ΠΑΡΑΚΛΗΤΙΚΗ

ΚΥΡΙΑΚΗ Δ' ΗΧΟΣ



Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ


Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος δ΄
Τὸν ζωοποιόν σου Σταυρόν,
ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός,
τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν·
δι' αὐτῆς γὰρ ἀνεκαίνισας,
τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε,
καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν,
ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς,
τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ,
τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς,
καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ,
τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας·
διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν,
ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε,
καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας,
γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας,
ζωὴν καὶ ἀφθαρσίαν
τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Δογματικόν.
Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν· διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος δ'
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ,
τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας
καὶ κατελθὼν ἐν τῷ ᾍδῃ,
τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας,
ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει·
διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν,
τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Καὶ Στιχηρὰ τῆς Θεοτόκου.
Ἦχος δ'
Ὁ ἐξ ἀνάρχου Πατρὸς Υἱὸς ἀχρόνως, διὰ συγκατάβασιν καὶ σωτηρίαν βροτῶν, Θεὸς ὢν ἄνθρωπος γέγονεν, ἵνα παράσχῃ, τῷ πρωτοπλάστῳ νῦν τὸν Παράδεισον, ἅμα καὶ τὴν ἅπασαν, φύσιν λυτρώσηται, ἐκ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν εἰκόνα, πεσοῦσαν σώσῃ ὡς εὐδιάλλακτος· ὅθεν Μητέρα ἀπειργάσατο, νυμφοτόκον Ἁγνὴν τὴν ἀμόλυντον, ἣν ὡς ἄγκυραν πάντες, τῶν ψυχῶν ἡμῶν κεκτήμεθα.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου.
Ἦχος δ΄
Σωματωθέντα τὸν κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως· Θεὸν γάρ γεγέννηκας, σαρκὶ ἀφράστως ἡμῶν, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν, διὰ τοῦ τόκου σου· διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δυσωποῦντες ῥυσθῆναι, διὰ σοῦ πάσης κολάσεως.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἵνα σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος ἀνακαλύψῃς ἡμῖν, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον· ἔχεις γάρ Πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστείᾳ σου· καὶ γὰρ ἡ χάρις ἡ τοῦ Πνεύματος, τοῦ Ἁγίου σαφῶς ἐνοικοῦσά σοι, συνεργεῖ σοι ἐν πᾶσιν, ἀενάως Παμμακάριστε.
Θεοτοκίον
Ἦχος δ'
Ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Σεραφείμ, τὸν Πρωτόπλαστον ἀναπλάσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ σου, Θεοτόκε Πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον Θεότητι, ῥυσάμενος εἰδωλομανίας, καὶ ἐν ἑαυτῷ θεώσας, εἰς οὐρανοὺς ἀνήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,
τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον·
Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός,
δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον τοῦ ῆχου δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος δ΄
Τὸν ζωοποιόν σου Σταυρόν,
ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός,
τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν·
δι' αὐτῆς γὰρ ἀνεκαίνισας,
τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε,
καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν,
ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς,
τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ,
τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς,
καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ,
τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας·
διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν,
ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Πύλας ᾍδου συνέτριψας Κύριε,
καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας,
γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας,
ζωὴν καὶ ἀφθαρσίαν
τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος
Δεῦτε ἀνυμνήσωμεν λαοί,
τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν,
δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν,
καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες·
ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς,
σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ,
τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν,
δι' ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα,
καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες·
Ζωοποιὲ παντοδύναμε Σωτήρ,
σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Πύλας χαλκᾶς συνέτριψας,
καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός,
καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας·
διὰ τοῦτο συμφώνως βοῶμεν,
ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Κύριε ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀΐδιος,
ἡ ἐκ Παρθένου σάρκωσις,
ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος,
καὶ ἡ εἰς ᾅδου κάθοδος, φοβερὰ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ·
θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης,
ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ,
μελῳδικῶς περὶ σοῦ προανεφώνησε,
τῷ μεγαλεῖά σοι ποιήσαντι.
Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου.
Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν,
ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός,
ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα,
φθαρεῖσαν τοῖς πάθεσι,
καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον
τοῖς ὤμοις ἀναλαβών,
τῷ Πατρὶ προσαγάγῃ,
καὶ τῷ ἰδίῳ θελήματι,
ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι,
καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. - Ὀκτώηχος
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ,
τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας
καὶ κατελθὼν ἐν τῷ ᾍδῃ,
τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας,
ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει·
διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν,
τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Ἀπόστιχα, Τὰ κατ’ Ἀλφάβητον. - Ὀκτώηχος
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ,
πᾶσαν κτίσιν ἐσάλευσας,
τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας,
ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων·
διὸ ὑμνοῦντες δοξάζομεν,
τὴν τριήμερόν σου Ἔγερσιν.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ,
σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς,
ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν,
αὐτεξουσίως ἀνέστης τριήμερος,
ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Μετὰ δακρύων Γυναῖκες,
καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν·
μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον·
Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων,
πῶς ἐκλάπης;
ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄
Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο·
Μὴ κλαίετε φησίν,
ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος,
παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

Θεοτοκίον τοῦ ῆχου α'
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις·
Παρθένος γὰρ ἐγέννησας,
καὶ μετὰ τόκον,
ὡς πρὸ τόκου διέμεινας.
Θεὸς γὰρ ἦν ὁ τεχθείς·
διὸ καὶ φύσις ἐκαινοτόμησεν.
Ἀλλ' ὧ Θεομῆτορ,
ἱκεσίας σῶν δούλων,
σῷ τεμένει προσφερομένας σοι,
μὴ παρίδῃς, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα,
σοῖς οἰκέταις σπλαγχνίσθητι,
καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου β'
Ὢ θαύματος καινοῦ,
πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα,
ἄνευ ἀνδρὸς τετοκυῖαν,
καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα;
Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν,
ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα,
καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη,
μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων,
τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γ'
Ἀσπόρως ἐκ θείου Πνεύματος,
βουλήσει δὲ Πατρός,
συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ,
ἐκ Πατρὸς ἀμήτορα,
πρὸ τῶν αἰώνων ὑπάρχοντα,
δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα,
σαρκὶ ἀπεκύησας,
καὶ βρέφος ἐγαλούχησας.
Διὸ μὴ παύσῃ πρεσβεύειν,
τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δ'
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα·
σὲ γὰρ μόνην ἀσφαλῆ,
καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων·
Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. α'
Ναὸς καὶ πύλη ὑπάρχεις,
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε,
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν,
Ἥλιος ὑπάρχων δικαιοσύνης,
φωτίσαι θέλων οὓς ἔπλασε,
κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ.
Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη,
ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε,
Χριστὸς ὁ Κύριος,
ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας,
τὸν Ἀδὰμ ἠλευθέρωσε·
διό σοι Πάναγνε,
ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς,
βοῶμεν ἀσιγήτως,
τὸ Χαῖρε τοῦ Ἀγγέλου.
Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη,
καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην,
πάντες οἱ γηγενεῖς,
προσπεφευγότες βοῶμέν σοι·
Θεοτόκε ἡ ἐλπὶς ἡμῶν,
ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων,
καὶ σῶσον τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Ἀνύμφευτε Παρθένε,
ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί,
Μήτηρ Θεοῦ τοῦ ὑψίστου,
σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων,
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Ἀπολυτίκιον
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,
τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον·
Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός,
δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου α'
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε,
σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης,
ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,
ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,
ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί,
δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου β'
Πάντα ὑπὲρ ἔννοιαν,
πάντα ὑπερένδοξα,
τὰ σὰ Θεοτόκε μυστήρια,
τῇ ἁγνείᾳ ἐσφραγισμένη,
καὶ παρθενία φυλαττομένη,
Μήτηρ ἐγνώσθης ἀψευδής,
Θεὸν τεκοῦσα ἀληθινόν,
αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γ'
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε•
ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ,
λάμψας ἐν τῷ Σταυρῷ,
ἀναζητῆσαι θέλων τὸν Ἀδάμ,
λέγων τοῖς Ἀγγέλοις·
Συγχάρητέ μοι,
ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή,
ὁ πάντα σοφῶς οἰκονομήσας,
δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα,
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε,
ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε·
σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ,
ἔσωσας τεκοῦσα τὴν σωτηρίαν,
ἡ πρὸ τόκου Παρθένος,
καὶ ἐν τόκῳ Παρθένος,
καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ,
ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας,
καὶ Ἔγερσιν δείξας ὡς Θεός,
μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου,
δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.


ΕΝ Τῼ ΜΕΣΟΝΥΚΤΙΚῼ

Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς·

Τέταρτος ὕμνος τῷ Θεῷ,
Ποίημα Μητροφάνους Σμύρνης.
ᾨδὴ α'

Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Τριάδα θεαρχικὴν δοξάσωμεν, ταῖς ὑποστάσεσι,
μοναδικὴν δὲ φύσιν τῶν τριῶν,
συναΐδιον σύνθρονον,
ἣν δυσωποῦντες λέγομεν·
Σῶσον τοὺς πίστει σε δοξάζοντας.

Ἐχρίσθης ὑπὸ Πατρὸς τῷ Πνεύματι, ἀγαλλιάσεως,
θεουργικῷ ἐλαίῳ ὁ Υἱός,
καὶ βροτὸς ἐχρημάτισας,
καὶ τῆς μιᾶς Θεότητος,
τὸ τρισυπόστατον ἐδίδαξας.

Τὸ κάλλος τῆς ἀπροσίτου δόξης σου, Μονὰς τρισήλιε,
τὰ Σεραφεὶμ οὐ φέροντα ὁρᾷν,
συγκαλύπτονται πτέρυξι,
καὶ τρισαγίοις ᾄσμασιν,
ἀκαταπαύστως σε δοξάζουσι.
Θεοτοκίον
Ἀφράστως τὸν ποιητὴν γεγέννηκας, τῶν ὅλων Πάναγνε,
τῆς παλαιᾶς λυτρούμενον ἀρᾶς,
τοὺς βροτοὺς καὶ θανάτου φθορᾶς,
καὶ διὰ σοῦ ἐπέγνωμεν,
ἕνα Θεὸν τὸν τρισυπόστατον.

ᾨδὴ γ'
Ἦχος δ'
Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ
Ῥώμην ἐξ ὕψους,
τοῖς ἁγίοις τὸ πρὶν Ἀποστόλοις σου,
ὡς ἀπέστειλας Χριστέ,
παρὰ Πατρὸς τὸν Παράκλητον,
τὴν μίαν ἐνέφηνας,
φύσιν τρισήλιον.

Τῷ Πατριάρχῃ,
Ἀβραὰμ ὅτε ὤφθης, ἐν σχήματι,
ἀνδρικῷ, τριττὴ μονάς,
τὸ ἀπαράλλακτον ἔδειξας,
τῆς σῆς ἀγαθότητος,
καὶ κυριότητος.

Ὁ χαρακτῆρσιν,
ἐν τρισὶν εἷς Θεὸς πιστευόμενος,
ἀπερίγραπτος σαφῶς,
ἀπερινόητος ἅπασι,
ῥῦσαι τὰς ψυχὰς ἡμῶν,
ἐκ πάσης θλίψεως.
Θεοτοκίον
Στοιχειωθέντες,
τοῦ Υἱοῦ σου σοφαῖς εἰσηγήσεσιν,
ἑνικὴν καὶ τριλαμπῆ,
τὴν θεαρχίαν δοξάζομεν,
καὶ σὲ μακαρίζομεν,
τὴν Ἀειπάρθενον.

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Τρισήλιε ἄκτιστε,
καὶ ὁμοούσιε,
Μονὰς τρισυπόστατε,
καὶ ἀκατάληπτε, τοὺς δούλους σου οἴκτειρον,
σῶσον ἐκ τῶν κινδύνων,
ὡς Θεὸς ἐλεήμων·
σὲ γὰρ Κύριε μόνον,
λυτρωτὴν καὶ δεσπότην,
κεκτήμεθα βοῶντες·
Γενοῦ ἡμῖν ἵλεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πολλαῖς περιστάσεσι,
καὶ συμφοραῖς τῶν δεινῶν,
Παρθένε κυκλούμενοι,
καὶ πρὸς ἀπόγνωσιν,
ἀεὶ περιπίπτοντες,
μόνην σε σωτηρίαν,
καὶ ἐλπίδα καὶ τεῖχος,
ἔχομεν Θεοτόκε,
καὶ πρὸς σὲ κατὰ χρέος,
ἐν πίστει καὶ νῦν αἰτοῦμεν·
Σῶσον τοὺς δούλους σου.

ᾨδὴ δ'
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Ὑπερούσιον Τριάδα,
ἐν μονάδι Θεότητος,
καὶ κυριαρχίαν,
σὺν τοῖς Σεραφείμ σε δοξάζομεν,
ὡς ἀδιαίρετον φύσιν, ὡς ἀσύγχυτον,
ὡς ἰσόρροπον,
δόξῃ Θεὲ ἀκατάληπτε.

Μεριστὴν οὖσαν ἀφράστως,
τοῖς προσώποις Θεότητα,
καὶ ταυτιζομένην,
ἅμα τῇ μιᾷ κυριότητι,
ἀπεριόριστον, μόνην, ἀπερίγραπτον,
ἀνυμνοῦμέν σε,
τὸν ποιητὴν πάσης κτίσεως.

Νοῦς ὁ ἄναρχος τὸν Λόγον,
ἀπορρήτως γεγέννηκε,
καὶ τὸ θεῖον Πνεῦμα,
τὸ ἰσοσθενὲς ἐκπεπόρευκε·
καὶ διὰ τοῦτο Τριάδα ὁμοούσιον,
τὸν Δεσπότην τῶν ὅλων,
Θεόν καταγγέλλομεν.
Θεοτοκίον
Ὀπτανόμενος τοῖς πάλαι,
τυπικῶς προκατήγγειλε,
τὴν ἐκ σοῦ Παρθένε,
σάρκωσιν ὁ Λόγος, ἀλλ' ὕστερον,
ἐπιφανεὶς τοῖς ἀνθρώποις κατ' ἀλήθειαν,
τρισυπόστατον,
μίαν ἀρχὴν ἐφανέρωσε.

ᾨδὴ ε'
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Συνέντες ἐκ πίστεως,
τῆς παντουργοῦ Θεότητος,
μίαν μὲν ἀπρόσιτον οὐσίαν,
τρεῖς δ' ὑποστάσεις,
ζωαρχικὰς συμφυεῖς,
σέβομεν Πατέρα, καὶ Υἱόν,
καὶ Πνεῦμα τὸ Ἅγιον,
συναΐδιον ὕπαρξιν.

Τὸ σέλας τρισήλιον,
τῆς οὐσιώδους αἴγλης σου,
λάμψον ἑνιαία μοι Θεότης,
ἄκτιστε φύσις,
καὶ φωτουργαία πηγή,
πάσης φωτοδότιδος αὐγῆς,
ἵνα κατοπτρίζωμαι,
σοῦ τὸ κάλλος τὸ ἄρρητον.

Ὡς μόνον ὑπάρχοντα,
δημιουργὸν τοῦ σύμπαντος,
καὶ συνεκτικὸν καὶ κυβερνήτην,
πάνσοφον ὄντως,
καὶ τῆς ζωῆς χορηγόν,
γνόντες σε βοῶμέν σοι πιστῶς.
Δέσποτα τρισήλιε,
τοὺς ὑμνοῦντάς σε φρούρησον.
Θεοτοκίον
Θεῶσαι βουλόμενος,
τὸν πρὶν φθαρέντα ἄνθρωπον,
ὁ δι' ἀγαθότητα Παρθένε,
πλάσας καὶ δείξας,
εἰκόνα θείας μορφῆς,
ἄνθρωπος ἐγένετο ἐκ σοῦ,
καὶ μίαν τρισάριθμον,
θεαρχίαν κατήγγειλεν.

ᾨδὴ ς'
Ἦχος δ'
Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐνέφηνεν,
ὁ Πατὴρ ἐκλαλῶν τὴν υἱότητα,
καὶ τὸ Πνεῦμα,
τῷ Χριστῷ βαπτισθέντι ὁρώμενον·
διὰ τοῦτο μίαν,
καὶ τριττὴν θεαρχίαν δοξάζομεν.

Ὡς εἶδέ σε,
τρισαγίαις φωναῖς ἀνυμνούμενον,
Ἡσαΐας,
ὑψηλοῦ ἐπὶ θρόνου καθήμενον,
τὴν τριττὴν ἐπέγνω,
τῆς μιᾶς θεαρχίας ὑπόστασιν.

Μετάρσιον,
ὑψηλὲ Βασιλεῦ τρισυπόστατε,
τὴν καρδίαν,
καὶ ἡμῶν τῶν σῶν δούλων ἀνάδειξον,
ἵνα τῆς σῆς δόξης,
θεωρῶμεν λαμπρῶς τὴν φαιδρότητα.
Θεοτοκίον
Ἠξίωσε,
μορφωθῆναι σαφῶς τὸ ἡμέτερον,
ἐκ Παρθένου,
ὁ Υἱὸς τοῦ Θεοῦ ὡς φιλάνθρωπος,
καὶ τῆς θείας δόξης,
κοινωνοὺς τοὺς ἀνθρώπους ἐποίησε.

Κάθισμα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Πατέρα ἀγέννητον,
τὸν δὲ Υἱὸν γεννητόν,
καὶ Πνεῦμα τὸ Ἅγιον,
ἐκπορευτὸν ἐκ Πατρός,
φρονοῦντες κηρύττομεν,
ἄναρχον Βασιλείαν,
καὶ Θεότητα μίαν,
ἥν περ δοξολογοῦντες,
ὁμοφρόνως βοῶμεν,
τριὰς ὁμοούσιε,
σῶσον ἡμᾶς ὁ Θεός.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν χρόνων ἐπέκεινα,
καὶ πρὸ αἰώνων Θεόν,
ἐν χρόνῳ ἐκύησας,
ὑπερφυῶς ἐν σαρκί,
θεάνθρωπον Ἄχραντε·
ὅθεν σε Θεοτόκον,
ἀληθῶς καὶ κυρίως,
πάντες ὁμολογοῦντες,
ἐκτενῶς σοι βοῶμεν·
Τῆς δόξης τῆς αἰωνίου,
πάντας ἀξίωσον.

ᾨδὴ ζ'
Ἦχος δ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Τὰς τεταγμένας,
ἐπουρανίους φύσεις καὶ νοεράς,
τάξεις ὀρθοδόξως πάντες οἱ γηγενεῖς,
ἐκμιμούμενοι δοξάζομεν,
μίαν Θεότητα, ἐν τρισὶν ἰσουργοῖς ὑποστάσεσι.

Ῥήσεις ἁγίων,
Ὑποφητῶν σε πάλαι συμβολικῶς,
ἕνα τῶν αἰώνων πάντων δημιουργόν,
προεδήλωσαν ἀνέκφραστον,
Θεὸν καὶ Κύριον, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσιν.
Θεοτοκίον
Ὁ κατ' οὐσίαν,
ἀθεώρητος Λόγος καὶ Παντουργός,
ὤφθης τοῖς ἀνθρώποις ἄνθρωπος,
ἐξ ἁγνῆς Θεομήτορος,
τὸν ἄνθρωπον ἀνακαλούμενος, πρὸς μετουσίαν τῆς Θεότητος.

ᾨδὴ η'
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Φῶς μοναρχικὸν καὶ τριλαμπές,
Οὐσία, ἄναρχε, κάλλος ἀμήχανον,
ἐν τῇ καρδίᾳ μου οἴκησον,
καὶ ναὸν τῆς σῆς Θεότητος,
φωτοειδῆ καὶ καθαρόν,
δεῖξόν με κράζοντα· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἀπὸ τῶν ποικίλων με παθῶν,
Τριὰς ἀμέριστε, Μονὰς ἀσύγχυτε,
καὶ τῆς ζοφώσεως λύτρωσαι,
τῶν πταισμάτων καὶ καταύγασον,
μαρμαρυγαῖς σου θεϊκαῖς,
ἵνα φαντάζωμαι τὴν σήν δόξαν, καὶ ἀνυμνῶ
σε τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον
Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ,
καὶ Λόγος σύμμορφος, καὶ Πνεῦμα σύνθρονον,
οὐσία δύναμις ὕπαρξις,
ὑπερούσιε ἀνέκφραστε,
μεγαλουργὲ Τριὰς Μονάς,
φρούρει τήν ποίμνην σου, ταῖς πρεσβείαις, τῆς Θεοτόκου,
ὡς φύσει φιλάνθρωπος.

ᾨδὴ θ'
Ἦχος δ'
Ἅπας γηγενὴς ΤΟ ΑΚΟΥΤΕ
Ὅλην νῦν πρὸς σέ,
κινῶ τὴν καρδίαν μου καὶ τὴν διάνοιαν,
καὶ τὰς διαθέσεις δέ,
ψυχῆς ἀπάσας, καὶ τὰς τοῦ σώματος,
τὸν πλαστουργὸν καὶ ῥύστην μου, Μονάρχα τρίφωτε,
καὶ βοῶ σοι·
Σώσόν με τὸν δοῦλόν σου,
πειρασμῶν ἐκ παντοίων καὶ θλίψεων. (Δίς)

Ὕψωσον ἡμῶν,
καὶ νοῦν καὶ διάνοιαν, πρὸς σὲ τὸν Ὕψιστον,
φώτισον ταῖς λάμψεσιν,
ἀχράντοις, Πάτερ, Λόγε, Παράκλητε,
ὁ φῶς οἰκῶν ἀπρόσιτον, τῆς δόξης Ἥλιε,
φωτοκράτορ,
πάντοτε δοξάζειν σε,
τὸν μονάρχην Θεὸν τρισυπόστατον.
Θεοτοκίον
Σῶσον τοὺς εἰς σέ,
πιστεύοντας Κύριε, καὶ καταγγέλλοντας,
ἄναρχον ἀΐδιον,
οὐσίαν μίαν, τρία δὲ Πρόσωπα,
θεαρχικὰ καὶ σύμμορφα, τῆς κυριότητος,
καὶ τῆς θείας,
δόξης σου ἀξίωσον,
ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος.

Ὑπακοή
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως,
προδραμοῦσαι αἱ Μυροφόροι,
τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ,
ὅτι ἀνέστης ὡς Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΝ Τῼ ΟΡΘΡῼ

Ἀπολυτίκιον
Ἦχος δ΄
Άυτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι,
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,
τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον·
Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός,
δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Θεοτοκίον τοῦ ῆχου α'
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε,
σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης,
ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,
ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,
ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,
βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί,
δόξα τῷ προελθόντι ἐκ σοῦ,
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Θεοτοκίον τοῦ ῆχου β'
Πάντα ὑπὲρ ἔννοιαν,
πάντα ὑπερένδοξα,
τὰ σὰ Θεοτόκε μυστήρια,
τῇ ἁγνείᾳ ἐσφραγισμένη,
καὶ παρθενία φυλαττομένη,
Μήτηρ ἐγνώσθης ἀψευδής,
Θεὸν τεκοῦσα ἀληθινόν,
αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου γ'
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε•
ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν
τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Θεοτοκίον τοῦ ῆχου δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. α'
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,
χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,
χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.

Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ,
λάμψας ἐν τῷ Σταυρῷ,
ἀναζητῆσαι θέλων τὸν Ἀδάμ,
λέγων τοῖς Ἀγγέλοις·
Συγχάρητέ μοι,
ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή,
ὁ πάντα σοφῶς οἰκονομήσας,
δόξα σοι.

Θεοτοκίον τοῦ ῆχου Βαρὺς
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα,
τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε,
ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε·
σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ,
ἔσωσας τεκοῦσα τὴν σωτηρίαν,
ἡ πρὸ τόκου Παρθένος,
καὶ ἐν τόκῳ Παρθένος,
καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ,
ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας,
καὶ Ἔγερσιν δείξας ὡς Θεός,
μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου,
δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν,
λαὸν ἀπεγνωσμένον.


Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος δ΄
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον,
καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι,
αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι·
Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον,
ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν,
ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός,
τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ ΤΟ ΑΚΟΥΤΕ
Ἑκουσίᾳ σου βουλῇ,
Σταυρὸν ὑπέμεινας Σωτήρ,
καὶ ἐν μνήματι καινῷ,
ἄνθρωποι ἔθεντο θνητοί,
τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον·
ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος,
θάνατος δεινῶς ἐσκυλεύετο,
καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον,
τῇ ζωηφόρῳ Ἐγέρσει σου·
Χριστὸς ἀνέστη,
ὁ ζωοδότης,
μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον, Άυτόμελον
Κατεπλάγη Ἰωσήφ,
τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν,
τὸν ἐπὶ πόκον ὑετόν,
ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε.
Βάτον ἐν πυρὶ ἀκατάφλεκτον,
ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν,
καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ,
τοῖς ἱερεῦσιν ἐκραύγαζε·
Παρθένος τίκτει,
καὶ μετὰ τόκον,
πάλιν μένει Παρθένος.

Θεοτοκίον τοῦ ῆχου δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,
διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·
Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἀναστάσιμα - Ὀκτώηχος
Ἦχος δ΄
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ἀνέστης ὡς ἀθάνατος,
ἀπὸ τοῦ ᾅδου Σωτήρ,
συνήγειρας τὸν κόσμον σου,
τῇ Ἀναστάσει τῇ σῇ,
Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἔθραυσας ἐν ἰσχύϊ,
τοῦ θανάτου τὸ κράτος,
ἔδειξας Ἐλεῆμον,
τὴν Ἀνάστασιν πᾶσι·
διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσήφ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῶν ἄνω κατελθών,
τῶν ὑψωμάτων Γαβριήλ,
καὶ τῇ πέτρα προσελθών,
ἔνθα ἡ πέτρα τῆς ζωῆς,
λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις·
Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς,
ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον·
ὃν γὰρ ζητεῖτε κλαίουσαι,
θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται·
διὸ βοᾶτε,
τοῖς Ἀποστόλοις,
ὅτι ἀνέστη ὁ Κύριος.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή,
πάντες Ἀγγέλων οἱ χοροί,
τὸ Μυστήριον τῆς σῆς,
κυοφορίας τὸ φρικτόν,
πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ,
ἀγκάλαις ὡς βροτός,
ταῖς σαῖς συνέχεται,
καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος,
καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι,
καὶ σὲ ὡς ὄντως,
Θεοῦ Μητέρα,
εὐφημοῦντες δοξάζουσι.

Ἡ Ὑπακοὴ
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως,
προδραμοῦσαι αἱ Μυροφόροι,
τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ,
ὅτι ἀνέστης ὡς Θεός,
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἳ Ἀναβαθμοὶ Ἦχος δ΄
Ἀντίφωνον Α΄

- Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ' αὐτὸς ἀντιλαβοῦ,
καὶ σῶσον Σωτήρ μου.
- Οἱ μισοῦντες Σιών,
αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γάρ,
πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται,
καὶ καθάρσει ὑψοῦται λαμπρύνεται,
τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β΄
- Ἐκέκραξά σοι Κύριε,
θερμῶς ἐκ βάθους ψυχῆς μου,
κἀμοὶ γενέσθω,
πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
- Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος,
ὑψηλότερός ἐστι,
πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι,
ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα,
ἀρδεύοντα,
ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ΄
- Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω,
καὶ οὐδὲν θέλξει με,
τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
- Ἐπὶ τὴν μητέρα αὐτοῦ,
ὡς ἔχει τις στοργήν,
ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι,
θεογνωσίας πλοῦτος,
θεωρίας καὶ σοφίας·
πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα,
ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς,
ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον,
ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.

Κανὼν Ἀναστάσιμος
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' - Ὀκτώηχος

Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν,
ὁ παλαιὸς πεζεύσας Ἰσραήλ,
σταυροτύποις Μωσέως χερσί,
τοῦ Ἀμαλὴκ τὴν δύναμιν,
ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος,
ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ,
τὴν ἐν ξύλῳ ἰώμενος,
πανωλεθρίαν Δέσποτα,
ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός,
ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ,
καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ,
μετὰ Πατρὸς καὶ Πνεύματος,
πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος,
τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν,
καὶ σαρκὶ ἀπεκύησας,
τὸν ἐκ Πατρὸς ἀμήτορα,
καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανὼν Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς:
"Αἶνον Ἰωάννης μελιηδέα τέταρτον ᾄδει".

ᾨδὴ α' - Ὀκτώηχος
Ἦχος δ΄
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ἀρρήτῳ προστἀξει σου,
πεζοπλωτῆρα ἐδέξατο,
ἡ ἄβατος θάλασσα,
ἠπειρωθεῖσά ποτε,
Ἰσραηλίτην
λαὸν κεκονιμένον,
ἐξόδιον ᾄδοντα
ὕμνον σοι Κύριε.

Ἰάσω τὸ σύντριμμα,
τῆς ἀνθρωπότητος Κύριε,
τῷ θείῳ σου αἵματι,
ἀνασκευάσας αὐτήν,
καὶ συνέτριψας,
δυνάστην ἐν ἰσχύϊ,
τὸν πάλαι συντρίψαντα,
σοῦ τὸ πλαστούργημα.

Νεκρῶν ἐξανάστασις,
διὰ νεκρώσεως γέγονας·
ἰσχὺς γὰρ ἀφῄρηται
τῆς θανατώσεως,
ὁμιλήσασα,
ζωῇ τῇ αἰωνίῳ,
τῷ πάντων δεσπόζοντι,
σεσαρκωμένῳ Θεῷ.
Θεοτοκίον
Ὡραῖος ὑπέρτερος,
τῶν οὐρανίων Δυνάμεων,
ὁ θεῖός σου γέγονεν,
οἶκος ὁ ἔμψυχος,
ἡ ἐν μήτρᾳ σε,
βαστάσασα Παρθένος,
τὸ ὄρος τὸ ἅγιον
σοῦ τοῦ Θεοῦ ἡμῶν.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς σὺν τοῖς Εἱρμοῖς:
"Τέταρτος ὕμνος τῇ πανευκλεεῖ Κόρῃ."

ᾨδὴ α' - Ὀκτώηχος
Ἦχος δ΄
Τριστάτας κραταιούς, ΤΟ ΑΚΟΥΤΕ
Ἐσείσθησαν λαοί,
ἐταράχθησαν ἔθνη,
βασιλεῖαι κραταιαὶ δέ,
ἔκλιναν Ἁγνή,
ἐκ τοῦ φόβου τοῦ τόκου σου·
ἦλθε γὰρ ὁ Βασιλεύς μου,
καὶ καθεῖλε τὸν τύραννον,
καὶ τὸν κόσμον φθορᾶς ἐλυτρώσατο.

Τὸ σκήνωμα αὐτοῦ,
ὁ οἰκῶν ἐν ὑψίστοις,
τοῖς βροτοῖς συγκαταβάς,
ἡγίασε Χριστός,
καὶ ἀσάλευτον ἔδειξε·
μόνη γὰρ μετὰ τὸν τόκον,
παρθενίας κειμήλιον,
ἡ τόν Κτίστην τεκοῦσα διέμεινεν.

ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εὐφραίνεται ἐπὶ σοί,
ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·
Σύ μου ἰσχὺς Κύριε,
καὶ καταφυγὴ καὶ στερέωμα».

Τὸ ξύλον τὸ τῆς ζωῆς,
ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος,
ἐπὶ Σταυροῦ κρέμαται,
πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Ὡς μέγας, ὡς φοβερός,
ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα,
καὶ ὡς Θεὸς ἄφθαρτος,
νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς,
τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος,
Μήτηρ Θεοῦ γέγονας·
ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

ᾨδὴ γ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε ΤΟ ΑΚΟΥΤΕ
Ἰοῦ ἀναμέστους μοι ὁ ὄφις,
ὀδόντας ἐνέπειρε Σωτήρ,
οὓς Παντοκράτορ Δέσποτα,
ἥλοις χειρῶν σου ἔθλασας,
ὅτι οὐκ ἔστιν Ἅγιος,
Ἁγίων πλήν σου φιλάνθρωπε.

Ὡράθης φιλάνθρωπε βουλήσει,
ἐν τάφῳ νεκρὸς ζωοποιός,
καὶ πύλας ἀνεπέτασας,
ᾅδου ταῖς ἀπ' αἰώνων ψυχαῖς,
ὅτι οὐκ ἔστιν Ἅγιος,
Ἁγίων πλήν σου φιλάνθρωπε.
Θεοτοκίον
Ἀνήροτος ἄρουρα ὡράθης,
τὸν στάχυν τεκοῦσα τῆς ζωῆς,
τὸν πᾶσι τοῖς μετέχουσιν,
ἀθανασίας πρόξενον,
τὸν ἐν Ἁγίοις Ἅγιον,
ἁγίως ἀναπαυόμενον.

ᾨδὴ γ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος δ΄
Ἀφ' ὕψους κατῆλθες ΤΟ ΑΚΟΥΤΕ
Ῥύπτεται βροτῶν ἡ οὐσία, διὰ σοῦ ὁμιλήσασα,
ἀστέκτῳ θείῳ πυρί,
ὡς ἐγκρυφίας Πάναγνε Παρθένε,
ἐν σοὶ ἄρτος ἐξοπτηθεῖσα,
τῷ καὶ σὲ ἀλώβητον,
διαφυλάξαντι.

Τίς αὕτη ἡ ὄντως πλησίον τοῦ Θεοῦ,
ὡς ὑπερβᾶσα ἅπαντα,
τὰ τῶν Ἀγγέλων τάγματα;
Ἡ μόνη ἐν τῷ κάλλει τῆς παρθενίας,
οἷα Μήτηρ λάμπουσα,
τοῦ Παντοκράτορος.

ᾨδὴ δ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία,
ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης,
ἔστη ἐν τῇ τάξει αὐτῇς,
εἰκότως κραυγάζουσα·
Δόξα τῇ δυνάμει σου Κύριε».

Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων,
ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου,
ἣν ἑκὼν ἐφόρεσας·
διό σοι κραυγάζομεν·
Δόξα τῇ δυνάμει σου Κύριε.

Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος,
ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως,
Δέσποτα νενέκρωται,
ἡμεῖς δὲ βοῶμέν σοι·
Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε,
καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν·
ὅθεν ἀσιγήτοις φωναῖς,
τὸ χαῖρέ σοὶ Δέσποινα,
πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ δ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Τὴν ἀνεξιχνίαστον θείαν ΤΟ ΑΚΟΥΤΕ
Νενομοθετημένος ὢν Ἰσραήλ,
σὲ Χριστὲ τὸν νομοθετήσαντα,
Θεὸν οὐκ ἔγνω,
ἀλλ' ὡς ἄνομον Σταυρῷ,
παρανομῶν προσέπηξεν,
ὁ νομοθεσίας ἀνάξιος.

Ἡ τεθεωμένη σου Σῶτερ ψυχή,
ᾅδου θησαυροὺς προνομεύσασα,
τὰς ἀπ' αἰῶνος,
συνανέστησε ψυχάς,
τὸ ζωηφόρον σῶμα δέ,
πᾶσιν ἀφθαρσίαν ἐπήγασε.
Θεοτοκίον
Σὲ τὴν Ἀειπάρθενον καὶ ἀληθῆ,
πάντες Θεοτόκον δοξάζομεν,
ἣν προετύπου,
τῷ θεόπτῃ Μωϋσῇ,
ἀκαταφλέκτως Πάναγνε,
βάτος τῷ πυρὶ ὁμιλήσασα.

ᾨδὴ δ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Συνανεστράφη ἀνθρώποις,
ὁραθεὶς ὁ ἀόρατος,
ἐν μορφῇ ὑπάρχων,
τῆς ἀκαταλήπτου Θεότητος,
καὶ μορφωθεὶς ἐκ σοῦ Κόρη τὸ ἀλλότριον,
τοὺς εἰδότας σε,
σῴζει ἁγνήν Θεομήτορα.

Ὑπεδέξατο ἐν ὕλῃ,
ἡ Παρθένος τὸν ἄϋλον,
ἐν μεθέξει ὕλης,
βρέφος ἐξ αὐτῆς χρηματίσαντα·
ὅθεν ἐν δύο οὐσίαις εἷς γνωρίζεται,
σαρκοφόρος Θεός,
καὶ βροτὸς ὑπερούσιος.

Μετὰ τόκον σε παρθένον,
ὁ παρθένον οἰκήσας σε,
καὶ τεχθεὶς ἀσπόρως,
Λόγος καὶ Θεὸς διεσώσατο,
καὶ ἐν τῷ τίκτειν παρθένον διεφύλαξεν,
ὡς Δεσπότης
καὶ Δημιουργός πάσης κτίσεως.

ᾨδὴ ε', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ Κύριέ μου φῶς,
εἰς τὸν κόσμον ἐλήλυθας,
φῶς ἅγιον ἐπιστρέφον,
ἐκ ζοφώδους ἀγνοίας,
τοὺς πίστει ἀνυμνοῦντάς σε».

Σὺ Κύριε πρὸς γῆν,
συμπαθῶς κατελήλυθας,
σὺ ὕψωσας τὴν πεσοῦσαν,
τῶν ἀνθρώπων οὐσίαν,
ἐν ξύλῳ ἀναρτώμενος.

Σὺ ᾖράς μου Χριστέ,
τῶν πταισμάτων τὸ ἔγκλημα,
σὺ ἔλυσας τὰς ὀδύνας,
τοῦ θανάτου Οἰκτίρμον,
τῇ θείᾳ Ἀναστάσει σου.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές,
κατ' ἐχθρῶν προβαλλόμεθα,
σὲ ἄγκυραν καὶ ἐλπίδα,
τῆς ἡμῶν σωτηρίας,
Θεόνυμφε κεκτήμεθα.

ᾨδὴ ε', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ἐξέστη τὰ σύμπαντα ΤΟ ΑΚΟΥΤΕ
Ἐδέξατο ὅλον σε,
ᾅδης ὁ ἄφρων στόματι·
ξύλῳ γὰρ παγέντα σε ἀθρήσας,
λόγχῃ νυγέντα,
ἄπνουν τὸν ζῶντα Θεόν,
ψιλὸν ἐλογίσατο βροτόν,
ἔγνω πειραθεὶς δὲ σοῦ,
τὴν ἰσχὺν τῆς Θεότητος.

Λυθέντα φιλάνθρωπε,
σοῦ τὸν ναὸν τοῦ σώματος,
τάφος μερισάμενος καὶ ᾅδης,
ἄκοντες ἄμφω
δίκας εἰσπράττονται,
ὁ μὲν τῶν Ἁγίων σου ψυχάς,
σώματα δὲ ἕτερος,
συνεκπέμπων ἀθάνατε.
Θεοτοκίον
Ἰδοὺ νῦν πεπλήρωται,
ἡ τοῦ Προφήτου πρόρρησις·
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
τὴν εἰρήνην βραβεύοντα.

ᾨδὴ ε', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος δ΄
Νῦν ἀναστήσομαι ΤΟ ΑΚΟΥΤΕ
Οἶκον τῆς δόξης σε,
ὄρος Θεοῦ, ἅγιον ἁγνή, νύμφην παστάδα,
ναὸν ἁγιάσματος, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ ἐν σοὶ οἰκήσας,
καὶ παράδεισον τρυφῆς,
ἀϊδίου ἡμῖν εἰργάσατο.

Σάρκα ἐξ αἵματος παρθενικοῦ,
εἴληφας Χριστέ, ἄσπορον ἄχραντον,
καὶ ἐνυπόστατον, λογικὴν καὶ νοεράν,
ἐμψυχωμένην, ἐνεργῆ θελητικήν,
αὐτοδέσποτον, καὶ αὐτεξούσιον.

Τύραννον φρόνημα παρθενική,
ᾔσχυνε γαστήρ· βρέφος ἀσπίδων γάρ,
τρώγλην ψυχόλεθρον, ἐξηρεύνησε χειρί,
καὶ ἀποστάτην, ἀλαζόνα καθελών,
τῶν πιστῶν τοῖς ποσίν ὑπέταξεν.

ᾨδὴ ς', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε,
ἡ Ἐκκλησία βοᾷ σοι,
ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,
τῷ δι' οἶκτον,
ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος,
καὶ συμπλακεὶς τῷ τυράννῳ,
ὡς Θεὸς ἐξ ὕψους κατέρραξας,
τὸν Ἀδὰμ δέ,
ἀηττήτῳ, παλάμῃ ἀνέστησας.

Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ,
καὶ διεσκέδασας πάντας,
τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ,
καὶ τὰ πάντα,
ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον!
ὅτι Παρθένος ἐν μήτρᾳ,
τὸν τὰ σύμπαντα περιέποντα,
ἀπειράνδρως,
συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

ᾨδὴ ς', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης ΤΟ ΑΚΟΥΤΕ
Διήνοιξε φάρυγγα ὁ ᾅδης,
καὶ καταπέπωκέ με,
καὶ ψυχὴν ἐπλάτυνεν ὁ ἄφρων,
ἀλλ' ὁ Χριστός, καταβὰς ἀνήγαγε,
τὴν ζωήν μου ὡς φιλάνθρωπος.

Ἑάλω ὁ θάνατος θανάτω·
ὁ γὰρ θανὼν ἀνέστη,
ἀφθαρσίαν μοι δεδωρημένος,
ἐμφανισθείς, Γυναιξὶ προσφθέγγεται,
τὴν χαρὰν δὲ ὁ ἀθάνατος.
Θεοτοκίον
Ἀστέκτου Θεότητος χωρίον,
ἡ καθαρὰ νηδύς σου,
ἀναδέδεικται ὦ Θεοτόκε,
ᾗ ἀδεῶς, οὐρανῶν τὰ Τάγματα,
ἀτενίσαι οὐ δεδύνηνται.

ᾨδὴ ς', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος δ΄
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης ΤΟ ΑΚΟΥΤΕ
Πάλαι μὲν ἠπάτησεν ὁ ὄφις,
καὶ ἐθανάτωσέ με,
διὰ τῆς προμήτορός μου Εὔας,
νῦν δὲ Ἁγνή, διὰ σοῦ ὁ πλάσας με,
ἐκ φθορᾶς ἀνεκαλέσατο.

Ἄβυσσός σε ἄβυσσον ἀρρήτως,
τῆς εὐσπλαγχνίας Κόρη,
ἐκλεκτὴν ἀνέδειξε θαυμάτων·
καὶ γὰρ ἐκ σοῦ, ἀστραπῇ Θεότητος,
μαργαρίτης Χριστὸς ἔλαμψε.

Κοντάκιον
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Σωτὴρ καὶ ῥύστης μου,
ἀπὸ τοῦ τάφου,
ὡς Θεὸς ἀνέστησεν,
ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς,
καὶ πύλας ᾅδου συνέτριψε,
καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός,
καὶ Δεσπότης ἀνέστη τριήμερος.

ᾨδὴ ζ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ,
Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ,
πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί,
πυρπολούμενοι ἐκραύγαζον·
Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».

Πρὸς ἀφθαρσίαν,
ἡ ἀνθρωπότης ἀνακέκληται,
θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ,
εὐχαρίστως ἀναμέλπουσα·
Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ὡς ζωηφόρος,
ὡς Παραδείσου ὡραιότερος,
ὄντως καὶ παστάδος πάσης βασιλικῆς,
ἀναδέδεικται λαμπρότερος,
Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου,
ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε·
διὰ σοῦ γὰρ δέδοται ἡ χαρά,
Θεοτόκε τοῖς κραυγάζουσιν·
Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.

ᾨδὴ ζ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Οὐκ ἐλάτρευσαν τῇ κτίσει ΤΟ ΑΚΟΥΤΕ
Ἐταπείνωσας, ἐν ξύλῳ ἀναρτώμενος,
ὄμμα μετέωρον,
καὶ ἐπηρμένην ὀφρύν,
εἰς γῆν καταβέβληκας,
σώσας τὸν ἄνθρωπον
ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεός εὐλογητὸς εἶ.

Τῇ δυνάμει σου, τὸ κέρας ἡμῶν ὕψωσον,
τῶν λατρευόντων σοι,
ὁ ἀναστὰς ἐκ νεκρῶν,
καὶ ᾅδου κενώσας πρίν,
τὸν πολυάνθρωπον,
πλοῦτον Δέσποτα,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
Τριαδικὸν
Ῥήσεσι, θείαις ἑπόμενοι,
δοξάζομεν μίαν Θεότητα,
ὡς ἐν λαμπάσι τρισίν,
ἀσύγχυτον ἄτμητον,
αἴγλην ἀνέσπερον,
τὴν φωτίζουσαν,
πᾶσαν τὴν κτίσιν ψάλλουσαν,
ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ζ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος δ΄
Νέοι τρεῖς ἐν Βαβυλῶνι ΤΟ ΑΚΟΥΤΕ
Ἕλκει με πρὸς ὑμνῳδίαν,
πόθου τοῦ παρθενικοῦ,
τὸ πῦρ τὸ ἐγκάρδιον,
βοᾷν τῇ Μητρὶ καὶ Παρθένῳ·
Εὐλογημένη Κύριος,
μετὰ σοῦ τῶν Δυνάμεων.

Ὑπερτέρα τῶν κτισμάτων,
ὤφθης ὡς τὸν Ποιητήν,
τεκοῦσα καὶ Κύριον·
διό σοι βοῶ Θεοτόκε·
Εὐλογημένη Κύριος,
μετὰ σοῦ τῶν Δυνάμεων.
Τριαδικὸν
Κυριότητά σε μίαν,
σέβων ἐν ἁγιασμοῖς,
τρισὶν ἀδιαίρετον ὑμνῶ,
τρισυπόστατε φύσις·
Εὐλογημένη κράζων σοι,
ἡ τὸ πᾶν διϊθύνουσα.

ᾨδὴ η', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χεῖρας ἐκπετάσας Δανιήλ,
λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν,
ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ,
τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες,
καὶ μίαν ἔδειξας Δέσποτα,
Ἐκκλησίαν ἀνυμνοῦσάν σε,
τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ,
συμφώνως ψάλλουσιν· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λευχείμων ὡράθη γυναιξί,
τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως,
καταστραπτόμενος Ἄγγελος.
Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν,
ἐπιζητεῖτε ὡς θνητόν,
ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν·
Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Σὺ μόνη ἐν πάσαις γενεαῖς,
Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ,
σὺ τῆς Θεότητος γέγονας,
ἐνδιαίτημα Πανάμωμε,
μὴ φλογισθεῖσα τῷ πυρί,
τοῦ ἀπροσίτου φωτός· ὅθεν
πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

ᾨδὴ η', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἄδικον βλέπουσαν σφαγήν σου,
ἡ κτίσις κατηφιῶσα ἐπωδύρετο·
γῆς ταρασσομένης γάρ,
ζόφον ὡς ἱμάτιον,
μελαμβαφὲς ὁ ἥλιος
περιεβάλλετο,
ἡμεῖς δέ σε ἀπαύστως ὑμνοῦμεν,
καὶ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὁ συγκαταβάς μοι μέχρις ᾅδου,
καὶ πᾶσιν ὁδοποιήσας τὴν Ἀνάστασιν,
αὖθις ἀναβέβηκας,
ἄρας με ἐπ' ὤμων σου,
καὶ τῷ Πατρὶ προσήγαγες·
ὅθεν κραυγάζω σοι·
Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Νοῦν πρῶτον καὶ αἴτιον ἁπάντων,
Πατέρα μόνον ἀναίτιον δοξάζομεν,
Λόγον τε τὸν ἄναρχον,
Πνεῦμα τὸ Παράκλητον,
ἕνα Θεὸν καὶ Κύριον,
καὶ ποιητὴν τοῦ παντός,
Τριάδα συμφυῆ προσκυνοῦντες,
καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος δ΄
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε ΤΟ ΑΚΟΥΤΕ
Ἐκ πλευρᾶς τοῦ Ἀδὰμ πλαστουργήσας σε,
ἐκ τῆς σῆς παρθενίας σεσάρκωται,
ὁ τῶν ἁπάντων Κύριος,
ὃν ὑμνοῦντες βοῶμεν·
Πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἐν σκηνῇ Ἀβραὰμ ἐθεάσατο,
τὸ ἐν σοὶ Θεοτόκε μυστήριον·
τὸν γὰρ Υἱόν σου ἄσαρκον,
ὑπεδέξατο μέλπων·
Πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἰσαρίθμους Τριάδος διέσωσε,
τὸ τῆς σῆς παρθενίας προχάραγμα·
ἐν γὰρ παρθένοις σώμασι,
κατεπάτουν τὴν φλόγα,
Κόρη βοῶντες·
Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους,
ἐξ ἀλαξεύτου σου Παρθένε,
ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς
συνάψας τάς διεστώσας φύσεις.
Διὸ ἐπαγαλλόμενοι
σὲ Θεοτόκε μεγαλύνομεν».

Ὅλον με ἀνείληφας ὅλος,
ἐν συναφείᾳ ἀσυγχύτῳ,
ὅλῳ μοι διδοὺς ὁ Θεός μου,
τὴν σωτηρίαν διὰ τοῦ πάθους σου,
ὁ ἐν Σταυρῷ ὑπέμεινας,
σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Οἱ σοὶ μαθηταὶ καθορῶντες,
ἀνεῳγμένον σου τὸν τάφον,
καὶ τὰς θεοφόρους σινδόνας,
κεκενωμένας τῇ Ἀναστάσει σου,
σὺν τῷ Ἀγγέλῳ ἔλεγον·
Ὄντως ἐγήγερται ὁ Κύριος!
Τριαδικὸν
Μονάδα μὲν θείας οὐσίας,
ἀλλ' ὑποστάσεων Τριάδα,
πάντες οἱ πιστοὶ προσκυνοῦμεν,
ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν,
ἰσοσθενῆ ὁμότιμον,
ἣν εὐσεβοῦντες μεγαλύνομεν.

ᾨδὴ θ', Κανὼν Σταυροαναστάσιμος. - Ὀκτώηχος
Ἦχος δ΄
Ἅπας γηγενής ΤΟ ΑΚΟΥΤΕ
Δόλῳ τῆς Ἐδέμ,
ἑρπύσας ὁ ὄφις με, εἷλεν αἰχμάλωτον,
πρὸς τὴν τοῦ Κρανίου δέ,
κρατίστην πέτραν τοῦτον ἠδάφισεν,
ὁ Παντοκράτωρ Κύριος,
καθάπερ νήπιον, τῆς τρυφῆς δέ, αὖθις μοι τὴν εἴσοδον,
διὰ ξύλου Σταυροῦ ἀνεπέτασεν.

Ἔθου κραταιά,
ἐχθροῦ ὀχυρώματα, νῦν εἰς ἐρήμωσιν,
τῇ παναλκεστάτῃ δέ,
χειρὶ τὸν πλοῦτον τούτου διήρπασας,
ἐκ κενεώνων ᾅδου με,
συναναστήσας Χριστέ, καὶ τὸν πάλαι, ἄμετρα καυχώμενον,
ὡς γελοῖον παιζόμενον ἔδειξας.

Ἴθι τοῦ πτωχοῦ,
λαοῦ σου τὴν κάκωσιν, ἐπισκεψόμενος,
τῇ συμπαθεστάτῃ δέ,
καὶ κραταιᾷ σου χειρὶ δυνάμωσον,
τὸν σταυροφόρον Ἄνακτα
κατὰ βλασφήμων ἐχθρῶν, ἐξελέσθαι, σοῦ τὴν περιούσιον,
κληρουχίαν Χριστὲ ὡς φιλάνθρωπος.

ᾨδὴ θ', Κανὼν τῆς Θεοτόκου. - Ὀκτώηχος
Ἦχος δ΄
Κρυπτὸν θεῖον ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶμεν ὡς κρίνον σε, τῇ ἁλουργίδι,
βεβαμμένην Ἄχραντε, τοῦ θείου Πνεύματος,
τῶν ἀκανθῶν ἐν μέσῳ ἐκλάμπουσαν,
καὶ εὐωδίας πληροῦσαν,
τοὺς σὲ γνησίως μεγαλύνοντας.

Ῥευστὴν προσλαβόμενος, βροτείαν φύσιν,
ἐκ τῆς σῆς Πανάμωμε, γαστρὸς ὁ ἄφθαρτος,
ἐν ἑαυτῷ ἀνέδειξεν,
ἄρρευστον δι' εὐσπλαγχνίαν·
διό σε ὡς Θεοτόκον μεγαλύνομεν.

Ἡ πάντων δεσπόζουσα, τῶν ποιημάτων,
τῷ λαῷ σου δώρησαι, τῆς νίκης τρόπαια,
τὸν δυσμενῆ τεθεῖσα ὑπόσπονδον
τῇ Ἐκκλησίᾳ,
ἵνα σε ὡς Θεοτόκον μεγαλύνωμεν.

ΑΙΝΟΙ
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος δ΄
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον,
καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν,
παντοδύναμε Κύριε,
δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἦχος δ΄
Ἐν τῷ σταυρῷ σου Χριστέ,
τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς,
καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα,
διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας·
διὸ βοῶμέν σοι,
ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος δ΄
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ,
ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου,
καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ,
ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ,
ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος δ΄
Τῶν Πατρικῶν σου κόλπων,
μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ,
ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν,
ἄνθρωπος γενόμενος ἀτρέπτως,
καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί,
ὁ ἀπαθὴς τῇ Θεότητι,
ἀναστὰς δὲ ἐκ νεκρῶν
ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Ἦχος δ΄
Θάνατον κατεδέξω σαρκί,
ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ,
καὶ ἐν τάφῳ ᾤκησας,
ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς,
συναναστήσας ἑαυτῷ,
παθῶν, μὲν ὡς ἄνθρωπος,
ἀλλ' ἀναστὰς ὡς Θεός.
Διὰ τοῦτο βοῶμεν·
Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ΄
Πέτραι ἐσχίσθησαν Σωτήρ,
ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη,
ἔφριξαν ᾅδου πυλωροί,
ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης·
καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν,
τοῖς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ.
Ζωοδότα Κύριε δόξα σοι.
Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Ἦχος δ΄
Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός·
ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή,
εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος,
καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα·
Τί ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν;
ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.
Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἦχος δ΄
Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι,
ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες,
δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι,
κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν,
οἱ λίθοι κεκράξονται,
μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος.
Μέγα σου τὸ ἔλεος!
Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου!
Σωτὴρ ἡμῶν δόξα σοι.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἦχος δ'
Οἱ Μακαρισμοὶ
ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Διὰ ξύλου ὁ Ἀδάμ,
Παραδείσου γέγονεν ἄποικος,
διὰ ξύλου δὲ σταυροῦ,
ὁ Λῃστὴς Παράδεισον ᾤκησεν.
Ὁ μὲν γὰρ γευσάμενος
ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος.
Ὁ δὲ συσταυρούμενος,
Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον.
Μνήσθητι καὶ ἡμῶν Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ,
καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν,
καὶ ἐξαλείψας ὡς Θεός,
τὸ καθ΄ἡμῶν χειρόγραφον Κύριε,
Λῃστοῦ τὴν μετάνοιαν,
καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε,
τοῖς πίστει λατρεύουσι,
Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοῶσί σοι·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Τὸ χειρόγραφον ἡμῶν,
ἐν τῷ Σταυρῷ τῇ λόγχῃ διέρρηξας,
καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς,
τὸν ἐκεῖσε τύραννον ἔδησας,
ῥυσάμενος ἅπαντας,
ἐκ δεσμῶν τοῦ ᾅδου τῇ Ἀναστάσει σου,
δι' ἧς ἐφωτίσθημεν,
φιλάνθρωπε Κύριε, καὶ βοῶμέν σοι·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὁ σταυρωθεὶς καὶ ἀναστάς,
ὡς δυνατὸς ἐκ τάφου τριήμερος,
καὶ τὸν πρωτόπλαστον Ἀδάμ,
ἐξαναστήσας μόνε ἀθάνατε,
κᾀμὲ εἰς μετάνοιαν,
ἐπιστρέψαι Κύριε καταξίωσον,
ἐξ ὅλης καρδίας μου,
καὶ ἐν θερμῇ τῇ πίστει ἀεὶ κραυγάζειν σοι·
Μνήσθητί μου Σωτήρ,
ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Δι' ἡμᾶς ὁ ἀπαθής,
παθητὸς ἐγένετο ἄνθρωπος,
καὶ ἑκουσίως ἐν Σταυρῷ,
προσηλωθεὶς ἡμᾶς συνανέστησε·
διὸ καὶ δοξάζομεν,
σὺν τῷ Σταυρῷ τὸ Πάθος καὶ τὴν Ἀνάστασιν,
δι' ὧν ἀνεπλάσθημεν,
δι' ὧν καὶ σῳζόμεθα ἀνακράζοντες·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὸν ἀναστάντα ἐκ νεκρῶν,
καὶ τὸ τοῦ ᾅδου κράτος σκυλεύσαντα,
καὶ ὁραθέντα γυναιξί,
Μυροφόροις λέγοντα· Χαίρετε,
πιστοὶ δυσωπήσωμεν,
ἐκ φθορᾶς λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν,
κραυγάζοντες πάντοτε,
Λῃστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρὸς αὐτόν.
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.
Δόξα...
Τὸν Πατέρα καὶ Υἱόν,
καὶ τὸ Πνεῦμα πάντες τὸ Ἅγιον,
ὁμοφρόνως οἱ πιστοί,
δοξολογεῖν ἀξίως εὐξώμεθα,
Μονάδα Θεότητος,
ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν,
ἀσύγχυτον μένουσαν,
ἁπλῆν ἀδιαίρετον καὶ ἀπρόσιτον,
δι' ἧς ἐκλυτρούμεθα,
τοῦ πυρὸς τῆς κολάσεως.
Καὶ νῦν... Θεοτοκίον
Τὴν Μητέρα σου Χριστέ,
τὴν ἐν σαρκὶ ἀσπόρως τεκοῦσάν σε,
καὶ Παρθένον ἀληθῶς,
καὶ μετὰ τόκον μείνασαν ἄφθορον,
αὐτήν σοι προσάγομεν,
εἰς πρεσβείαν Δέσποτα πολυέλεε,
πταισμάτων συγχώρησιν,
δώρησαι πάντοτε τοῖς βοῶσί σοι·
Μνήσθητι καὶ ἡμῶν,
ἐν τῇ Βασιλείᾳ σου.