐπὶ γῆς, ὁ ὑπεράνω πάσης ἀρχῆς, καὶ ταπεινὴν ἀνύψωσας ἐξ ᾅδου κατωτάτου, φύσιν βροτείαν· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Νυκτί με τοῦ βίου, τὸ σκότος τῶν παθῶν, κατέλαβε Χριστὲ ὁ Θεός, φῶς οὖν τυγχάνων ἄδυτον, ἀκτῖσι μετανοίας με καταυγάσας, σῶσόν με φιλάνθρωπε, ἵνα δοξάζω σε.

Μερίδος με δεῖξον, Χριστὲ τῶν ἐκλεκτῶν, τῆς ἐναντίας μοίρας Σωτήρ, ἀποχωρίσας δάκρυσι, καὶ ἐλεημοσύνῃ κεκαθαρμένον, ὅπως κατὰ χρέος σε, δοξάζω πάντοτε.
Μαρτυρικὰ
Ἐβάφησαν ὄντως, τοῖς αἵμασιν ὑμῶν, οἱ πόδες, καὶ ὀξύτερον, πρὸς οὐρανὸν ἐβάδισαν, μετὰ τῆς ἁμαρτίας τὴν γῆν λιπόντες, Μάρτυρες ἐφάμιλλοι, θείων Δυνάμεων.

Στρεβλούμενον σῶμα, ὑμῶν τοῖς αἰκισμοῖς, ἐλύετο Χριστοῦ Ἀθληταί, ψυχῆς δὲ ἐκρατύνετο, ὁ τόνος τῇ ἀγάπῃ προσδεδεμένος, ἀλύτως τοῦ Κτίσαντος, πάντα βουλήματι.
Θεοτοκίον
Μαρία Κυρία, ὡς οὖσα τοῦ παντός, τὸν Κύριον γεννήσασα, κυριευθέντα πάθεσι τὸν νοῦν μου, καὶ κακίᾳ μελανωθέντα, ἐλεύθερον ποίησον, καὶ καταλάμπρυνον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γ'
Ἦχος δ'
Ἀφ' ὕψους κατῆλθες ΤΟ ΑΚΟΥΤΕ
Ταῖς ὑπερκοσμίαις, ὁ ὑμνούμενος χορείαις, τὰς τάξεις τούτων Χριστέ, καὶ τὰ τῶν πιστῶν συστήματα, μιμεῖσθαι θεοφρόνως ποίησον Λόγε· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Ἔρωτος θερμοῦ, συντονίᾳ ὀρεκτῶν, προσομιλοῦντες πρώτῃ πηγῇ, λειτουργικῶς παρίστασθε, ὑμνοῦντες ἀσιγήτως, μίαν οὐσίαν, Θεότητος ἄναρχον, θεῖοι Ἀρχάγγελοι.
Θεοτοκίον
Τῆς Εὔας τὴν πάλαι, κατάραν περιφανῶς, διέλυσας, τὸν Χριστὸν κυοφοροῦσα, Μήτηρ ἁγνή, τὸν πάντας στεφανοῦντα ταῖς εὐλογίαις· οὐ γὰρ ἔστιν Ἄχραντε, πλήν σου βοήθεια.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὡς Κριτῇ δικαιοτάτῳ, νῦν προσπίπτω σοι Κύριε· κατακεκριμένον, καὶ κατεγνωσμένον με οἴκτειρον, καὶ τῆς δικαίας σου ῥῦσαι ἀποφάσεως, καὶ τῆς στάσεως, τῶν ἐκλεκτῶν καταξίωσον.

Τὸν λῃσταῖς περιπεσόντα, ἀνημέροις φιλάνθρωπε, τὸν τραυματισθέντα, ἴασαι Χριστέ, ἐπιχέων μοι, τῆς μετανοίας τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐνδύων με, καταστολὴν τὴν σωτήριον.
Μαρτυρικὰ
Ἐνεδύσασθε ἐξ ὕψους, σωτηρίου ἱμάτιον, ἐν τῇ ἀπεκδύσει, σώματος πανεύφημοι Μάρτυρες, καὶ τὸν ἐκδύσαντα πρῴην τους προπάτορας, ἐγυμνώσατε, ἄπνουν νεκρόν ἐργασάμενοι.

Ῥητορεύοντες ἀνόμων, κατενώπιον Μάρτυρες, τοῦ Θεοῦ τὸν λόγον, γνώσει εὐσεβείας κοσμούμενοι, σοφοὺς καὶ ῥήτορας πάντας, κατῃσχύνατε, ἀσεβοῦντας, καὶ τόν δυσμενῆ θανατώσαντες.
Θεοτοκίον
Ἐπὶ σὲ καθάπερ ὄμβρος, τῆς σοφίας ἡ ἄβυσσος, Ἰησοῦς κατῆλθε, μόνην καθαράν σε εὑράμενος, Θεογεννῆτορ Παρθένε, καὶ κατέκαυσεν, ἁμαρτίας, χειμάρρους δεινούς θείᾳ χάριτι.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δ'
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ἀκαταλήπτῳ δυνάμει, ἐκ μὴ ὄντων παρήγαγες, οὐρανίους Νόας, Λόγε τοῦ Θεοῦ ὑπερούσιε, καὶ τῇ ἀρρήτῳ σου δόξῃ κατεκάλλυνας, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ῥυθμιζόμεναι τῶν ἄνω, αἱ Δυνάμεις τοῦ Πνεύματος, ταῖς ἡνίαις τούτου, καὶ θείαις αὐγαῖς πυρσευόμεναι, ἀμεταπτώτους τὰς τάξεις ἐκληρώσαντο, μίαν σέβουσαι, πάντων ἀρχὴν καὶ Θεότητα.

Τοῦ προσώπου σου τὸ κάλλος, τὸ ὡραῖον θεάσασθαι, καταξιωθεῖσαι, αἱ λειτουργικαί σου λαμπρότητες, καὶ τὰς ἐκεῖθεν ἐμφάσεις εἰσδεχόμεναι, σοὶ κραυγάζουσι· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Θεοτοκίον
Ἡ Βασίλισσα Παρθένος, διαχρύσῳ στολίσματι, ὡραϊζομένη, Υἱῷ Βασιλεῖ νῦν παρίσταται, ἡ ἀσυγκρίτως Ἀγγέλους ὑπερέχουσα, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς Θεότητος.

Ὢ πῶς κατάκριτος, σοὶ τῷ Κριτῇ, πάντων καὶ Θεῷ, μέλλω παρίστασθαι, καὶ διελέγχεσθαι, περὶ πάντων τῶν δεινῶν, ὧν περ ἀφρόνως ἐπλημμέλησα ἑκών, καὶ ἐμαυτόν ὅλως κατηχρείωσα!

Σώσόν με Κύριε, ὅτι κακῶν, πέπλησμαι πολλῶν, ἴασαι Δέσποτα, τὰς ἁμαρτίας μου, καὶ τὰ ἕλκη τὰ δεινά, καὶ μὴ ἐάσῃς ἀπολέσθαι με, τὸν μόνον Ἰησοῦ μου, πολλά σοι πταίσαντα.
Μαρτυρικὰ
Τέλος μακάριον, οἱ Ἀθληταί, εὕραντο σαφῶς, δόξης ἐπέτυχον, Χριστὸν δοξάσαντες, τοῖς οἰκείοις μέλεσι, τὸν ἀθλοθέτην, αἰκισμοῖς καὶ σπαραγμοῖς, ὁμιλεῖν ἀνδρικῶς αἱρούμενοι.

Ὄλβον οὐράνιον, πανευκλεῶς, θεῖοι Ἀθληταί, στέφος ἀμάραντον, καὶ φῶς ἀνέσπερον, καὶ οἰκίαν μηδαμῶς παλαιουμένην, ἀχειρότευκτον κληροῦσθε, Μάρτυρες τοῦ Χριστοῦ πανεύφημοι.
Θεοτοκίον
Σοῦ τὰ θαυμάσια, προφητικαί, ἔφησαν φωναί, ὄρος καλοῦσαί σε, καὶ πύλην Ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος, ἀληθῶς τὸ θαυμαστόν, φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ε'
Ἦχος δ'
Νῦν ἀναστήσομαι ΤΟ ΑΚΟΥΤΕ
Τρόμῳ δοξάζουσι, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, θρόνοι, Ἀρχάγγελοι, καὶ Κυριότητες, καὶ Δυνάμεις, καὶ Ἀρχαί, καὶ Ἐξουσίαι, σὺν Ἀγγέλοις τὸ σεπτόν, τῆς μιᾶς καὶ τριττῆς Θεότητος.

Ὤφθησαν Ἄγγελοι, φωτοειδῶς, λάμποντες Χριστέ, σοῦ τὴν Ἀνάστασιν διακηρύττοντες, ταῖς ὁσίαις Γυναιξί, καὶ τῶν ἐχθρῶν σου, κατασείοντες τὸν νοῦν, ἀστραπαῖς τῆς σαυτοῦ Θεότητος.
Θεοτοκίον
Νῦν περιφρούρησον, παρεμβολαῖς, Ἀρχαγγελικαῖς τὴν Ἐκκλησίαν σου, τὴν σὲ δοξάζουσαν, ὀρθοδόξοις ἐν φωναῖς, ὁ ἐκ Παρθένου ἀπορρήτως γεννηθείς, καὶ βροτούς ἐκ φθορᾶς ῥυσάμενος.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.

Νεκρὸς χρηματίζων οὐ γινώσκω, ἀναισθητῶν ὁ τάλας, καὶ συνείδησιν μεμολυσμένην, φέρων ἀεί, ὁ Θεὸς ὁ πλάστης μου, μὴ εἰς τέλος ἀπολέσῃς με.

Αἱ πράξεις μου μέλλουσιν οἰκτίρμον, ἐπὶ τοῦ βήματός σου, ὥσπερ δήμιοι κατηγορεῖν μου, ἐξ ὧν Χριστέ, διὰ τάχους ῥῦσαί με, ὁδηγῶν με πρὸς μετάνοιαν.
Μαρτυρικὰ
Συνέτριψε δῆμος παρανόμων, ὀστᾶ τῶν Ἀθλοφόρων, ἀλλ' οὐκ ἔθραυσε τούτων τὴν πίστιν, δι' ἧς Θεοῦ, κληρονόμοι ὤφθησαν, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ὡς τίμιοι λίθοι ἐπὶ πέτραν, τῆς ἀρραγοῦς ἐλπίδος, ᾠκοδόμηνται οἱ Ἀθλοφόροι, καὶ ὡς ναοί, τοῦ Ἁγίου Πνεύματος, πρὸς ναὸν Θεοῦ ἐσκήνωσαν
Θεοτοκίον
Τὴν ἀμαυρωθεῖσάν μου καρδίαν, ταῖς σκοτειναῖς ἐφόδοις, θεονύμφευτε τῆς ἁμαρτίας, τῷ φωτισμῷ, τῷ ἐν σοὶ καταύγασον, ἡ τὸν Ἥλιον κυήσασα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ς'
Ἦχος δ'
Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης ΤΟ ΑΚΟΥΤΕ
Αἱ κύκλῳ παρεστῶσαι τοῦ Δεσπότου, καὶ καθαρῶς τρυφῶσαι, τῆς ἐλλάμψεως τῆς ἀρχιφώτου, Ἀγγελικαί, στρατιαὶ λαμπρύνετε, τοὺς ἐν πίστει ὑμᾶς μέλποντας.

Σοφία τῇ σῇ δημιουργήσας, Ἀγγελικὰς χορείας, Κυριότητάς τε καὶ Δυνάμεις καὶ Σεραφείμ, ὡς Δεσπότης ἔδειξας, αἰωνίως σε γεραίροντας.
Θεοτοκίον
Ὡς θρόνοις Χριστὲ τοῖς ἐπηρμενοις, ἐπαναπεπαυμένος, καὶ τὰ σύμπαντα θείᾳ προνοίᾳ, περισκοπῶν, ἐν ἀγκάλαις Δέσποτα, τῆς Παρθένου ἀναπέπαυσαι.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, μέσον τοῦ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τίνι σε ἐξομοιώσω, οἴμοι! τάλαινα ψυχή, ποθοῦσαν τὰ ἄτοπα, καὶ μὴ τὰ καλὰ ἐκζητοῦσαν· διὸ πρὸ τέλους, σπεῦσον, τρόπους χρηστοὺς ἐπιδείξασθαι.

Ὄμβρους Χριστὲ δακρύων δίδου, ὅπως τὰ ἐμὰ κακά, ἀποκλαύσωμαι πικρῶς, καὶ μὴ συγχωρήσῃς με Σῶτερ, νῦν ἀπολέσθαι, πταίσαντά σοι πολλὰ ὑπὲρ ἄνθρωπον.
Μαρτυρικὰ
Νέκρωσιν τοῦ νεκρωθέντος, Λόγου φέροντες σαρκί, πλάνην ἐνεκρώσατε, ζῆτε δὲ θανόντες ἐν δόξῃ, καὶ νεκρωθέντας πάθεσιν, Ἀθληταὶ θεραπεύετε.

Ποῖος τόπος νῦν οὐκ ἔχει, Μάρτυρες φωταγωγούς, ὑμᾶς καὶ προπύργια; ποία οὐ φαιδρύνεται χώρα, ὑμῶν τοῖς ἄθλοις ἔνδοξοι, καὶ δόσει τῶν ἰάσεων;
Θεοτοκίον
Μόνη μένεις μετὰ τόκον Δέσποινα παρθενικῷ κάλλει διαλάμπουσα, μόνη τὰ μητέρων διέδρας· Θεὸν γὰρ μόνη ἔτεκες, λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζ'
Ἦχος δ'
Νέοι τρεῖς ἐν Βαβυλῶνι ΤΟ ΑΚΟΥΤΕ
Μάρτυρας τῶν πεπραγμένων, ἔχοντες τοὺς νοερούς, Ἀγγέλους ἑλώμεθα, ἁγνῶς βιωτεύειν βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἄνθρακι κεκαθαρμένος, θρόνῳ σου τὰ Σεραφείμ, ὁρᾷ παριστάμενα, ὁ θεῖος βοῶν Ἡσαΐας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Τάγματα τῶν Ἀσωμάτων, πάντων ὡς τὸν Ποιητήν, τεκοῦσα καὶ Κύριον, Παρθένε σαφῶς ὑπερέβης, εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἀπεφάνθην τοῖς κτήνεσιν ὅμοιος, ὑποκύψας ἀλόγων τοῖς πάθεσι, Λόγε Θεοῦ προάναρχε, ἐπιστρέψας με σῶσον, ἀναβοῶντα· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Λυμαινόμενος ὗς ἐλυμήνατο, μονιός με Σωτήρ, ὥσπερ ἄμπελον, γεωργηθεῖσαν πάθεσιν, ἐξ οὗ ῥῦσαί με τάχος, καὶ καρποφόρον, ἀρεταῖς τὴν ψυχήν μου ἀνάδειξον.
Μαρτυρικὰ
Αἱ βαφαὶ τῶν αἱμάτων ἐπέχρωσαν, πορφυρίδα ὑμῖν θεοΰφαντον, ἣν στολισθέντες Μάρτυρες, στεφηφόροι ταῖς νίκαις, τῷ ἐν ὑψίστοις, Βασιλεῖ αἰωνίῳ παρίστασθε.

Ἱερὸς τῶν Μαρτύρων κατάλογος, ἀνιέρων διέλυσε σύστημα, τὸ κελεῦον παράνομα, καὶ νομίμως ἀθλήσας, πρὸς τοῦ Δεσπότου τῶν ἁπάντων, νομίμως κατέστεπται.
Θεοτοκίον
Εὐλογεῖ πᾶσα κτίσις τὸν τόκον σου, εὐλογίαις ἡμᾶς στεφανώσαντα, καὶ τὴν ἀρὰν ἐξάραντα. Παντευλόγητε μόνη, δεδοξασμένη, ἡ τὸ γένος ἡμῶν χαριτώσασα.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ η'
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε ΤΟ ΑΚΟΥΤΕ
Ὡς ὑπάρχων ζωὴ ἡ ἀθάνατος, ἀθανάτου ζωῆς τοὺς μεθέξοντας, δημιουργῶν ὑπέστησας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Νοερῶς σε κυκλοῦντες Ἀρχάγγελοι, ταῖς ἀπαύστοις φωναῖς ἀνακράζουσι, θεοπρεπῶς γεραίροντες, τῷ Δεσπότῃ τῶν ὅλων, ἀναβοῶντες· Εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Νομικαὶ προετύπουν εἰκόνες σε, τεξομένην Θεὸν Παμμακάριστε, ὕλῃ σαρκὸς ἑνούμενον, τὸν πρὶν ἄϋλον ὄντα, φύσει τῇ θείᾳ, εὐλογοῦμεν Παρθένε τὸν τόκον σου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἰδοὺ μετανοίας ὁ καιρός, τί μέλλομεν, τί τῷ ὕπνῳ βυθιζόμεθα; τῆς ῥαθυμίας ἀποστῶμεν, κοσμήσωμεν λαμπάδας ὡς γέγραπται, ἐλαίῳ εὐποιΐας, μὴ μείνωμεν, ἔξω τῆς θύρας ὀδυρόμενοι.

Ὡς ἔστι καιρὸς μετανοεῖν, ἐπίστρεψον, τῶν κακῶν σου ὧν ἐποίησας, γνώσει ψυχή μου καὶ ἀγνοίᾳ, καὶ βόησον τῷ πάντα γινώσκοντι· Ἡμάρτηκα συγχώρησον Δέσποτα, μή με βδελύξῃ τὸν ἀνάξιον.
Μαρτυρικὰ
Συνῆξεν ἐκ πάσης ὁ Χριστὸς ἀθλήσαντας, τοὺς Ἁγίους ἐμφανέστατα, χώρας καὶ πόλεως εἰς τόπους, ἐνδόξους εἰς τιμίαν κατάπαυσιν, καὶ νῦν τῶν πρωτοτόκων φαιδρύνουσι, τὴν Ἐκκλησίαν ἀγαλλόμενοι.

Ἡ πάνσεπτος θήκη τῶν σεπτῶν Μαρτύρων σου, φρυκτωρίαις θείου Πνεύματος, αὐγαζομένη παραδόξως, ἰάσεων ἐκπέμπει φαιδρότητας, ἐνθάπτει νοσημάτων ἐπήρειαν, Κύριε μόνε πολυέλεε.
Θεοτοκίον
Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον, ἐχθροὺς καταρράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κρυπτὸν θεῖον ἄχραντον, ἐν σοὶ τελεῖται ἐμφανὲς Μυστήριον, Παρθένε ἄχραντε· καὶ γὰρ Θεὸς ἐκ σοῦ σεσωμάτωται, δι' εὐσπλαχνίαν· διό σε ὡς Θεοτόκον μεγαλύνομεν.

Οἱ Νοῦν τὸν Γεννήτορα καὶ προβολέα, τοῦ Υἱοῦ καὶ Πνεύματος, ὑμνοῦντες Ἄγγελοι, νῦν πρὸς ἡμᾶς τῆς θείας χρηστότητος, τὰς χορηγίας συντόνως, διαπορθμεύειν προθυμήθητε.

Ὡραίως κοσμούμενοι τῆς ἀφθαρσίας, δωρεᾷ καὶ χάριτι, θεῖοι Ἀρχάγγελοι, σὲ τὴν πηγὴν Χριστὲ τὴν ἀέναον, τῆς ἀφθαρσίας ὑμνοῦντες, ὡς εὐεργέτην μεγαλύνουσι.
Θεοτοκίον
Νυμφῶνα σαρκώσεως τῆς ἀπορρήτου, καὶ παστάδα ἔμψυχον, πιστοὶ γινώσκομεν, καὶ κιβωτὸν τοῦ νόμου τῆς χάριτος, σὲ Θεοτόκε· διό σε, ἀκαταπαύστως μεγαλύνομεν.

Ἀπόστιχα Κατανυκτικὰ
Ἦχος δ'
Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν Ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Πλῦνόν με τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι. Ἥμαρτον ἐλέησόν με ὁ Θεός.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῷ Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐνεδείχθητε δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον, Ἦχος δ'
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος δ'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν· ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον· Μνήσθητί μου βοῶν ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὑπὲρ πάντας τοὺς βροτούς, ἐπὶ γῆς ἐγὼ ἐπλημμέλησα, καὶ πτοοῦμαι τὸ ἐκεῖ, ἀπαραλόγιστον δικαστήριον, ἐν ᾧ ἀκατάκριτον, συντηρήσας τότε με Ὑπεράγαθε, κολάσεως λύτρωσαι, διδοὺς μοι μετάνοιαν ἀποπλύνουσαν, παντοίων με μολυσμῶν ὡς φιλάνθρωπος.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χερουβεὶμ καὶ Σεραφείμ, Ἐξουσίαι, θρόνοι Ἀρχάγγελοι, Κυριότητες ὁμοῦ, καὶ Δυνάμεις, ἅγιοι Ἄγγελοι, Ἀρχαὶ ὑψηλόταται, τῷ Δεσπότῃ ἄφεσιν παριστάμενοι, πταισμάτων αἰτήσασθε, καὶ βίου διόρθωσιν τοῖς βοῶσι πιστῶς· Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ὁμιλοῦντες τῷ πυρί, τὴν φρυγανώδη πλάνην ἐφλέξατε, Ἀθλοφόροι τοῦ Χριστοῦ, καὶ τῇ ὑμῶν πλημμύρᾳ τοῦ αἵματος, τὸν βύθιον δράκοντα, παντελῶς πανεύφημοι ἀπεπνίξατε, καὶ νίκην ἀράμενοι, τοῖς ἄνω στρατεύμασι συναγάλλεσθε, πρεσβεύοντες ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Ἡ τρισήλιος αὐγή, ἡ τὸ τοῦ κόσμου φάνασα πλήρωμα, της ψυχῆς μου τὰ δεινά, ἀποσοβοῦσα πάθη κατάπεμψον, φωτός σου ἀμάρυγμα, καὶ ἱλασμὸν πταισμάτων τοῦ κράζειν σοι, ἀνάρχῳ Γεννήτορι, Υἱῶ τῷ συνθρόνῳ τε, καὶ τῷ Πνεύματι. Τριὰς ἡ παντουργικὴ δύναμις σῶσον ἡμᾶς.
Καὶ νῦν ... Θεοτοκίον
Ἁμαρτάνοντα ἀεί, καὶ ῥαθυμίᾳ ὅλως κρατούμενον, κατοικτείρηρησον Ἁγνή, καὶ μετανοίας τρόποις βελτίωσον, διδοῦσα κατάνυξιν, τῇ πεπωρωμένῃ ψυχῇ μου Πάναγνε, ἐλπὶς ἀκαταίσχυντε, τῶν πόθῳ ὑμνούντων σε καὶ βοώντων Χριστῷ. Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλείᾳ σου.