ΠΑΡΑΚΛΗΤΙΚΗ
ΣΑΒΒΑΤΟΝ ΠΛ. Α΄ ΗΧΟΣ




Στιχηρὰ Δεσποτικά, Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕ
Φεῖσαι τοῦ σοῦ οἰκέτου Χριστέ, ἡνίκα μέλλει ἡ ψυχή μου τοῦ σώματος, προστάξει σου χωρισθῆναι, τοῦ ἀγαγόντος εἰς ἕν, τὸν χοῦν καὶ τὸ πνεῦμα, θείῳ νεύματι, ἐχθρῶν ἀοράτων, ἐπιδρομῆς καὶ κακώσεως, ἐνεδρευόντων, ἀφειδῶς διασπᾶσαί με, καὶ κατάβρωμα, ἑαυτῶν ἀπεργάσασθαι, ῥῦσαί με καὶ ἀξίωσον, τυχεῖν ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, καὶ στεναγμός, ἔνθα πέφυκε, τρυφῆς ὁ χειμάρρους, καὶ φωνὴ ἑορταζόντων, καὶ ἀγαλλίασις.

Ὥραν τῆς τελευτῆς δεδοικώς, καὶ τῶν δαιμόνων τὴν φρικτὴν ἐπανάστασιν, βοῶ σοι ἐκ κατωδύνου, ψυχῆς ὁ τάλας ἐγώ. Τὰς αὐτῶν παγίδας καὶ τὰ σκάνδαλα, τῇ σῇ δυναστείᾳ, Δέσποτα Κύριε σύντριψον, καὶ μὴ ἐάσῃς, τῆς αὐτῶν με σκαιότητος, παρανάλωμα, χρηματίσαι τὸν δοῦλόν σου· ἴδε μου τὴν κατήφειαν, καὶ πρόσχες τῇ θλίψει μου, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν ὀδυνῶν ἐλευθέρωσον, Θεὲ πανοικτίρμον, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ὥσπερ ἡ Χαναναία Σωτήρ, κᾀγὼ βοῶ σοι· Τὴν ψυχήν μου θεράπευσον, καὶ ῥῦσαι δαιμόνων βλάβης, καὶ ἐπηρείας ἐχθρῶν, τῶν παρὰ τὴν φύσιν ἐνοχλούντων με, ἀεὶ καὶ φθειρόντων, τὸ κατ' εἰκόνα σου Κύριε, καὶ ἐξελκόντων, λογισμοῦ τὸ κριτήριον, εἰς ἀνόητα, καὶ ψεκτὰ ἐνθυμήματα· ἅπερ ἐκ τῆς καρδίας μου ἐξάλειψον δέομαι, καὶ ἐν αὐτῇ μοι τὸν φόβον, σοῦ τὸν ἁγνότατον φύτευσον, καὶ δὸς ἐν εἰρήνῃ ἐκτελέσαι μου τὸν βίον, ἐν ταπεινώσει ψυχῆς.
Μαρτυρικὰ, Ἦχος πλ. α'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι,
καὶ τῷ τύπῳ τοῦ Σταυροῦ,
ἑαυτοὺς διαναστήσαντες,
πρὸς τάς βασάνους ἀνδρείως ἀπηυτομόλησαν,
καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν,
οἱ Ἅγιοί σου Κύριε.
Αὐτῶν ταῖς ἱκεσίαις,
ὡς παντοδύναμος Θεός,
τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Πρεσβεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες,
ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν·
ὑμῖν γὰρ ἐδόθη χάρις,
πρεσβεύειν ὑπὲρ ἡμῶν.
Ἦχος πλ. α'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἀκορέστῳ διαθέσει ψυχῆς,
Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες,
οἵτινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες,
τῶν τυράννων τὰ θράση κατηδαφίσατε,
ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες,
εἰς οὐρανοὺς μετέστητε·
ὅθεν καὶ παρρησίας, τυχόντες πρὸς αὐτόν,
αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος πλ. α'
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Ἀπόστιχα Μαρτυρικὰ, Ἦχος πλ. α'
Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεὸν τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Νεκρώσιμα, Ἦχος πλ. α'
Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα, καὶ εἶπα· Ἆρα τίς ἐστι; Βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ πένης, ἢ δίκαιος, ἢ ἁμαρτωλός; ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Σὺ ἔπλασάς με, Κύριε, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου, καὶ ἐνετείλω μοι, καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ ἄνες μοι δέομαι, ὡς φιλάνθρωπος.
Θεοτοκίον, Ἦχος πλ. α'
Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα. Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. α'
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ. Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα
Ἦχος πλ. α'
Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον, ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Νεκρώσιμον
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Θεοτόκε Παρθένε Μήτηρ ἀνύμφευτε, ἡ τὸν Σωτῆρα τοῦ κόσμου κυοφορήσασα, καὶ τεκοῦσα ἐν δυσὶ τελείαις φύσεσιν, ἐκδυσώπησον αὐτόν, σὺν Προφήταις ἱεροῖς, καὶ Μάρτυσι καὶ Ὁσίοις, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς.
Σοῖς Χριστέ, δούλοις τούς δε τοὺς ὕμνους φέρω.Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Γῆν ἐφ' ἢν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ,
ἄβυσσον, ἢν οὐχ ἑώρακε γυμνήν, τὸ κῦτος οὐρανοῦ,
Ἰσραὴλ διώδευσεν ἁβρόχως Κύριε,
καὶ εἰσήγαγες αὐτόν,
εἰς ὄρος ἁγιάσματός σου,
ᾄδοντα ψάλλοντα,
ἐπινίκιον ᾠδήν.

Σώματα προϊέμενοι, τοῖς ἀνημέροις δικασταῖς, ἠνέγκατε ἀνυποίστους αἰκισμούς, γενναῖοι Ἀθληταί, προσδοκῶντες λήψεσθαι βραβεῖα ἄνωθεν, καὶ εἰσήγαγεν ὑμᾶς Χριστός, εἰς αἰωνίους σκηνάς, χαίροντας ᾄδοντας, ἐπινίκιον ᾠδήν.

Ὅσιοι καὶ Δίκαιοι, καὶ Ἱεράρχαι εὐκλεεῖς, τελέσαντες τὰ προστάγματα Θεοῦ, ἐποίμαναν λαούς, καὶ καλῶς ὡδήγησαν ἐφ' ὕδωρ γνώσεως, ἀξίως καὶ χειμάρρους τῆς τρυφῆς, ἀπειλήφασι, βρύοντες πάντοτε, ἰαμάτων ποταμούς.

Ἴθυνόν με, Κύριε, πρὸς τοὺς λιμένας τῆς ζωῆς, δεήσεσι Προφητῶν πανευκλεῶν, σοφῶν Ἱεραρχῶν, ἱερῶν Γυναίων τε τῶν ἀθλησάντων στερρῶς, καὶ τὸν ἄρχοντα ἀεί, ἀνδρείᾳ πατησάντων φρενί, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.
Νεκρώσιμον
Σὲ καθικετεύομεν, τὸν εὐδιάλλακτον Θεόν, ἀνάπαυσον ἐν τοῖς κόλποις Ἀβραάμ, τοὺς δούλους σου, Χριστέ, οὓς πιστῶς μετέστησας, ἐκ τῆς τοῦ βίου ταραχῆς, καὶ ἀξίωσον αὐτούς, φωτὸς διαιωνίζοντος, τούτων τὰ πταίσματα, παρορῶν ὡς ἀγαθός.
Θεοτοκίον
Χαῖρέ σοι κραυγάζομεν, τῇ κυησάσῃ τὴν χαράν, Πανύμνητε, φωταγώγησον ἡμῶν, τὸν νοῦν καὶ τὴν ψυχήν, καὶ πρὸς τρίβους γνώσεως, πάντας ὁδήγησον, καὶ πταισμάτων ἱλασμόν, δοθῆναι πᾶσιν αἴτησαι, Δέσποινα ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.
Θεοφάνους ὁ πέμπτος εἰς νεκροὺς κανών.

ᾨδὴ α'

Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ Σωτῆρι Θεῷ,
τῷ ἐν θαλάσσῃ λαόν,
ποσὶν ἀβρόχοις ὁδηγήσαντι,
καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι·
αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Θειοτάτῃ στοργῇ, οἱ Ἀθλοφόροι Χριστοῦ, τυράννων θράσος κατηδάφισαν, τοῖς μεταστᾶσι δὲ πιστοῖς, οἱ συμπαθέστατοι, αἰτοῦνται, τὴν ἄφεσιν καὶ τὴν ἀνάστασιν.

Ἐν Ἁγίων σκηναῖς, ἐν ταῖς αὐλαῖς σου Χριστέ, τοὺς μεταστάντας κατασκήνωσον, τὴν ὀφειλὴν ὑπὲρ αὐτῶν καταβαλλόμενος, τὸ αἷμά σου Δέσποτα τὸ τιμιώτατον.

Ἡ σοφία Θεοῦ, ὁ ἀκριβής χαρακτὴρ, ὁ πάντα φέρων τοῦ Γεννήτορος, οὓς προσελάβου οἰκτίρμον, αὐτὸς ἀνάπαυσον, διδοὺς τὴν ἀΐδιον μακαριότητα.
Θεοτοκίον
Φωτοφόρος σκηνή, χρυσοειδὴς κιβωτός, τὸν Θεὸν Λόγον περιέχουσα, σεσαρκωμένον δι' ἡμᾶς τὸν καταλύσαντα, θανάτου τὴν δύναμιν, ὤφθης Πανάμωμε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γ'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σαλευομένην τὴν καρδίαν μου Κύριε,
τοῖς κύμασι τοῦ βίου στερέωσον,
εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.

Ῥαβδιζομένου οὐκ ἐφείσασθε σώματος, πανεύφημοι ὁπλῖται νευρούμενοι, ταῖς ἐλπίσι Μάρτυρες, τῶν αἰωνίων τερπνῶν.

Ἱεραρχίας τὴν στολὴν ἐφαιδρύνατε, ἰδέαις ἐναρέτοις ποιμάναντες, τοῦ Χριστοῦ τὸ ποίμνιον, ἐπὶ νομὰς ζωηράς.

Σάρκα νεκροῦντες ἐγκρατείᾳ οἱ ὅσιοι, ζωῆς θείας μετέσχον· αὐτῶν Χριστέ, ἱεραῖς δεήσεσι, κινδύνων ῥῦσαι ἡμᾶς.
Νεκρώσιμον
Τοῖς κοιμηθεῖσι τὴν ἐκεῖθεν ἀνάπαυσιν, Φιλάνθρωπε παράσχου, ἃ ἔπραξαν, ἐπὶ γῆς ὀφλήματα, παρορῶν ὡς Θεός.
Θεοτοκίον
Εὐλογημένην γυναικῶν σε ὡς ἔβλεψε, κατάλογος γενναίως ἐνήθλησε, καὶ τῷ σῷ προσήνεκται, Παρθενομῆτορ Υἱῷ.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γ'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στερέωσον ἡμᾶς ὁ Θεὸς
τῇ σῇ δυνάμει, καὶ κατάβαλε
Αἱρετικῶν τὰ φρυάγματα,
καὶ ἀνύψωσον τὸ κέρας ἡμῶν.

Ἀνδρείως ταῖς τυράννων ὁρμαῖς, ἀνθεστηκότες ἠγωνίσαντο, οἱ Ἀθληταί, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν κεκοιμημένων Χριστέ.

Νομίμοις ἐντραφέντας τοῖς σοῖς, τοὺς μεταστάντας Ὑπεράγαθε, ἐν φωτεινοῖς σου σκηνώμασι, προσδεξάμενος ἀνάπαυσον.

Ὁ μόνος ἐλεήμων Θεός, οὓς ἐξελέξω καταξίωσον, τῆς τῶν Ἁγίων λαμπρότητος, παρορῶν αὐτῶν τὰ πταίσματα.
Θεοτοκίον
Ὑμνοῦμεν τὸν σὸν τόκον Ἁγνή, δι' οὗ τῆς πρῴην κατακρίσεως, καὶ τῆς κατάρας ἐρρύσθημεν, καὶ θανάτου ἐλυτρώθημεν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δ'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην,
κατενόησα τὴν οἰκονομίαν σου,
καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.

Δυνάμει σου, Κύριε, οἱ Ἀθλοφόροι ἐχθρῶν δυνάμεις κατεπάτησαν, καὶ ἰσχὺς γεγόνασι τῶν πιστῶν, καὶ μέγα κραταίωμα.

Οἱ Ὅσιοι ἅπαντες, ἀγαλλιάσει, ἀγαλλιῶνται, καὶ ἐνδέδυνται οἱ Ἱερεῖς οἱ ἔνθεοι, δικαιοσύνην ὥσπερ ἱμάτιον.

Ὑμνήσωμεν ἅπαντες, τοὺς θεηγόρους Θεοῦ Προφήτας, καὶ τιμήσωμεν Γυναικῶν κατάλογον, τὸν καλῶς τὸν δρόμον τελέσαντα.
Νεκρώσιμον
Λιμένι σου Δέσποτα, τῆς Βασιλείας ἐγκαθορμίσας, οὓς μετέστησας ταραχῆς καὶ κλύδωνος, τοῦ παρόντος βίου ἀνάπαυσον.
Θεοτοκίον
Ὁ Ἄχρονος γέγονε, νῦν ὑπὸ χρόνον ἐκ σοῦ Παρθένε· τοῦτον αἴτησαι διαλῦσαι ἅπαντα, τῆς ψυχῆς μου τὰ χρόνια πταίσματα.

Κανὼν Νεκρώσιμος, ᾨδὴ δ'
Ἦχος πλ. α'
Ἀκήκοα, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Συναΐδιόν σε τῷ Πατρὶ ὁμολογοῦντες εὐσεβῶς, ἀνῃρέθησαν οἱ Μάρτυρες Χριστέ, καὶ βοῶσί σοι. Σῶσον οὓς προσελάβου δούλους σου.

Ὁ γενόμενος ἐν τοῖς νεκροῖς, καὶ νεκρὸς ἐλεύθερος Χριστέ, νεκροῖς ζωὴν αἰώνιον διδούς, τὴν ἀνάπαυσιν δὸς νῦν, τοῖς μεταστᾶσι δούλοις σου.

Παραγενόμενος εἰς τὸ σῶσαι, τὸ πλανώμενον Χριστέ, τὸν Παράδεισον ἀξίωσον οἰκεῖν, οὓς μετέστησας, πίστει δικαιώσας καὶ χάριτι.
Θεοτοκίον
Ἐπεσκίασεν ἡ τοῦ Ὑψίστου, Κόρη δύναμις ἐν σοί, καὶ Παράδεισον εἰργάσατο ζωῆς, ξύλον ἔχουσα, μέσον τὸν μεσίτην καὶ Κύριον.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ε'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν τάλαιναν ψυχήν μου,
νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν,
προφθάσας οἴκτειρον,
καὶ λάμψον νοητὲ Ἥλιε,
ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί,
τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.

Ἰάσεις τοῖς νοσοῦσι, πηγάζει Μαρτύρων τὰ ὀστᾶ· μὴ συντριβέντα γὰρ κακίᾳ, ὡσεὶ χνοῦν ἐλέπτυναν, τὰ τῆς δυσσεβείας ἅπαντα ὀστᾶ, καὶ τὴν ἡμῶν ἀνορθοῦσι συντριβήν.

Σοὺς νόμους συντηροῦσαι, Ἱεραρχίαι ἐποίμαναν λαούς, καὶ καθωδήγησαν, Οἰκτίρμον, πρὸς ζωὴν τὴν μένουσαν, οἱ δὲ Ὅσιοι, ἐνέκρωσαν παθῶν, τυραννίδα τελείῳ νοΐ.

Τιμάσθωσαν Προφῆται, καὶ σὺν αὐτοῖς πάντες Δίκαιοι πιστῶς, καὶ εὐφημείσθωσαν ὁσίως αἱ πολιτευσάμεναι, καὶ διὰ βασάνων λάμψασαι ἐν γῇ, θεῖαι Γυναῖκες, ὡς δοῦλαι Χριστοῦ.
Νεκρώσιμον
Οὓς ἐκ γῆς προσελάβου, ἐν οὐρανίοις κατάταξον σκηναῖς, πιστοὺς οἰκέτας σου, τούτων παρορῶν τὰ πταίσματα, δι΄ὑπερβολὴν χρηστότητος τῆς σῆς, ὁ σαρκωθεὶς δι΄ἡμᾶς τοὺς βροτούς.
Θεοτοκίον
Ὑμνοῦμέν σε Παρθένε, δι' ἧς ἐφάνη ὁ Θεὸς ἐπὶ γῆς, βροτὸς γενόμενος. Χαῖρε γῆ εὔκαρπε, ἡ καρποφορήσασα στάχυν μυστικὸν ἡμῖν, τὸν διατρέφοντα πᾶσαν πνοήν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ε'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, Σῶσον ἡμᾶς·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Μαρτύρων προσδεξάμενος Κύριε, τὰς αἰτήσεις, ψυχὰς ἃς μετέστησας, τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.

Προέφησας οὐκ ὄψεται θάνατον, ὁ πιστεύσας εἰς σέ· διὸ Δέσποτα, τοὺς μεταστάντας ἀνάπαυσον.

Τερπνότητος τοῦ οἴκου σου Κύριε, τοὺς σοὺς δούλους τυχεῖν καταξίωσον, καὶ τῆς γλυκείας μεθέξεως.
Θεοτοκίον
Ὁ Λόγος ὁ Πατρὶ συναΐδιος, σαρκωθεὶς ἐκ Παρθένου ἐνέκρωσε, διὰ θανάτου τὸν θάνατον.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ς'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε,
κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι,
ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με,
πρὸς Ναὸν τὸν ἅγιόν σου.

Σῶμα προδόντες αἰκισμοῖς, οἱ Μάρτυρες, τυράννων χερσίν, ἠγάλλοντο τῇ ψυχῇ· τὴν θείαν γὰρ ἔβλεπον, ὄντως αἰώνιον ἀπόλαυσιν, καὶ τὰς θείας ἀντιδόσεις.

Δόξα σοφῶν Ἱεραρχῶν, καὶ τῶν Ὁσίων σὺ ὑπάρχεις Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν, τὸν σὸν λαὸν οἴκτειρον, ὅν περ ἰδίῳ σου αἵματι, ὡς φιλάνθρωπος ἐκτήσω.

Ἐκ σοῦ λαμπόμενοι τὸν νοῦν, Προφῆται Κύριε, δηλοῦσι μακράν, τὰ ἐσόμενα τρανῶς, Γυναῖκες δὲ σθένει σου, κράτος ἐχθροῦ καταλύουσιν, ἐν ἀσκήσει καὶ ἀθλήσει.
Νεκρώσιμον
Τοὺς μεταστάντας ἐξ ἡμῶν, πιστοὺς οἰκέτας σου, χοροῖς ἐκλεκτῶν, συναριθμῶν Ἀγαθέ, ἀνάπαυσον Κύριε, πάντα τὰ τούτων ἐγκλήματα, παρορῶν δι' εὐσπλαγχνίαν.
Θεοτοκίον
Ὁ διαπλάσας κατ' ἀρχάς, τὴν Εὔαν Κύριε, Παρθένου νηδύν, καθυποδὺς τὴν ἐμήν, ἐργάζῃ ἀνάπλασιν, δούλου σχῆμα ἐνδυσάμενος, ὁ Δεσπότης τῶν ἁπάντων.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ς'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο,
ἐγὼ δὲ ἐβόησα, πρὸς σε τὸν φιλάνθρωπον,
καὶ ἔσωσέ με ἡ δεξιὰ σου Κύριε.

Στρατεύματα Μαρτύρων σου, τὰς ἄνω Δυνάμεις μιμούμενα, Χριστὲ δυσωποῦσί σε, παράσχου φιλάνθρωπε, τοῖς μεταστᾶσι τὴν παρὰ σοῦ ἀπόλαυσιν.

Ἐν τόποις ἀναψύξεως, ἐν τόποις Ἁγίων λαμπρότητος, ἐν τόποις ἀνέσεως, ὡς μόνος φιλάνθρωπος, οὓς προσελάβου ἐγκατάταξον οἰκέτας σου.

Ἱλάσθητι τοῖς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου δεόμεθα, ζωῆς καταξίωσον τῆς ἀνωλέθρου, καὶ μακαρίας λήξεως.
Θεοτοκίον
Συλλήψεως ἀσπόρου σου, τίς λόγος ὁ φράσαι δυνάμενος, τὸ θαῦμα Πανάμωμε; Θεὸν γὰρ ἐγέννησας, δι' εὐσπλαγχνίαν ἡμῖν ἐπιδημήσαντα.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζ'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή,
δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος
μὴ φλογίζουσα, μηδὲ συγκαίουσα,
τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν.

Ὑμεῖς πυρούμενοι, σφοδρῶν βασάνων φλογί, τὸ φίλτρον θερμότερον, Μάρτυρες ἔνδοξοι, ἐδείκνυτε τὸ πρὸς Κύριον, καταδροσίζον ὑμᾶς λογισμῷ εὐσεβεῖ.

Σοφίᾳ Πνεύματος, καλλωπισθέντες σοφοί, λαοῦ ἡγήσασθε, ἱερουργήσαντες, τῆς χάριτος τὸ Εὐαγγέλιον, καὶ ὡς Χριστοῦ λειτουργοὺς εὐφημοῦμεν ὑμᾶς.

Ὑμεῖς νεκρώσαντες, τὴν σάρκα πόνοις πολλοῖς, ζωῆς ἠξιώθητε, μελλούσης Ὅσιοι, πρεσβεύοντες αὐτῆς τυχεῖν ἡμᾶς, τοὺς νεκρουμένους ἀεί, ταῖς τῶν παθῶν προσβολαῖς.

Μακαριώτατος, χορὸς Θεοῦ Προφητῶν, Γυναίων κατάλογος, ἀγωνισάμενος, δι' ἀσκήσεώς τε καὶ ἀθλήσεως, καὶ καθελὼν τὸν ἐχθρόν, εὐφημοῦμεν πιστῶς.
Νεκρώσιμον
Νεκροῖς ὁμιλήσας, ἡ πάντων Λόγε ζωή, τοὺς νῦν καταλείψαντας, βίου τὸν τάραχον, λιμένι σου θείῳ καθόρμισον, τὰς ἁμαρτίας αὐτῶν παρορῶν Ἀγαθέ.
Θεοτοκίον
Οἱ Θεοτόκον σε, φρονοῦντες γνώμῃ εὐθείᾳ, πυρὸς αἰωνίζοντος, καὶ σκότους Δέσποινα, ῥυσθείημεν τῇ μεσιτείᾳ σου, καὶ ἀοράτων ἐχθρῶν πολεμούντων ἡμᾶς.

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζ'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας,
εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Νῦν ἀπροσίτου φωτός, ἐμφορηθῆναι δίδου, Σῶτερ, τοῖς μεταστᾶσι, λιταῖς τῶν Ἀθλοφόρων σου.

Ἐν Ἐκκλησίᾳ, Χριστέ, τῶν πρωτοτόκων τοὺς ἐν πίστει, τελειωθέντας, Οἰκτίρμον συναρίθμησον.

Κεκοσμημένους στολαῖς, τῆς ἀφθαρσίας τοὺς σοὺς δούλους, τοὺς μεταστάντας πρὸς σέ, Σῶτερ ἀνάπαυσον.
Θεοτοκίον
Ῥύμην θανάτου Ἁγνή, ζωὴν ἀσπόρως συλλαβοῦσα, τὴν οὐσιώδη Πανάμωμε διέκοψας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ η'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος,
τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός,
Ἱερεῖς ὑμνεῖτε,
εὐλογεῖτε Λευῖται,
λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.

Ὑπερνηξάμενοι, βασάνων πέλαγος, τῇ κυβερνήσει τοῦ Λόγου Ἀθληταί, ῥείθροις τῶν αἱμάτων, ἐβυθίσατε πάσας, τὰς φάλαγγας τοῦ πλάνου, καὶ ζῆτε εἰς αἰῶνας.

Σοφοὶ γενόμενοι, Ἱερουργοὶ πιστῶς, Ὀρθοδοξίας ἐφ' ὕδωρ τὴν ὑμῖν, πιστευθεῖσαν ποίμνην, ἐξεθρέψατε, ὄντως, τρυφῆς τερπνὸν χειμάρρουν, τρυφᾶτε εἰς αἰῶνας.

Φωστῆρες Ὅσιοι, πιστῶν ἐδείχθητε, ὡς ἐκτελέσαντες ἔργα τοῦ φωτός, καὶ πρὸς θεῖον φέγγος μετετέθητε, σκότους ἡμᾶς ἐλευθερῶσαι, Χριστὸν ἐκδυσωπεῖτε.

Εὐφραίνου σύλλογος, Γυναικῶν στάδιον, πλῆρες παντοίων ἀνύσας αἰκισμῶν, καὶ χορὸς ἀγάλλου, Προφητῶν καὶ Δικαίων, τῶν εὐαρεστησάντων, Χριστῷ εἰς τοὺς αἰῶνας.
Νεκρώσιμον
Ῥομφαίαν Δέσποτα, τὴν στρεφομένην, δίδου τοῖς σοῖς δούλοις, ἀκωλύτως διελθεῖν, μεταστᾶσι τοῦ βίου, ἔνδον τοῦ Παραδείσου, αὐτοὺς κατασκηνώσας, ὡς μόνος ἐλεήμων.
Θεοτοκίον
Ὡς πύλην φέρουσαν, πρὸς θείαν εἴσοδον, ὡς εὐδιάβατον κλίμακα Θεοῦ, ὡς τῶν σῳζομένων ἀπλανῆ ὁδηγίαν, τὴν Κεχαριτωμένην ὑμνήσωμεν Παρθένον.

Κανὼν Νεκρώσιμος, ᾨδὴ η'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων,
γεννηθέντα Υἱὸν καὶ Θεόν,
καὶ ἐπ' ἐσχάτων τῶν χρόνων,
σαρκωθέντα, ἐκ Παρθένου Μητρός,
ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τῶν ἁγίων Μαρτύρων, τοὺς ἀγῶνας προσδεξάμενος, καὶ δι' αὐτῶν ἀναπαύων, τοὺς ἐν πίστει κοιμηθέντας τῇ σῇ, σὲ Σωτὴρ ὑμνοῦμεν, καὶ σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπερκοσμίου σου δόξης, λαμπηδόσι καταστράπτεσθαι, τοὺς ἐξ ἡμῶν μεταστάντας, καταξίωσον ὡς εὔσπλαγχνος, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Σὺν ταῖς ἁγίων χορείαις, οὓς μετέστησας κατάταξον, καὶ Ἀβραὰμ ἐν τοῖς κόλποις, τῷ Λαζάρῳ συναρίθμησον, σὲ Σωτὴρ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Κεκοσμημένη τῷ κάλλει, τῆς ἁγνείας Μητροπάρθενε, καλλοποιὸν εὐπρεπείας, ἐνδιαίτημα γεγένησαι· ὅθεν σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θ'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός,
Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν,
ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν·
διό σε Θεοτόκε μεγαλύνομεν.

Ἱερουργοὶ Ποιμένες, Προφητῶν ἁγίων χορός, Δικαίων ἀναρίθμητον πλῆθος, Μαρτύρων σύλλογος, ἱεραῖς μελῳδίαις μακαριζέσθωσαν, πρεσβεύοντες σωθῆναι τὰς ψυχάς ἡμῶν.

Ὡς θαυμαστῶς ἀσκήσας, τῶν Ἁγίων δῆμος ὁ σοφός, θαυμάτων ἐπιδείξεσι πολλῶν, νῦν τεθαυμάστωται, ταῖς αὐτῶν ἱκεσίαις, θαυμαστὲ Κύριε, θαυμάστωσον εἰς πάντας τὰ ἐλέη σου.

Σὺν Ἱερομάρτυσι, τελεσάντων δρόμον καλῶς, Γυναίων ἀναρίθμητος πληθύς, ἥ τε ἀθλήσασα, καὶ ἀσκήσασα πόθῳ, μακαριζέσθω πιστῶς, Ἀγγέλων ταῖς χορείαις συνυπάρχουσα.
Νεκρώσιμον
Ἡ τῶν ἁγίων πάντων, δυσωπεῖ σε Λόγε πληθύς· ἀνάπαυσον τὰ πλήθη τῶν πιστῶς, μετατεθέντων ἐκ γῆς, διὰ πλῆθος ἐλέους, τὰ πεπραγμένα αὐτοῖς ἅπαντα, ἐν βίῳ παραβλέπων ὡς μὀνος ἀγαθός.
Θεοτοκίον
Φρενοβλαβῶς Παρθένε, ἁμαρτίας πράξας πολλάς, τὴν κόλασιν ἐκδέχομαι λοιπόν, ἀφ' ἧς με λύτρωσαι, ἀδιστάκτῳ καρδίᾳ τῇ θείᾳ σκέπῃ σου, προστρέχοντα, τῆς μόνης προστασίας τῶν πιστῶν.

Κανὼν Νεκρώσιμος, ᾨδὴ θ'
Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ,
τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν,
οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

Ἄθλων ἱερῶν οἱ Μάρτυρες ἔπαθλα, εἰληφότες δωρήσασθαι, σὲ νῦν ἱκετεύουσι, τοῖς πιστῶς μεταστᾶσι Σῶτερ ἄνεσιν.

Νέκρωσιν ὑπέστης μόνε Ἀθάνατε, ὁ νεκροῖς τὴν Ἀνάστασιν, παρέχων ὡς εὔσπλαγχνος, καὶ τῆς ἀθανασίας τὴν λαμπρότητα.

Ὤρθωσας ἡμᾶς, πεσόντας εἰς θάνατον, καὶ ζωὴν τὴν αἰώνιον, ἐλπίζειν ἐδίδαξας, ἧς τυχεῖν τοὺς σοὺς δούλους Σῶτερ δώρησαι.
Θεοτοκίον
Νόμου αἱ σκιαί, παρῆλθον τῷ τόκῳ σου, ἡ ἀλήθεια ἔλαμψεν, ἡ χάρις δεδώρηται, Θεοτόκε· διό σε μεγαλύνομεν.

Ἦχος πλ. α'
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Στιχηρά, Μαρτυρικὰ, Ἦχος πλ. α'
Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή, διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν· ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι, ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἀνεβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ Ἀγγέλων διαγωγή, εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Νεκρώσιμον, Ἦχος πλ. α'
Οὐκ ἔστι τῶν ἐν βίῳ τερπνῶν οὐδέν, ὃ οὐ παρελεύσεται, οὐ πλοῦτος, οὐ τυραννίς, οὐ νεότητος ἄνθος· ὁ γὰρ θάνατος πάντα ἐπίσης λυμαίνεται, διαδέχεται δὲ τὰ μὴ σαλευόμενα· σπείρεται γὰρ ἐν φθορᾷ, ἐν ἀφθαρσίᾳ ἐγείρεται, σπείρεται ἐν ἀτιμίᾳ, ἐν δόξῃ ἀνίσταται. Διὸ Χριστέ, οὓς προσελάβου δούλους σου, μετὰ δικαίων ἀνάπαυσον ὡς φιλάνθρωπος.
Θεοτοκίον, Ἦχος πλ. α'
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ΄ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Ἀπόστιχα τοῦ Θεοφάνους, Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕ
Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας, ὡς οἰκτίρμων κατάταξον, σκηνώσας εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀπολαύσεως, ἐν κόλποις ἀνέσεως, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρῶς ἀναφαίνεται, καὶ προχέονται, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμενοι, πάντων Δικαίων οἱ δῆμοι, περὶ τὴν σὴν ἀγαθότητα, μεθ' ὧν ἀριθμήσας, τοὺς οἰκέτας σου παράσχου, τὸ μέγα ἔλεος.
Στίχ. α'. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ψάλλειν παναρμονίῳ φωνῇ, δοξολογεῖν τε τὸ σὸν κράτος εὐδόκησον, Οἰκτίρμον τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων, πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητα, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθ' ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Στίχ. β'. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὅπου τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπ' αἰῶνος, δικαιωθέντες τῷ σῷ, σωτηρίῳ πάθει καὶ τῷ αἵματι, δι' οὗ ἐξηγόρασας, τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν ὅσα ἥμαρτον· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος· διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς
Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας, Δέσποινα, ἐν μήτρᾳ τὸν νομοδότην, καὶ Βασιλέα Χριστόν, συλλαβοῦσα μόνη Μητροπάρθενε, δι' οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν εἰδότων σε, θεομήτορα, βίβλῳ ζώντων ἐγγράψασθαι, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες Πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχωμεν, αὐτὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. α'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ,
Θεὸν εἶναί σε πιστεύσας Χριστέ,
ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας.
Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Τὸν ἀρχέκακον ἐχθρόν, θανέντες Μάρτυρες ὠλέσατε, καὶ διήλθετε πρὸς τὰ ἄνω στεφθέντες, θείαις νίκαις τῷ παμβασιλεῖ, Θεῷ παριστάμενοι.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ἱερωσύνης τῷ φωτί, οἱ Ἱεράρχαι λαμπρυνόμενοι, ἐδοξάσθησαν, καὶ Ὁσίων τὰ πλήθη, ἀϊδίου ἔτυχον ζωῆς· ὅθεν μακαρίζονται.
Νεκρώσιμον
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Σὺν τοῖς χοροῖς τῶν ἐκλεκτῶν, ἐν τόπῳ Δέσποτα ἀνέσεως, οὓς μετέστησας, κατασκήνωσον Λόγε, παραβλέψας τούτων τὰ ἐν γῇ, Σῶτερ πλημμελήματα.
Δόξα...
Ὦ Τριάς, Ἱεραρχῶν, καὶ τῶν Μαρτύρων τοῖς ἀγῶσι σεπτῶν, δυσωπήθητι, καὶ τοῖς πίστει θανοῦσι, σωτηρίαν δώρησαι ψυχῆς, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Ἡ τὸν Ἀχώρητον παντί, θεοχαρίτωτε, χωρήσασα, καὶ κυήσασα ὑπὲρ φύσιν καὶ λόγον, τοῦτον πᾶσιν ἵλεων ἡμῖν, γενέσθαι ἱκέτευε.