ΠΑΡΑΚΛΗΤΙΚΗ
ΔΕΥΤΕΡΑ ΠΛ. Β΄ ΗΧΟΣ




Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά, Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάντων βουλόμενος, οὐχὶ τὸν θάνατον Λόγε, ἀλλὰ τὴν μετάνοιαν, τῶν ἡμαρτηκότων σοι πολυεύσπλαγχνε, Χριστὲ καὶ Κύριε, καὶ ποιῶν ἔλεος, μετ΄ἐμοῦ ἀεὶ τοῦ δούλου σου, μετανοοῦντι μοι, καὶ τὴν τῶν κακῶν μοι συγχώρησιν, δι' ὧν σε παρεπίκρανα, ἐξαιτεῖν τολμῶντι συμπάθησον· ἐν ἐμοὶ γὰρ δείξῃς, τὴν ἄβυσσον τῶν θείων οἰκτιρμῶν, ἐὰν ἀνάξιον ὄντα με, σώσῃς ὡς φιλάνθρωπος.

Ὁ μόνος φιλάνθρωπος, ὁ πάντας θέλων σωθῆναι, καὶ καλῶν ὡς εὔσπλαγχνος, τοὺς λελυπηκότας σε, πρὸς μετάνοιαν, μὴ μνησθῇς Δέσποτα, μηδαμῶς δέομαι, τῆς αἰσχύνης τῶν ἀτόπων μου, ἔργων ὧν ἔπραξα, φεῦ! τῶν ὀφθαλμῶν σου ἀπέναντι, μὴ φρίξας ὁ πανάθλιος, τὸ τῶν σῶν χειρῶν ἀναπόδραστον· ὅθεν νῦν προσπίπτω, στενάζων καὶ πενθῶν, καὶ νοητῶς, τῶν σῶν ποδῶν ἐφαπτόμενος, τοῦ λαβεῖν συγχώρησιν.

Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι, καὶ μὴ ἀπορρίψῃς με, ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα, ὑπὲρ πᾶσαν φύσιν, τῶν ἀνθρώπων, ἐκ νεότητος· διὸ προσπίπτω σοι, κλίνων μου τὸ γόνυ σὺν δάκρυσι, σπλαγχνίσθητι ἐλέησον, δεῖξον ἐν ἐμοὶ τὰ ἐλέη σου, Κύριε τῆς δόξης, ἐλέους ὁ Πατὴρ καὶ οἰκτιρμῶν, μή με ἀπώσῃ τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.
Στιχηρὰ τῶν Ἀσωμάτων, Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ἦχον ἑορτάσιμον, Ἀγγελικαί σοι χορεῖαι, ἀσιγήτοις στόμασιν, αἰωνίως μέλπουσιν, Ὑπεράγαθε, σοῦ τρανῶς βλέπουσαι, τὸ ὡραῖον κάλλος, καὶ τῆς αἴγλης ἐμφορούμεναι, τῇ πρὸς τὰ χείρονα, νεύσει οὐδαμῶς ἐμφερόμεναι, ἀεὶ δὲ ἐν τοῖς ἔμπροσθεν, μᾶλλον ἀκλινῶς ἀνανεύουσαι, καὶ τὰς πανολβίους, δεχόμεναι προθύμως ἀστραπάς, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τείχισον τὴν ποίμνην σου, Ἀγγελικαῖς προστασίαις, ὁ τὰ τούτων τάγματα, λόγῳ συστησάμενος καὶ βουλήματι, πειρασμὸν ἅπαντα, καὶ βαρβάρων θράσος, ἐκδιώκων καὶ αἱρέσεων· τῷ σῷ γὰρ αἵματι, ταύτην ἀληθῶς ἐξηγόρασας, καὶ νόμου τὸ κατάκριμα, καὶ τῆς ἁμαρτίας ἐξήλειψας, ὅπως λυτρωθεῖσα, τῶν νῦν παρενοχλούντων λυπηρῶν, ἐν ὀρθοδόξῳ φρονήματι, Σῶτερ μεγαλύνῃ σε.

Ἀρχαὶ Κυριότητες, καὶ Σεραφεὶμ σὺν τοῖς θρόνοις, Χερουβεὶμ τὰ ἄχραντα, Ἄγγελοι, Ἀρχάγγελοι, τὸν σεβάσμιον, καὶ σεπτὸν θρόνον σου, καὶ τὴν θείαν δόξαν, μετὰ δέους περιέπουσι. Δυνάμεις πᾶσαι δέ, σὺν ταῖς Ἐξουσίαις γεραίρουσι, τὴν σὴν μεγαλοπρέπειαν, καὶ τῆς σῆς προνοίας τὸ ἄφραστον, καὶ τὴν ἐν τοῖς οὖσι, σοφίαν σου θαυμάζουσι Χριστέ, καὶ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον, Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Γνώμῃ ὀλισθήσας τε, καὶ ὑποκύψας τῷ πλάνῳ, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε, Δέσποινα, τὴν ἀειμακάριστον.

Ἀπόστιχα Κατανυκτικά, Ἦχος πλ. β'
Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο, ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοὶ μετάνοιαν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἐν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικόν, Ἦχος πλ. β'
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.
Θεοτοκίον, Ἦχος πλ. β'
Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός· κατάβαλε Δέσποινα, τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

Μετὰ τὴν α' Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. β'
Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς, πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ, ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με.

Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς καὶ σκέπη καὶ λιμήν, τῶν εἰς σὲ προστρεχόντων, Θεοκυῆτορ ἀγαθή, προστασία τοῦ κόσμου, ἱκέτευε σὺν Ἀσωμάτοις ἐκτενῶς, ὃν ἔτεκες φιλανθρωπότατον Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Μετὰ τὴν β' Στιχολογίαν ἕτερα Καθίσματα
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες τὸ ὄνομά σου ἔργα χειρῶν σου, καὶ ἐπικεκλήμεθα.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἀρχὴ σωτηρίας ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα ἕτερα
Ἦχος πλ. β'
Ψυχή, ῥαθύμως τὴν ζωὴν διανύουσα πᾶσαν, ἡμέραν κρίσεως φρικτήν, κατὰ νοῦν οὐ λαμβάνεις, ἀνάνηψον, καὶ τὴν μετάνοιαν ἑλοῦ, ἐπίστρεψον, καὶ βόησον Χριστῷ. Οἰκτίρμον, μὴ μνησθῇς ἡμῶν πολλῶν ἁμαρτιῶν, ἐν ὥρᾳ καταδίκης.
Μαρτυρικὸν
Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Τὴν ὑπερένδοξον τοῦ Θεοῦ Μητέρα, καὶ τῶν ἁγίων Ἀγγέλων ἁγιωτέραν, ἀσιγήτως ὑμνήσωμεν, καρδίᾳ καὶ στόματι, Θεοτόκον αὐτὴν ὁμολογοῦντες, ὡς κυρίως γεννήσασαν Θεὸν σεσαρκωμένον, καὶ πρεσβεύουσαν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς
Τῶν ὀμμάτων μου, Χριστέ, τὸν κλαυθμὸν δέχου Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ αἰσθητὸς Φαραώ,
κατεποντίσθη πανστρατί,
Ἰσραὴλ δὲ διελθών,
ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα·
Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν,
ὅτι δεδόξασται.

Τὸν ἐμπεσόντα Χριστέ, λῃστῶν εἰς χεῖρας πονηρῶν, καὶ πληγαῖς ψυχοφθόροις, ἡμιθανῆ γενόμενον, συμπαθείας, ἐλαίῳ θεραπεύσας οἰκτείρησον, ἵνα δοξάζω σε.

Ὡς ἁμαρτήσας πολλά, σπήλαιον γέγονα λῃστῶν, ὁ τεχθεὶς ἐν σπηλαίῳ, δακρύων ὄμβρους δίδου μοι, καὶ καθάρισον, ὅπως τοῦ ἁγίου σου Πνεύματος, ναὸς γενήσωμαι.
Μαρτυρικὰ
Νεανικῶς τὸν ἐχθρόν, καταβαλόντες Ἀθληταί, θεοπλόκοις ἀληθῶς, στεφάνοις ἐκοσμήθητε, καὶ Θεῷ ἐν ὑψίστοις, μετ' Ἀγγέλων παρίστασθε, δόξης πληρούμενοι.

Οἱ τῶν αἱμάτων βυθῷ, τὸν Φαραὼ τὸν νοητόν, ἀποπνίξαντες ποτέ, σεπτοὶ Μεγαλομάρτυρες, πρὸς γῆν ἐπαγγελίας, οὐρανίου μετέβητε, Χριστὸν δοξάζοντες.
Θεοτοκίον
Μετὰ Μαρτύρων Ἁγνή, μετὰ τῶν θείων Προφητῶν, μετὰ πάντων Ἀγγέλων, τὸν κτίστην τῶν ἁπάντων, ἐκδυσώπει σωθῆναι, τοὺς σὲ δοξάζοντας, Θεοχαρίτωτε.

Κανὼν τῶν Ἀσωμάτων, οὐ ἡ Ἀκροστιχίς.
Ἕκτη πέφυκε τῶν Νόων μελῳδία

ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ,
ἐν ἀβύσσῳ ἴχνεσι,
τὸν διώκτην Φαραώ,
καθορῶν ποντούμενον,
Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Ἐπουρανίου χορείας ἀνευφημῶν, τὴν τερπνὴν εὐπρέπειαν, ταῖς αὐτῆς φωτιστικαῖς, ἀστραπαῖς φαιδρύνεσθαι βοῶ, ἱκετεύων σε Χριστέ, τὸν μόνον εὔσπλαγχνον.

Κατακοσμήσας τῷ Λόγῳ καὶ τῷ ἐκ σοῦ, παναγίῳ Πνεύματι, τῶν Ἀγγέλων τοὺς χορούς, σὲ τὸν πάντων αἴτιον ὑμνεῖν, παρεσκεύασας αὐτοὺς ὡς παντοδύναμος.
Θεοτοκίον
Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ,
τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου,
στερέωσον, Κύριε. Σὲ γὰρ ἔχω Ἀγαθέ,
καταφυγὴν καὶ στερέωμα.

Μετανοῶν Χριστῷ συνεταξάμην, καὶ τῶν κακῶν οὐδόλως ἐπαυσάμην, τίς γένωμαι τύφλωσιν, περικείμενος πολλήν. Υἱὲ Θεοῦ σύ με, οἴκτειρον.

Ἀποσκοπῶν Θεοῦ μακροθυμίαν, ἐκδαπανῶ ζωὴν τῇ ῥαθυμίᾳ, καὶ δέδοικα πάντοτε, μὴ ἐξαίφνης ἡ τομή, ἡ τοῦ θανάτου προφθάσῃ με.
Μαρτυρικὰ
Τοὺς διωγμούς, τοὺς πόνους, τοὺς κινδύνους, ὥσπερ τρυφὴν οἱ Μάρτυρες ποθοῦντες, ἠγάλλοντο βλέποντες, διανοίας ὀφθαλμοῖς, τὴν δι' αἰῶνος ἀπόλαυσιν.

Ὡς τῇ στερρᾷ τῆς εὐσεβείας πέτρᾳ, τὸν λογισμὸν ἑδράσαντες πανσόφως, μοχλεύσεσιν ἅγιοι, πολυτρόπων αἰκισμῶν, οὐκ ἀνετράπητε Μάρτυρες.
Θεοτοκίον
Νέος ἡμῖν Παράδεισος ἐδείχθης, ζωῆς ἁγνὴ τὸ ξύλον μέσον ἔχων, ἐξ οὗ φαγὼν Ἄχραντε, τῆς νεκρώσεως Ἀδάμ, τῆς πονηρᾶς ἀπολύεται.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου,
ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ,
καὶ στερεώσας αὐτούς,
ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Ὁ πᾶσαν φύσιν λογικήν, ἐκ μὴ ὄντων βουλήσει, πλαστουργήσασα Φύσις, τρισαγίαις ἐν φωναῖς, ὑμνολογεῖται τριττοῖς, ἐν προσώποις, καὶ δοξολογεῖται πιστῶς.

Πηγάζων σὺ τὸ ἀγαθόν, Δέσποτα τῶν ἁπάντων, καὶ πλουσίως ἐκχέων, τῇ μεθέξει ἀγαθούς, τοὺς ἀσωμάτων χορούς, τῶν Ἀγγέλων ἔδειξας φιλάνθρωπε.
Θεοτοκίον
Ἐδόθη ἄφεσις ἡμῖν, διὰ σοῦ Θεοτόκε· ὁ γὰρ νόμου Δεσπότης, ὁ ἐκ σοῦ σωματωθείς, τὰ πάθη ὑπὲρ ἡμῶν, ὑπομείνας, πάντας ἐλυτρώσατο.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ,
καὶ τῆς σῆς αἰνέσεως Κύριε,
τὰ πάντα πεπλήρωται.

Μὴ κατακρίνῃς ἡμᾶς, τοὺς πταίοντάς σοι πολλά, ἀλλὰ τῷ συνήθει σου Δέσποτα, ἐλέει οἰκτείρησον.

Ὁδὸς ὑπάρχων ζωῆς, θανατηφόρους ὁδούς, Σῶτερ, ἁμαρτίας ἐκκλίνειν με, ἀεὶ καταξίωσον.
Μαρτυρικὰ
Ὑφάπτουσαν αἰκισμῶν, καθυπελθόντες πυράν, δρόσῳ θείου Πνεύματος, Μάρτυρες ἐμείνατε ἄφλεκτοι.

Χειμάρρουν θείας τρυφῆς, τρυφᾶτε περιφανῶς, Μάρτυρες αἱμάτων τοῖς ῥεύμασιν, αὐτὴν κληρωσάμενοι.
Θεοτοκίον
Ῥαθύμως μου τὴν ζωήν, ἐκδαπανήσας Ἁγνή, πρὸς τὴν σὴν προστρέχω ἀντίληψιν, οἰκτείρησον σῶσόν με.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Χριστός μου δύναμις,
Θεὸς καὶ Κύριος,
ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς,
μέλπει ἀνακράζουσα,
ἐκ διανοίας καθαρᾶς,
ἐν Κυρίῳ ἐορτάζουσα.

Φθορᾶς ἀπρόσδεκτον, τὴν φύσιν ἔχοντες, οἱ θειότατοι Νόες σου τὸν σεπτόν, θρόνον περιέπουσιν, ἀθανασίας σε πηγήν, κληρωσάμενοι φιλάνθρωπε.

Ὑπὸ τοῦ Πνεύματος, ἁγιαζόμενοι, τῶν Ἀγγέλων οἱ δῆμοι πρὸς τὸ κακόν, μένουσιν ἀκίνητοι, ταῖς πρὸς τὸ πρῶτον Ἀγαθόν, ἀναβάσεσι θεούμενοι.
Θεοτοκίον
Κατάρα λέλυται, ἡ τῆς προμήτορος διὰ σοῦ Θεομῆτορ· σὺ γὰρ ἡμῖν, Ἄχραντε πανάμωμε, τῆς εὐλογίας τὴν πηγήν, τὴν ἀέναον ἐκύησας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ, Χριστέ,
φώτισον τὴν καρδίαν μου,
ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με.

Ἰεσσαὶ ἐκ τῆς ῥίζης βλαστήσας Χριστέ, ξήρανον τὰ βλαστήματα τῶν παθῶν μου, φυτεύων μοι τὸν φόβον σου.

Στεναγμὸν ὡς ὁ τελώνης κτησώμεθα, καὶ κακῶν ἀποσχώμεθα, στεναγμὸν ὅπως φύγωμεν αἰώνιον.
Μαρτυρικὰ
Τετρωμένοι τῷ θείῳ σου ἔρωτι, τιτρωσκόμενοι ἔχαιρον, ταῖς βασάνοις οἱ Μάρτυρές σου Κύριε.

Ἐκ περάτων τῷ σώματι οἱ Μάρτυρες, ἐναθλοῦντες κεκράγατε, καὶ Χριστὸς τῆς φωνῆς ὑμῶν εἰσήκουσε.
Θεοτοκίον
Τὴν οὐράνιον πύλην ὑμνήσωμεν, δι' ἧς πάντες εἰσέρχονται, ἁμαρτωλοὶ πρὸς εἰσόδους συγχωρήσεως.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ θείῳ φέγγει σου Ἀγαθέ,
τάς τῶν ὀρθριζόντων σοι ψυχάς,
πόθῳ καταύγαυσον δέομαι,
σὲ εἰδέναι Λόγε Θεοῦ,
τὸν ὄντως Θεόν,
ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Ἐπὶ τοῦ θρόνου τῶν Χερουβείμ, βλέπων ὁ Προφήτης σε, παντεπόπτα τὸν Κτίστην καὶ Κύριον, ἐπιβεβηκότα διὰ συμβόλων τὴν σήν, μυεῖται δεσποτείαν καὶ κυριότητα.

Ταῖς μυριάσιν ὁ Δανιήλ, καὶ ταῖς χιλιάσι, τῶν Ἀγγέλων κυκλουμένῳ σοι Δέσποτα, βλέπων ἡνωμένην τὴν τῶν ἀνθρώπων μορφήν, τὸ κράτος σου τῆς δόξης μεμυσταγώγηται.
Θεοτοκίον
Ὡραῖος κάλλει ὁ σὸς Υἱός, παρὰ τοὺς υἱοὺς τῶν γηγενῶν, ὤφθη πανύμνητε Δέσποινα. Λόγος γὰρ ὑπάρχει τοῦ ἐπὶ πάντων Θεοῦ, εἰ καὶ φύσιν ἀνθρώπου ἐκ σοῦ ἀνέλαβε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ κήτει καταποθείς,
τῷ τῆς ἁμαρτίας, κραυγάζω σοι
Χριστέ· Ὡς τὸν προφήτην,
ἐκ φθορᾶς με ἐλευθέρωσον.

Ὁ ὀμματώσας τυφλούς, τῆς ψυχῆς μου ἄνοιξον ὄμματα, ὅπως τὸ φῶς σου βλέψω, καὶ παθῶν σκότους ῥυσθήσωμαι.

Ναμάτων ζωοποιῶν, μετανοίας ἔμπλεων ποίησον, Οἰκτίρμον τὴν ψυχήν μου, ποταμοὺς διδοὺς δακρύων μοι.
Μαρτυρικὰ
Κοιλάδες μαρτυρικαί, κρίνα ἰαμάτων ἐκφύουσι, καὶ πάντων τὰς καρδίας, εὐσεβῶν εὐωδιάζουσι.

Λυόμενοι αἰκισμοῖς, σῶμα τὸ φθειρόμενον ἅγιοι, τῷ πόθῳ τοῦ Κυρίου, τὴν καρδίαν συνεδήσατε.
Θεοτοκίον
Ἁγία Μῆτερ Θεοῦ, τὴν βεβηλωθεῖσαν καρδίαν μου, πράξεσιν ἐναγέσι, συμπαθείᾳ σου ἁγίασον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοῦ βίου τὴν θάλασσαν,
ὑψουμένην καθορῶν,
τῶν πειρασμῶν τῷ κλύδωνι,
ἐν εὐδίῳ λιμένι σου προσδραμών,
βοῶ σοι· Ἀνάγαγε
ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Νοὸς καθαρότητι, καταβαίνοντας ὁρῶν, ὁ Ἰακὼβ ἐν κλίμακι, τοὺς Ἀγγέλους σου Δέσποτα τηλαυγῶς, τὴν σὴν ἐδιδάσκετο, ἐν σαρκὶ παρουσίαν προδηλότατα.

Νοήσας τὴν ἔνθεον, τῶν Ἀγγέλων καὶ φαιδράν, παρεμβολὴν ἠγάλλετο, ὁ θεράπων σου Δέσποτα Ἰσραήλ, εὐρύθμως χορεύουσαν, καὶ τὴν ἄρρητον δόξαν περιέπουσαν.
Θεοτοκίον
Ὀρέων ὑπέρτερον, αἰωνίων ἀληθῶς, ἀγγελικῶν Δυνάμεων, ἀνεδείχθη τὸ ὄρος τὸ ἐμφανές, σὴ γαστὴρ χωρήσασα, τῆς Θεότητος αἴγλην, Κόρη Δέσποινα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῶν ὁσίων σοῦ Παίδων,
τὸν ὕμνον ἐπακούσας,
καὶ τὴν κάμινον καιομένην δροσίσας,
εὐλογητὸς εἶ Κύριε.

Ὑπὸ τῆς ἄγαν κακίας, τὸν νοῦν ἀπετυφλώθην, καὶ οὐκ ἔβλεψα μετανοίας τὸ φέγγος. Χριστὲ Σωτήρ μου σῶσόν με.

Θαρρῶν τῇ σῇ εὐσπλαγχνίᾳ, προσπίπτω σοι Οἰκτίρμον, ἐξαιτούμενος τῶν κακῶν μοι τὴν λύσιν, μή με παρίδῃς Δέσποτα.

Μόνος ἐγὼ ἐγυμνώθην, ἐξ ἔργων δικαιούντων, μόνος ἔπραξα πᾶσαν ἄτοπον πρᾶξιν, μόνος Χριστὲ σύ με οἴκτειρον.
Μαρτυρικὰ
Ὁ ὑπερκόσμιον δόξαν, ἐνδύσας τοὺς Ἁγίους, τοὺς ἀθλήσαντας ἐν τῷ κόσμῳ, πρεσβείαις αὐτῶν, Χριστέ μου σῶσόν με.

Νομοθεσίας ἀδίκου, δικαίου νόμου ὄντες, θεῖοι φύλακες κατεπτύσατε πίστει, νομίμως ἐναθλήσαντες.
Θεοτοκίον
Δούλου μορφὴν ὑποδύντα, Δεσπότην Κόρη τίκτεις, ὃν ἱκέτευε τῶν παθῶν τῆς δουλείας, Ἁγνὴ ἐλευθερῶσαί με.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο,
Ἄγγελος τοῖς Ὁσίοις Παισί,
τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ,
τὸν Τύραννον ἔπεισε βοᾷν.
Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὡραιότητι φαιδρύνεσθε πανάγιοι, Ἄγγελοι τοῦ παντοκράτορος, πλησιάζοντες, τῇ ἀφράστῳ δόξῃ τοῦ Χριστοῦ, καὶ πόθῳ κραυγάζοντες ἀεί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοερῶς περὶ σὲ Δέσποτα στρεφόμενοι, Ἄγγελοι τὴν ἀκατάληπτον, φωτοφανείαν, ἀϊδίως δέχονται τὴν σήν, ὑμνοῦντες καὶ λέγοντες ἀεί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Μετὰ σοῦ εὐλογημένη ὁ Ἀσώματος, Κύριος ἔφη ὁ Γαβριήλ· τὴν καταφθαρεῖσαν γὰρ ἀναπλάσαι φύσιν βουληθείς, τὴν μήτραν σου ᾤκησεν Ἁγνή· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ,
τὰ Χερουβεὶμ ἐμιμήσαντο,
τὸν τρισάγιον ὕμνον ἀναβοῶντες·
Εὐλογεῖτε ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε τὸν Κύριον.

Ἐζήλωσα ἀσπλάγχνου πλουσίου τρόπους, καὶ παρορῶ μου πτωχεύσαντα, τὸν νοῦν πρὸ θυρῶν τῆς μετανοίας, κακίᾳ ἡλκωμένον Χριστέ· μή με εἰς πῦρ πέμψῃς ἄσβεστον.

Χειμῶνι καὶ σαββάτῳ καλῶν ἀργίας, μή με τοῦ βίου ἀνέτοιμον λάβῃς, χειμῶνα τῆς ἁμαρτίας ὁ καταπαύσας Οἰκτίρμον, ἀλλ' ἐπιστροφὴν θείαν δίδου μοι.
Μαρτυρικὰ
Οἱ Μάρτυρες τὴν πλάνην καταπατοῦντες, τῇ ἀπλανεῖ πίστει ἅπασαν, βασάνων, ἤνεγκαν τρικυμίαν, εὐλογοῦντες, ὑμνοῦντες, καὶ ὑπερυψοῦντες τὸν Κύριον.

Ὑφάπτουσαν βασάνων ἤνεγκαν φλόγα, ὑπομονῆς δρόσῳ οἱ Ἅγιοι, ὕλην ἔφλεξάν τε ἀσεβείας, θείας ζήλῳ ἀγάπης, πυρούμενοι καλλίνικοι Μάρτυρες.
Θεοτοκίον
Ὑπάρχουσα Ἀγγέλων τιμιωτέρα, Θεὸν τὸν ἅγιον τέτοκας, ὑπερβαλλόντως ἁγιασθεῖσα, Θεοτόκε Παρθένε· διό μου τὴν ψυχὴν καθαγίασον.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας,
καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας·
ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι·
σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἐλισσαῖον ὡς πάλαι σοῦ τὸν θεράποντα, στρατιαῖς ἀσωμάτοις περιετείχισας· οὕτω δὴ καὶ νῦν, Χριστὲ τὴν Ἐκκλησίαν σου, σὲ ὑπερυψοῦσαν εἰς πάντας τοὺς αἰῶνας.

Λυτρωθῆναι πταισμάτων καθικετεύσατε, Ἀρχιστράτηγοι θεῖοι, ὡς παριστάμενοι, θρόνῳ τῷ φρικτῷ, τοὺς ἐν πόθῳ δοξάζοντας, καὶ ὑπερυψοῦντας Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὡς Μητρὶ καὶ Παρθένῳ Χαῖρέ σοι κράζομεν· Γαβριὴλ σὺν τῷ θείῳ Θεομακάριστε. Λόγον γὰρ ἡμῖν, Θεοῦ σαρκὶ γεγέννηκας, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἡ τὸ Χαῖρε δι' Ἀγγέλου δεξαμένη,
καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον,
Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας.

Ἰωσὴφ μὲν σωφρονήσας σιτοδότης, ἐγνωρίσθη, ἐγὼ ἀσωτεύων δέ, λιμῷ κρατοῦμαι ἐναρέτων πράξεων.

Ὡς ὁ Πέτρος μεταγνοὺς Χριστὲ δακρύω, ὡς ὁ Τελώνης στενάζω, ὡς ὁ Ἄσωτος ἐκ βάθους κράζω· Ἥμαρτον, συγχώρησον.
Μαρτυρικὰ
Συμμαχίᾳ τοῦ Θεοῦ καταβαλόντες, τὴν κακίαν σοφοὶ τοῦ ἀλάστορος, στεφάνους νίκης ἐξ ὕψους ἐδέξασθε.

Ἡ ἁγία τῶν σεπτῶν Μαρτύρων μνήμη, ἁγιάζει ἐν ἁγίῳ Πνεύματι, τοὺς ὀρθοδόξως αὐτὴν ἁγιάζοντας.
Θεοτοκίον
Φώτισόν με ἁμαρτίᾳ σκοτισθέντα, ἀπαθείας τὸ φῶς ἡ κυήσασα, ἵνα ὑμνῶ σε ἁγνὴ Ἀειπάρθενε.

Κανὼν τῶν Ἀσωμάτων, ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον,
ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα,
διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς,
Λόγος σεσαρκωμένος,
ὂν μεγαλύνοντες,
σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Δαυῒδ Προφήτῃ τῷ σῷ ὡς ἔπαυσας, τὸν σὸν λαὸν πατάσσοντα ῥομφαίᾳ σου Ἄγγελον, οὕτως Οἰκτίρμον βράβευσον, εἰρήνην Χριστέ, πάσαις ταῖς ἐκκλησίαις, τὸν ἐπικείμενον νῦν, ἐπικουφίζων πειρασμὸν ὡς πολυέλεος.

Ἰδὼν λαοῦ σου Χριστὲ τὴν κάκωσιν, ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων θεράπευσον, ἱκεσίαις Δέσποτα, τῶν σῶν Λειτουργῶν, τῶν νῦν περικυκλούντων, σὲ τὸν Παντάνακτα, φωναῖς τε ἀπαύστοις ὡς Θεὸν δοξολογούντων σε.
Θεοτοκίον
Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, καὶ Σεραφείμ, Δυνάμεις, Ἐξουσίαι καὶ Ἄγγελοι, θρόνοι πολυομμάτοις σὺν τοῖς Χερουβείμ, νῦν τὸν δεδοξασμένον, Τόκον σου σέβοντες, σὲ Παρθενομῆτορ εὐλαβῶς ἀεὶ δοξάζουσι.

Ἀπόστιχα Κατανυκτικὰ
Ἦχος πλ. β'
Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος πλ. β'
Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός καὶ ἐλέησόν με.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος πλ. β'
Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. β'
Ἀρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. β'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου,
ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,
καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Πάριδέ μου, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα Ἰησοῦ φιλάνθρωπε, καὶ σῳζομένων, μερίδι με σύνταξον.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ὁ λαμπρύνας, τῶν Ἀγγέλων τὰς χορείας, ταῖς ἐκείνων Χριστὲ παρακλήσεσι, τὸ ὀπτικόν μου, τῆς καρδίας φώτισον.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Πᾶσαν πεῖραν, ἀλγεινῶν ὑπενεγκόντες, Ἀθλοφόροι τὰ ἄλγη καὶ τραύματα, τὰ τῶν ἀνθρώπων, ἀεὶ θεραπεύετε.
Δόξα...
Τὴν Τριάδα, τὴν ἁγίαν προσκυνοῦμεν, ὑμνουμένην Ἀγγέλων στρατεύμασιν, αὐτῇ βοῶντες· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Λύτρωσαί με, τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι Θεογεννῆτορ, ὅπως μακαρίζω σε.