ΠΑΡΑΚΛΗΤΙΚΗ
ΣΑΒΒΑΤΟΝ ΠΛ. Β΄ ΗΧΟΣ




Στιχηρὰ Δεσποτικά
Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη ΤΟ ΑΚΟΥΤΕ
Ῥῦσαί με γεέννης ἀποκειμενης, ἐξελοῦ πυρός με τοῦ αἰωνίου, Κριτὰ δικαιότατε, τὸν κατακεκριμένον, δεῖξον ἐκ ζάλης ἐναντίας, ἀνάλωτόν με Λόγε, τρέμω ὁ τάλας ἐννοῶν μου, τὸ τῶν πταισμάτων πλῆθος, καὶ προσπίπτω σοι μετὰ δακρύων, καὶ συντριβῆς τῆς καρδίας μου Φιλάνθρωπε, τὸ σὸν αἰτούμενος ἔλεος.

Τίς ἐμὲ μὴ κλαύσῃ τὸν παραβάντα, ἐντολὴν Δεσπότου δι' ἀκρασίαν, τὸν ᾍδην οἰκήσαντα, ἀντὶ τοῦ Παραδείσου, βρῶσις γλυκεῖά μοι φανεῖσα εἰς χολὴν μετετράπη, ξένος τῆς δόξης σου Οἰκτίρμον, καὶ Ἀγγέλων ἐδείχθην, ἀλλὰ δέξαι με μετανοοῦντα ὡς ἐλεήμων καὶ φιλάνθρωπος Κύριος διὰ τὸ μέγα σου ἔλεος.

Πάντας τοὺς ἐν πίστει κεκοιμημένους τάξον ζωοδότα ἐν χώρᾳ ζώντων, ἐν τόποις ἀνέσεως, ἐν σκηναῖς αἰωνίοις, ἔνθα τὸ φῶς τοῦ σοῦ προσώπου, ἀφθόνως καταλάμπει, ὅπου τρυφὴ καὶ χαρμοσύνη, καὶ εἰρήνη τῶν Δικαίων, παριδὼν αὐτῶν τὰ ἐπταισμένα, ἔργῳ καὶ λόγῳ διανοίᾳ τε Δέσποτα, διὰ πολλὴν ἀγαθότητα.
Στιχηρὸν Μαρτυρικόν
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον, τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στιχηρὸν Μαρτυρικόν
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.
Στιχηρὸν Μαρτυρικόν
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. β'
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ, Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Ἀπόστιχον Μαρτυρικόν
Ἦχος πλ. β'
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις, ἐλέησον ἡμᾶς.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Νεκρώσιμα
Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε καὶ ὁρατῆς, ζῶόν με συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ἄλγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον, ἀλλ' ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο· πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν Δικαίων ἀνάπαυσον.
Θεοτοκίον
Ἦχος πλ. β'
Πρεσβείαις τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων Προφητῶν Ἱεραρχῶν, ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. β'
Ἀγγελικαὶ δυνάμεις ΤΟ ΑΚΟΥΤΕ
Ἀθλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους καὶ Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

Ἀθλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης, παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας των παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας. Δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις. Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.

Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα
Ἦχος πλ. β'
Μαρτυρικὸν
Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Νεκρώσιμον
Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσομεν, τότε τῷ τάφῳ οἰκήσομεν, ὅπου ὁμοῦ Βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
ΤΟ ΑΚΟΥΤΕ
Ἡ κραταιὰ τῶν γηγενῶν, προστασία καὶ σκέπη, Θεοκυῆτορ Μαριάμ, ἡ τεκοῦσα ἐν χρόνῳ, τὸν ἄχρονον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἱκέτευε αὐτόν, ὡς Μήτηρ οὖσα ἐκτενῶς, σὺν Μάρτυσι καὶ Προφήταις, καὶ θείοις Ἀσκηταῖς, σῶσαι τοὺς μεταστάντας.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς.
Λόγοις γεραίρω τοὺς ἐραστὰς τοῦ Λόγου. Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται.

Λελαμπρυσμένῳ νοΐ, τοὺς σκοτεινοὺς περὶ τὸ φῶς, δυσσεβοῦντας τυράννους οἱ Μάρτυρες αἰσχύναντες, πρὸς ἀνέσπερον φέγγος, νικηφόροι γενόμενοι, σοφῶς μετέβησαν.

Οἱ Ἱεράρχαι Χριστοῦ, τῶν Ὁσίων ὁ χορός, Προφητῶν καὶ Δικαίων ἁπάντων ὁμήγυρις, ἀρετῶν ταῖς ἰδέαις, ἀστραπτόμενοι ἔφθασαν, πρὸς οὐρανίους σκηνάς.

Γυναίων πᾶσα πληθύς, προσῳκειώθη τῷ Θεῷ, καὶ τὴν Εὔαν τὸν δεινῶς ἀπάτῃ θανατώσαντα, συμπατήσασα πόνοις, ἀνδρικοῖς μακαρίζεται, ἐνθέοις ᾄσμασι.
Νεκρώσιμον
Ὁ ἀπὸ γῆς κατ' ἀρχάς, πλάσας τὸν ἄνθρωπον Χριστέ, τὰς ψυχὰς τῶν σῶν δούλων, ἀνάπαυσον δεόμεθα, ἐν σκηναῖς τῶν δικαίων, καὶ ἐν τόποις ἀνέσεως, ὡς Ὑπεράγαθος.
Θεοτοκίον
Ἱερωτέρα Ἁγνή, τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἀνεδείχθης τεκοῦσα, τὸν ποιητὴν τῆς κτίσεως, ὃν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς δούλους σου, τοὺς σὲ δοξάζοντας.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.
Ἕκτον προσαυδῶ τοῖς ἀπελθοῦσι μέλος.
Ποίημα Θεοφάνους.

ᾨδὴ α'

Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

Ἐν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστέ. Οὓς ἐκ γῆς μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν, τυχεῖν ἀξίωσον.

Κατακοσμήσας τὰ πάντα ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον, ταπεινότητος ὁμοῦ, καὶ μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.

Τοῦ παραδείσου πολίτην καὶ γεωργόν, κατ' ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν, ἐντολὴν ἐξώρισας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σῶτερ ἀνάπαυσον.
Θεοτοκίον
Ὁ ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρός, σάρκα περιβάλλεται δι' ἧς, τοῦ θανάτου τὴν ἰσχύν, Ἁγνὴ διέλυσε.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ στερρᾷ, τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον Κύριε· σὲ γὰρ ἔχω ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.

Σωματικοῖς, ὁμιλοῦντες νῦν πόνοις, οἱ Ἀθληταί, τὴν ἄπονον ἐσκόπουν, ἀντίδοσιν χαίροντες, καὶ νῦν παύουσιν ἡμῶν, πόνους παντοίους ἐν χάριτι.

Γνώμῃ στερρᾷ, σοβοῦντες τὰ θηρία, τὰ πονηρά, οἱ θεῖοι Ἱεράρχαι, ἐρρύσαντο ἄτρωτα, τῆς κακίας τῆς αὐτῶν, τὰ τοῦ Χριστοῦ θεῖα θρέμματα.

Ἐθελοντί, ζυγὸν τὸν τοῦ Κυρίου, ὑπεισελθών, χορὸς ὁ τῶν ὁσίων, ἐνέκρωσε φρόνημα, τῆς σαρκὸς καὶ τὴν ζωήν, τὴν δι' αἰῶνος ἀπέλαβε.
Νεκρώσιμον
Ῥῦσαι πυρός, Χριστὲ τοῦ αἰωνίου, τοὺς εὐσεβῶς, τοῦ βίου μεταστάντας, καὶ δὸς αὐτοῖς ἄφεσιν, ὀφλημάτων ἀγαθέ, καὶ αἰωνίαν ἀπόλαυσιν.
Θεοτοκίον
Αἱ τὸν Χριστόν, ποθήσασαι Γυναῖκες, σὲ τὴν αὐτόν, ἀρρήτως τετοκυῖαν, πανάχραντε Δέσποινα, γεγηθότι λογισμῷ, παρεστῶσαι νῦν χορεύουσι.

Κανὼν Νεκρώσιμος, ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης, κοσμηθέντες παρὰ σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν αἰτοῦσί σε.

Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ' ἐσχάτων σεαυτόν, κενώσας ὡς συμπαθής, καὶ ζητήσας εὗρες καὶ διέσωσας.

Ῥεόντων ἄστατον φοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν χαρμονικῶς, ἀξίωσον Ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.
Θεοτοκίον
Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, συνέλαβες ἐν γαστρί, τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην· δόξα τῇ δυνάμει σου Κύριε.

Ἱστάμενοι ἔβλεπον, τὸν ἀλαζόνα οἱ Ἀθλοφόροι, πρὸ ποδῶν αὐτῶν πατούμενον, καὶ τὸν πάντων Κτίστην, εὐχαρίστως ἐδόξαζον.

Ῥημάτων λαμπρότητος, οἱ Ἱεράρχαι καθοπλισθέντες, πρὸς τὸ φῶς τῆς ἐπιγνώσεως, τοὺς ἀνθρώπους, σκότους τῶν αἱρέσεων ἔσωσαν.

Ὡς ἄνθρακες ὤφθησαν, τῇ πρὸς τὸ θεῖον θερμῇ συνέσει, καὶ τὰ πάθη καταφλέξαντες, τὰ ὑλώδη, Ὅσιοι μεγάλως δοξάζονται.
Νεκρώσιμον
Τῶν ζώντων τε Κύριε, καὶ τῶν θανόντων ἐξουσιάζων, οὓς μετέστησας ἀνάπαυσον, μετὰ πάντων, εὐαρεστησάντων σοι Δέσποτα.
Θεοτοκίον
Κύριος Ἄχραντε, ἐκ σοῦ ἀρρήτως σάρκα φορέσας, τῶν Γυναίων τὸν κατάλογον, ἐν ἀνδρείᾳ, διηγωνισμένον προσήκατο.

Κανὼν Νεκρώσιμος,, ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.

Σοφίας μείζονος, δεικνύων γνώρισμα, καὶ τῆς περὶ τὰ δῶρα πολυτελοῦς, Δέσποτα χρηστότητος, τὰς τῶν Μαρτύρων χορείας, τοῖς Ἀγγέλοις συνηρίθμησας.

Ἀφράστου δόξης σου, τυχεῖν ἀξίωσον, τοὺς πρὸς σὲ μεταστάντας, ἔνθα Χριστέ, τῶν εὐφραινομένων ἐστίν, ἡ κατοικία καὶ φωνή, καθαρᾶς ἀγαλλιάσεως.

Ὑμνοῦντας πρόσδεξαι, τὸ θεῖον κράτος σου, οὓς ἐκ γῆς προσελάβου, τέκνα φωτός, τούτους ἐργαζόμενος, τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐκκαθαίρων πολυέλεε.
Θεοτοκίον
Δοχεῖον ἄχραντον, Ναὸν πανάμωμον, Κιβωτὸν παναγίαν, παρθενικόν, τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με.

Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἐνδυθέντες ἱμάτιον Ἀθληταί, τὸν ἐχθρὸν ἀπεγυμνώσατε.

Σὺν ἁγίοις Προφήταις τιμήσωμεν, Ἱεράρχας θεόφρονας, καὶ Ὁσίους Θεῷ εὐαρεστήσαντας.

Ἐκ περάτων τοῦ σύμπαντος Μάρτυρες, ἐναθλοῦντες κεκράγατε, καὶ Χριστὸς τῆς φωνῆς ὑμῶν εἰσήκουσε.
Θεοτοκίον
Ῥυομένη ἡμᾶς πάσης φάνηθι, τοῦ ἐχθροῦ βλάβης Δέσποινα, δυσωποῦσα Χριστὸν τὸν μόνον εὔσπλαγχνον.

Κανὼν Νεκρώσιμος,, ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Ὡς ὁλοκάρπωσις ἱερά, καὶ ὡς ἀπαρχὴ τῆς ἀνθρωπίνης οἱ Μάρτυρες φύσεως, τῷ δεδοξασμένῳ προσενεχθέντες Θεῷ, ἡμῖν τὴν σωτηρίαν ἀεὶ βραβεύουσι.

Τῆς οὐρανίου διαγωγῆς, τῆς διανομῆς τῶν χαρισμάτων ἀξίωσον Δέσποτα, τοὺς προκοιμηθέντας πιστοὺς ἱκέτας σου, παρέχων τῶν πταισμάτων τὴν ἀπολύτρωσιν.

Ὁ μόνος φύσει ζωοποιός, τὸ τῆς ἀγαθότητος ὄντως, ἀνεξιχνίαστον πέλαγος, τοὺς τελειωθέντας, τῆς Βασιλείας τῆς σῆς, ἀξίωσον Οἰκτίρμον μόνε ἀθάνατε.
Θεοτοκίον
Ἰσχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου γεννηθείς, καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾍδου πυλῶν, ῥυόμενος τοὺς πίστει σε μακαρίζοντας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ κήτει καταποθείς, τῷ τῆς ἁμαρτίας κραυγάζω σοι, Χριστέ. Ὡς τὸν Προφήτην, ἐκ φθορᾶς με ἐλευθέρωσον.

Αἱμάτων θείαις ῥοαῖς, νοητοὺς ἐχθροὺς ἐβυθίσατε, πιστῶν δὲ τὰς καρδίας, Ἀθλοφόροι κατηρδεύσατε.

Σταυρώσαντες ἑαυτούς, κόσμῳ καὶ τοῖς πάθεσιν, Ὅσιοι σοφοὶ σὺν Ἱεράρχαις, θείας δόξης ἠξιώθητε.

Τῶν Προφητῶν ὁ χορός, καὶ σεπτῶν Γυναίων κατάλογος, καλῶς ἠγωνισμένος, κατὰ χρέος μακαρίζονται.
Νεκρώσιμον
Ἀνάπαυσον ὁ Θεός, τῶν προκοιμηθέντων τὰ πνεύματα, μετὰ τῶν ἐκλεκτῶν σου, παρορῶν αὐτῶν τὰ πταίσματα.
Θεοτοκίον
Σαρκὶ τεκοῦσα Χριστόν, τῆς σαρκός μου τὰ πάθη θανάτωσον, καὶ ζώωσον Παρθένε, τὴν ψυχήν μου μεσιτείᾳ σου.

Κανὼν Νεκρώσιμος,, ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.

Σταυρῷ προσηλούμενος, τῶν Μαρτύρων τοὺς χορούς, πρὸς ἑαυτὸν συνήγαγες, μιμουμένους τὸ πάθος σου Ἀγαθέ· διό σου δεόμεθα, τοὺς πρὸς σὲ μεταστάντας διανάπαυσον.

Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ἔλθῃς φοβερός, κρῖναι τὸν κόσμον ἅπαντα, ἐν νεφέλαις εὐδόκησον Λυτρωτά, φαιδρῶς ὑπαντῆσαί σοι, οὓς ἐκ γῆς προσελάβου, πιστούς δούλους σου.

Πηγὴ ζωῆς πέφυκας, ἐν ἀνδρείᾳ θεϊκῇ, πεπεδημένους Δέσποτα, ὁ ἐξάγων τοὺς δούλους σου τοὺς πρὸς σέ, πιστῶς ἐκδημήσαντας, ἐν τρυφῇ Παραδείσου κατασκήνωσον.
Θεοτοκίον
Εἰς γῆν ἀπεστράφημεν, παραβάντες τοῦ Θεοῦ, τὴν ἐντολὴν τὴν ἔνθεον, διὰ σοῦ, δὲ Παρθένε πρὸς οὐρανόν, ἐκ γῆς ἀνυψώθημεν, τὴν φθορὰν τοῦ θανάτου ἐκτινάξαντες.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῶν ὁσίων σου Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην δροσίσας, εὐλογητὸς εἶ Κύριε.

Τοὺς τοῦ Χριστοῦ Ἀθλοφόρους, τοὺς σβέσαντας τὴν φλόγα, ὄμβροις αἱμάτων, τῆς δεινῆς ἀθεΐας, μελῳδικῶς τιμήσωμεν.

Οἱ εὐκλεεῖς Ἱεράρχαι, αἱρέσεων χειμῶνα διαλύσαντες, πρὸς τὸ ἔαρ τὸ θεῖον, χαρμονικῶς μετέστησαν.

Ὑπομονῇ ἐν πλουσίᾳ, τοῦ Πνεύματος τὴν χάριν, ἐπλουτήσατε Ἀσκηταὶ καὶ τὰ θράση, τῶν δυσμενῶν ὠλέσατε.
Νεκρώσιμον
Λειμῶνας τοὺς τῆς τρυφῆς σου, κληρώσασθαι, ἐν πίστει καταξίωσον, τοὺς μεταστάντας τοῦ βίου, Οἰκτίρμον ὡς φιλάνθρωπος.
Θεοτοκίον
Ὁ σὲ τὴν Παρθένον δείξας, ἁγνὴν καὶ μετὰ τόκον, τῶν ἁγίων σοι, Γυναικῶν τὰς χορείας, ἀκολουθούσας ἔσχηκε.

Κανὼν Νεκρώσιμος,, ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λυτρωθέντες τῷ σῷ αἵματι οἱ Μάρτυρες, τῆς πρώτης παραβάσεως, ῥαντισθέντες δὲ τῷ ἰδίῳ αἵματι, τὴν σὴν σαφῶς εἰκονίζουσι σφαγήν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θρασυνόμενον τὸν θάνατον ἐνέκρωσας, Λόγε ζωαρχικώτατε, τοὺς ἐν πίστει δὲ κοιμηθέντας, πρόσδεξαι τανῦν, ὑμνοῦντας καὶ ψάλλοντας Χριστέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ ψυχώσας με τὸν ἄνθρωπον φυσήματι, θείῳ θεαρχικώτατε, τοὺς μεταστάντας βασιλείας Δέσποτα τῆς σῆς, ἀξίωσον ψάλλειν σοι Σωτήρ. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὑπερτέρα πάσης κτίσεως Πανάμωμε, γέγονας συλλαβοῦσα Θεόν, τὸν συντρίψαντα τοῦ θανάτου πύλας, καὶ μοχλοὺς συνθλάσαντα· ὅθεν σε Ἁγνή, ὑμνολογοῦμεν οἱ πιστοὶ ὡς Θεομήτορα.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.

Γενναίως τῶν βασάνων τὴν τρικυμίαν, αἰκιζόμενοι χάριτι, οἱ θεῖοι Μάρτυρες διελθόντες, εἰς γαλήνην βαθεῖαν, τῆς ἄνω Βασιλείας κατήντησαν.

Οἱ ὅσιοι καὶ πάνσοφοι Ἱεράρχαι, ἀναφανέντες ὡς ἥλιος, φωταγωγοῦσι τὴν οἰκουμένην, διδαγμάτων ἀκτῖσι, καὶ ταῖς τῶν θαυμάτων λαμπρότησι.

Ὑμνήσωμεν Γυναίων τὰς φιλοθέους, καὶ τοὺς ἀσκήσει τε καὶ ἀθλήσει, δουλεύσαντας τῷ Κτίστῃ, καὶ πρεσβευτὰς γενομένους, πρὸς τὸν τῶν ὅλων Δεσπότην καὶ Κύριον.
Νεκρώσιμον
Ὑμνήσωμεν Δικαίους τοὺς ἀπ' αἰῶνος, τοὺς θεηγόρους Προφήτας, καὶ ἐκβοήσωμεν κατανύξει. Τούτων Λόγε πρεσβείαις, τοὺς πίστει μεταστάντας ἀνάπαυσον.
Θεοτοκίον
Ὅλην σε τὴν πλησίον Θεοῦ Παρθένε, χορὸς Γυναίων ἠγάπησε, καὶ σοῦ ὀπίσω προσηνέχθη, τῷ Δεσπότῃ τῶν ὅλων, συμφώνως μακαρίζων σε Ἄχραντε.

Κανὼν Νεκρώσιμος,, ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σταθερῶς τοὺς ἀγῶνας ἐπιδειξάμενοι, τῷ τῆς νίκης στεφάνῳ κατεκοσμήθητε, Μάρτυρες Χριστοῦ, ἀθλοφόροι κραυγάζοντες· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἱερῶς τοὺς τὸν βίον ἀπολιπόντας πιστούς, καὶ πρὸς σὲ τὸν Δεσπότην μεταχωρήσαντας, δέξαι προσηνῶς ἀναπαύων ὡς εὔσπλαγχνος, σὲ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.

Νῦν ἐν γῇ τῶν πρᾳέων πάντας αὐλίζεσθαι, τοὺς προκεκοιμημένους Σῶτερ εὐδόκησον, πίστει τῇ εἰς σέ, δικαιώσας καὶ χάριτι, σὲ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον
Μακαρίζομεν πάντες, σὲ Παμμακάριστε, τὴν τὸν Λόγον τὸν ὄντως ὄντα μακάριον, σάρκα δι' ἡμᾶς, γεγονότα γεννήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἡ τὸ Χαῖρε, δι' Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν κτίστην τὸν ἴδιον Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας.

Ἱερεῖα καθαρὰ προσενεχθέντες τῷ Δεσπότῃ ἀθλοφόροι Μάρτυρες αὐτὸν αἰτεῖσθε σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ὡς ποιμένες, ἐπὶ χλόην εὐσεβείας, Ἱεράρχαι πιστοὺς ἐποιμάνατε, καὶ νῦν εἰς μάνδραν θείαν ἐσκηνώσατε.

Σὺν ἁγίοις, Ἱεράρχαις καὶ Προφήταις καὶ Γυναίων χορῷ ἐναθλήσαντι, τοὺς τῶν Ὁσίων χοροὺς μακαρίσωμεν.
Νεκρώσιμον
Ἧς μετέσχον, εὐφροσύνης ἀϊδίου, τῶν Ἁγίων οἱ δῆμοι, ἀξίωσον τοὺς μεταστάντας, τυχεῖν Πολυέλεε.
Θεοτοκίον
Φῶς τεκοῦσα, φωταγώγησον Παρθένε τὴν ψυχήν μου τὸ σκότος διώκουσα, τῆς ἁμαρτίας, Ἁγνὴ τὸ βαρύτατον.

Κανὼν Νεκρώσιμος,, ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ, τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Ἐλπὶς Μαρτύρων χοροὺς ἐνεύρωσε, καὶ πρὸς τὴν σὴν ἀγάπην διαπύρως ἐπτέρωσε, τῶν μελλόντων τούτοις προτυπώσασα, τὴν μὴ σαλευομένην ὄντως ἀνάπαυσιν, ἧς τούς μεταστάντας Ἀγαθὲ πιστοὺς ἀξίωσον.

Λαμπρᾶς καὶ θείας τυχεῖν ἐλλάμψεως, τῆς σῆς Χριστὲ τοὺς πίστει μεταστάντας εὐδόκησον, τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν, μόνος ὡς ἐλεήμων, τούτοις δωρούμενος, καὶ τῆς αἰωνίου ἀξιῶν μακαριότητος.

Ὁ ὢν τῇ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, καὶ θελητὴς ἐλέους, εὐσπλαγχνίας ἡ ἄβυσσος, οὓς ἐκ τόπου τούτου τῆς κακώσεως, καὶ σκιᾶς τοῦ θανάτου Σῶτερ μετέστησας ἔνθα καταλάμπει σου τὸ φῶς, τούτους κατάταξον.
Θεοτοκίον
Σκηνὴν ἁγίαν Ἁγνὴ γινώσκομεν, καὶ Κιβωτὸν καὶ Πλάκα σὲ τοῦ νόμου τῆς χάριτος· διὰ σοῦ γὰρ ἄφεσις δεδώρηται τοῖς δεδικαιωμένοις, διὰ τοῦ αἵματος τοῦ σωματωθέντος, ἐκ τῆς σῆς γαστρὸς Πανάμωμε.

Ἦχος πλ. β'
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Στιχηρὰ τῶν Αἴνων ΜαρτυρικὰΣτιχηρὰ τῶν Αἴνων ΜαρτυρικὰΣτιχηρὰ τῶν Αἴνων Μαρτυρικὰ
Ἦχος πλ. β'
Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Κύριε, εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου, συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Νεκρώσιμον
Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ ἁγίους ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργῶν καὶ πληρῶν. Προφήτας ἐξαπέστειλας, Χριστέ, προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαί σου τὰ μεγαλεῖα, καὶ οἱ μὲν προεφήτευσαν τὴν ἔλευσίν σου, οἱ δὲ τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη. Μάρτυρες δὲ ἔτυχον ὧν περ ἐπόθουν, καὶ πρεσβεύει σοι ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τῇ τεκούσῃ σε. Ἀνάπαυσον Κύριε ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς Βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας, δι' ἐμὲ τὸν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός.

Ἀπόστιχα τῶν Αἴνων Νεκρώσιμα
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ἔχων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, κόσμον ἐξηγόρασας.
Στίχ. β'. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον πιστοῖς δέδωκας, ἐν ᾗ κατάταξον, τοὺς κεκοιμημένους, ἐπ' ἐλπίδι ἀναστάσεως, τὰ τούτων πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν οἰκονομίαν σου.
Στίχ. γ'. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα.
Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες ἱκετεύομεν. Τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτοὺς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σώζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου ἔπλασας, μόνε πολυέλεε.
Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὤφθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία· Θεὸν γὰρ ἐχώρησας, καὶ Χριστὸν ἐγέννησας ἀπειρόγαμε, βροτὸν ὁρώμενον, ἐν δυσὶν οὐσίαις, ἐν μιὰ τῇ ὑποστάσει δέ, ὅν ἐκδυσώπησον, ὡς μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων ἐν φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. β'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὁ Προφήτας, Διδασκάλους καί, Ὁσίους, καὶ Δικαίους, δοξάσας φιλάνθρωπε, αὐτῶν πρεσβείαις, σῶσον ἡμᾶς, Κύριε.
Μαρτυρικὸν
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Πῦρ καὶ ξίφος, ξέσεις καὶ ἀγρίους θῆρας, Ἀθλοφόροι μὴ πτήξαντες ἔνδοξοι, τῆς ἀϊδίου, ζωῆς ἠξιώθητε.
Νεκρώσιμον
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Μετὰ πάντων, τῶν Ἁγίων καὶ Δικαίων, τάξον Λόγε οὓς πίστει μετέστησας, ἐκ τῶν προσκαίρων, ὅπως σε δοξάζωμεν.
Δόξα...
Παντοκράτορ, ἡ Τριὰς ἡ ἐν Μονάδι, ὑμνουμένη ἐκ γῆς οὓς μετέστησας, πιστοὺς ἐν κόλποις, Ἀβραὰμ κατάταξον.
Καὶ νῦν... Θεοτοκίον
Μακαρία, γενεαῖς ἐν πάσαις ὤφθης· τὸν Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἀνερμηνεύτως, ἐκύησας Ἄχραντε.