ΠΑΡΑΚΛΗΤΙΚΗ
ΠΑΡΑΣΚΕΥΗ ΒΑΡΥΣ ΗΧΟΣ




Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ
Ἦχος βαρὺς
Οὐκ ἔτι κωλυόμεθα ξύλου ΤΟ ΑΚΟΥΤΕ
Ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσῃ, βροτὸς γέγονας Ὑπεράγαθε, καὶ σταυροῦσαι, δόξα τῇ δόξῃ σου.

Ὅτε Σταυρῷ σε δῆμος Ἑβραίων, Λόγε, κατεδίκασε, γῆ ἐσείετο, καὶ ἡλίου σέλας ἐκρύπτετο.

Ὁ ἥλιος ἐσκότασεν Ἐλεῆμον, σταυρουμένου σου, καὶ ἡ κτίσις συνεκλονεῖτο, κράζουσα∙ Δόξα σοι.
Στιχηρὰ τῆς Θεοτόκου
Ἦχος βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Κλῖνόν μοι τὸ φιλάγαθον οὖς σου, δεομένῳ Πανάμωμε, καὶ μὴ ἀπορρίψῃς τοῦ σοῦ με προσώπου, μηδὲ πόρρω πέμψῃς τῆς σῆς βοηθείας∙ δόλῳ γὰρ ὁ δόλιος, σπουδάζει ἀπολέσαι με, παραλόγοις πάθεσι, κινεῖ τὴν καρδίαν μου, σὺ δέ με συντήρησον, ὅλον τῆς αὐτοῦ βλάβης ἀμέτοχον.

Ὄφελος οὐδαμῶς ἐκ τῆς ὕλης, ὦ ψυχή μου γενήσεται, περὶ ἣν σπουδάζεις εἰς μάτην τοῦ βίου, περὶ ἣν ἐκτήκεις σαυτὴν ταῖς φροντίσι, πᾶσαν οὖν τὴν μέριμναν, ἐπίρριψον πρὸς Κύριον, τὸν κρῖναί σε μέλλοντα, καὶ δάκρυσι βόησον∙ Δέσποτα φιλάνθρωπε, σῶσόν με πρεσβείαις τῆς Τεκούσης σε.

Ὄνομα εὐλαβείας Παρθένε, ἐμαυτῷ ἔξω θέμενος, παίγνιον πορνείας, ἐντὸς χρηματίζω, καὶ ἀλαζονείας, γέλως καθορῶμαι∙ θηρίοις γὰρ δυσίν, ὡς ἀντιμάχοις, παραδέχομαι ἐξ ἀπροσεξίας∙  διὰ τοῦτο ῥῦσαί με∙ σὺ γὰρ ἀγαλλίαμα, πέφυκας ψυχῆς μου καὶ πεποίθησις.
Σταυροθεοτοκίον, Ἦχος βαρὺς
Ῥήματα ἐν τῷ τόκῳ σου Τέκνον, δι’ὧν χαροποιὰ πρῴην ἤκουον, προσεδόκων, χαρᾶς ἐμπλησθῆναι, καὶ χαροποιῆσαι, ψυχὰς τεθλιμμένας, ταῦτα δὲ πρὸς λύπην μετετράπη, τῇ σταυρώσει σου ἐναργῶς τὰ πράγματα∙ ἡ λύπη γὰρ τήκει με, καὶ θανεῖν προῄρημαι, πληρούσης τῆς λύπης τὴν καρδίαν μου.

Ἀπόστιχα Σταυρώσιμα
Ἦχος βαρὺς
Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς, τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου, Κύριε δόξα σοι.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Κρεμάμενος Ἀθάνατε ἐπὶ ξύλου, ἐθριάμβευσας τὰς παγίδας τοῦ διαβόλου, Κύριε δόξα σοι.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.
Σταυροθεοτοκίον, Ἦχος βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Τέτρωμαι τῇ ῥομφαία τῆς λύπης, ἐν Σταυρῷ καθορῶσά σε, τὸν ἐπὶ ὑδάτων τὴν γῆν στερεοῦντα, καὶ καθάπερ δέρριν ἐκτείναντα πόλον∙ βλέπω γὰρ γυμνὸν κατεσφαγμένον σε κρεμάμενον, καὶ θανεῖν Υἱέ μου νῦν, αἱροῦμαι παμφίλτατε, φρῖξον γῆ καὶ σείσθητι, ἔλεγεν ἡ Πάναγνος δακρύουσα.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος βαρὺς ΤΟ ΑΚΟΥΤΕ
Ὁ δι' ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεός, καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Θεοτόκε ἀειπάρθενε, ἐν τῷ Σταυρῷ ὁρῶσα, τὸν Υἱόν σου κρεμάμενον, ὡς Μήτηρ θρηνῳδοῦσα, τὴν αὐτοῦ ἐμεγάλυνας, φοβερὰν συγκατάβασιν, ἀπειρόγαμε Δέσποινα.

Μετα τὴν β' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος βαρὺς
Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας Χριστὲ τὸ τοῦ Σταυροῦ σου, καταφλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι.

Ὁ δι' ἡμᾶς τὴν ἑκούσιον, καταδεξάμενος σταύρωσιν, σύντριψον ἐχθρούς, μὴ εἰδότας σε Θεὸν ἀληθῆ, καὶ σῶσον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ὅτε προσηλώθης βουλήσει, καὶ ὑψώθης τῷ Σταυρῷ σου, ἡ Θεοτόκος παρισταμένη ἔλεγε∙ Κύριε Κύριε, οὐδεμιᾷ γυναικὶ συνέβη τὸ ἄλγος μου, Θεόν σε ἐπίσταμαι ἐκ τῶν θαυμάτων, καὶ ἰδοὺ βλέπω σε, νεκρὸν ἐν ξύλῳ κρεμάμενον, ἀλλ' ἀνάστηθι, ὡς εἶπας, τριήμερος, ἵνα χαίρουσα, βοῶ σοι∙ δόξα σοι.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα
Ἦχος βαρὺς
Ὁ τοῦ Ἀδὰμ τὸ κατάκριμα, ξύλῳ Σταυροῦ ἰασάμενος, ἴασαι ἡμῶν τὰ συντρίμματα τῶν καρδιῶν, καὶ σῶσον ἡμᾶς.
Μαρτυρικὸν
Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δωρηθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων, δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἀσπόρως συνέλαβες, ἐν μήτρᾳ σου Παρθένε Θεοτόκε, ὄνπερ κατεῖδες ἐν Σταυρῷ κρεμάμενον∙ ἀπαύστως οὖν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχὶς
Χριστὸς ξύλῳ πέπαυκε τὴν ξύλου βλάβην. ᾎσμα Ἰωσὴφ

ᾨδὴ α'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ ἐκτινάξαντι Θεῷ, τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται.

Χριστὸς ὑψούμενος Σταυρῷ, πρὸς ἑαυτὸν πάντας εἵλκυσε πιστούς, καὶ κατέρραξεν ἐχθρόν, ἅπαντας τὸν καταπτώσαντα.

Ῥεῖθρον ζωῆς μοι Ἰησοῦ, ἐκ ζωηφόρου ἐπήγασας πλευρᾶς, καὶ ἐνέκρωσας ἐχθρόν, Δέσποτα νεκρὸς γενόμενος.
Μαρτυρικὰ
Ἱκετηρίαν τῷ Χριστῷ, ὑπὲρ ἡμῶν οἱ Ἀθλοφόροι ἐκτενῆ, προσηνέγκατε φρικτῆς, ἅπαντας ῥυσθῆναι κρίσεως.

Σοβαρευόμενον ἐχθρόν, ταπεινωθέντες ὑμεῖς διὰ Χριστόν, κατεπτώσατε σοφοί, Μάρτυρες τῇ θείᾳ χάριτι.
Σταυροθεοτοκίον
Τὸν ἀνατείλαντα ἐκ σοῦ, ὑπερβολῇ εὐσπλαγχνίας, ἐν Σταυρῷ καθορῶσα, θρηνῳδεῖς, Δέσποινα τοῦτον δοξάζουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ α'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.

Ὡς τερπνότατον ᾀσμάτων, ᾠδὴν θεοτερπῆ, εὐχαριστίας ἕνεκα προσφέρομεν, τὸ Χαῖρέ σοι Ἁγνή, ὅτι ἐκ θλίψεως χαράν, ἡμῖν ἑβράβευσας.

Τοῦ ἐλέους σου τὴν χάριν, καὶ τῆς σκέπης τὴν ἰσχύν, οὐ σιωπῶμεν Παρθένε πανύμνητε, κηρύττομεν δὲ νῦν, ὅτι κινδύνων χαλεπῶν, ἡμᾶς διέσωσας.

Ἐκ ποικίλων λυτρωθέντες, πειρασμῶν καὶ συμφορῶν, ταῖς μητρικαῖς σου πρεσβείαις Πανύμνητε, ψάλλομεν θερμῶς, εὐχαριστίας σοι φωναῖς, ᾠδὴν ἐπινίκιον.

Κροσσωτοῖς κεχρυσωμένη, ὡς χρυσοῖς ταῖς ἀρεταῖς, καὶ ταῖς τοῦ Πνεύματος χάρισι Πάναγνε, ὡς νύμφη τοῦ Πατρός, ὡραϊσθεῖσα ἀληθῶς, ἐδείχθης Μήτηρ Θεοῦ.

Κανὼν Σταυρώσιμος, ᾨδὴ γ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐστερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία∙ καὶ γὰρ ἀπαύστως ἐν ὕμνοις, βοᾷ μελῳδοῦσα∙ Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.

Ὁ ἀπαθὴς κατ' οὐσίαν, πῶς πάθος ὑπέστης; ὁ τὴν ζωήν μοι ἐμπνέων, πῶς θνῄσκεις ἐν ξύλῳ; Μέγα σου τὸ ἔλεος, καὶ ἡ μακροθυμία σου.

Σταυρῷ λῃστῶν μέσον Λόγε, ἀδίκως ἀνυψώθης, καὶ ἐδικαίωσας πίστει, τὸν σὲ ἐπεγνωκότα, Κτίστην πάσης κτίσεως, ἐθελουσίως πάσχοντα.
Μαρτυρικὰ
Ξέσεις σαρκὸς καρτεροῦντες, χειρῶν τε ἀφαιρέσεις, καὶ τῶν ποδῶν καὶ παντοίων, μελῶν Ἀθλοφόροι, δόξης ἐπετύχετε, ὑπὲρ ἡμῶν πρεσβεύοντες.

Ὑπερβολῇ τῶν βασάνων, ἐνθέως λαμπρυνθέντες, τὴν ὑπερβάλλουσαν δόξαν, Σοφοὶ νῦν κληροῦσθε, πάντοτε πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Λύσιν ἡμῖν ὀφλημάτων, ἁγνὴ Παρθένε δίδου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἡ τὸν Σταυρῷ παγέντα, ἄνθρωπον γενόμενον, Θεὸν Λόγον κυήσασα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας, καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας, ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε.

Τὸ τῆς χαρᾶς, τῆς θείας μεγαλεῖον, ὡς παροχὴν ἡμῖν τῆς σωφροσύνης, εὐχαριστίας φωναῖς, προφθάσωμεν εὐσεβῶς, χαιρετίζοντες αὐτήν, ὡς προστασίαν ἡμῶν.

Οἱ διὰ σοῦ, ῥυσθέντες τῶν κινδύνων, καὶ διὰ σοῦ χαρᾶς ἐπιτυχόντες, Μήτηρ ἀνύμφευτε, ὡς δοτῆρα ἀγαθήν, καὶ προστάτιν εὐκλεῆ, πάντες δοξάζομεν.

Καταλλαγήν, πταισμάτων καὶ κινδύνων, τὴν θεϊκὴν πρεσβείαν σου πλουτοῦντες, Μήτηρ Χριστοῦ του Θεοῦ, ὡς αἰτίαν ἀγαθῶν, ἀνυμνοῦμεν σε πιστῶς, εὐχαριστίας φωναῖς.

Ἡ τῆς χαρᾶς, πηγὴ τῆς ἀθανάτου, βρύεις χαρᾶς τὰ ῥεῖθρα ἰαμάτων τοῖς κινδυνεύουσι, καὶ σῷζεις πάντας Ἁγνή, ὡς ἀέναος ἡμῶν, ἀγαθοδότις Θεοῦ.

Κανὼν Σταυρώσιμος, ᾨδὴ δ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε.

Ὡραιότατος καθάπερ βότρυς, Σταυρῷ ὑψώθης, εὐφροσύνης γλεῦκος Δέσποτα, ἐναποστάξας φιλάνθρωπε.

Πολυώδυνα ἀνθρώπων πάθη, ἔπαυσας Λόγε, πάθος Δέσποτα ἑκούσιον, ἐν τῇ σαρκί σου δεξάμενος.
Μαρτυρικὰ
Ἐτραυμάτισαν τῷ τραυματοῦσθαι, οἱ Ἀθλοφόροι, τὸν πολέμιον καὶ ὤφθησαν, ἰατροὶ τῶν παθημάτων ἡμῶν.

Παρετάξαντο πρὸς τοὺς τυράννους, οἱ Ἀθλοφόροι, καὶ νικήσαντες ἐστέφθησαν, νικητικοῖς διαδήμασι.
Σταυροθεοτοκίον
Ἀπεκύησας ἄνευ σπορᾶς, Παρθένε τὸν Λόγον, τὸν Σταυρῷ ἐξαφανίσαντα, τὴν φθορὰν ἀγαθότητι.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός, ἐν τῇ σῇ οἰκονομίᾳ, ἡ ἀρετὴ τῆς ἀφράστου, σοφίας σου Φιλανθρωπε.

Ἐπάξιόν σοι ᾠδήν, τὸ Χαῖρε Ἁγνή, οἱ ῥυσθέντες τῶν κινδύνων, ταῖς σαῖς πρεσβείαις Παρθένε, γηθόμενοι προσάγομεν.

Ἐπήγειρον καθ' ἡμῶν, κινδύνους πολλούς, τῶν παθῶν αἱ ἁμαρτίαι∙ ἀλλὰ ἡ θεία σου σκέπη, ἡμᾶς Ἁγνὴ ἐρρύσατο.

Εὐχάριστόν σοι ᾠδήν, ψυχῆς ταῖς χερσίν, ἐπισείομεν Παρθένε, τοῖς θείοις ὕμνοις σκιρτῶντες, ἐκ θλίψεως ῥυσθέντες πολλῆς.

Μακάριοι ἀληθῶς, οἱ σέβοντές σε Θεοτόκε Παναγία, ὅτι ἐν σοὶ ἁμαρτίας, καὶ θλίψεως ἐρρύσθημεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ε'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου φιλάνθρωπε.

Ὑψούμενος Δέσποτα ἐν ξύλῳ σαρκί, τὴν κτίσιν πᾶσαν, ἐκ βαράθρων χαλεπῶν, τῆς ἀγνωσίας εἵλκυσας, πρὸς γνῶσίν σου φιλάνθρωπε.

Κρανίου σε τόπῳ ἐξῃτήσαντο, λαὸς ἄνομος, σταυρωθῆναι Ἰησοῦ, τὴν κάραν τὴν ὀλέθριον, τοῦ ὄφεως συντρίβοντα.
Μαρτυρικὰ
Ἐστήσατε δυσσεβείας ῥεύματα, Χριστοῦ Μάρτυρες, θείοις αἵμασιν ὑμῶν, καὶ Φαραὼ τὸν τύραννον, ἐν τούτοις ἀπεπνίξατε.

Τοῖς ὄνυξιν ἀφειδῶς ξεόμενοι, ἐσπαράξατε, τοῖς ἐλέγχοις Ἀθληταί, καρδίας ματαιόφρονας, καὶ νικηταὶ γεγόνατε.
Σταυροθεοτοκίον
Ἡγίασεν ὁ Θεὸς τὴν μήτραν σου, ἁγία Σεμνή, κατοικήσας ἐν αὐτῇ, καὶ ἐν Σταυρῷ ὑψούμενος, τὴν κτίσιν συνανύψωσε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ε'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, λάμψον μοι φῶς νοερόν, ὁ τὸ ἀρχέγονον σκότος, τῆς ἀβύσσου διώξας, καὶ τὸ πρωτόκτιστον φῶς, καταλάμψας τῷ κόσμῳ, Δημιουργὲ τοῦ παντός.

Τῆς ἁμαρτίας ἀναίρεσιν πιστῶν, Παρθένε τέτοκας, καὶ ἐκ κινδύνων καὶ πόνων, διεσώθη ὁ κόσμος∙ διὸ τὸ Χαῖρέ σοι, καὶ ἡμεῖς ἐκβοῶμεν, ῥυσθέντες ἐκ θλίψεως.

Κατασχεθέντες ποικίλοις πειρασμοῖς, ἄχραντε Δέσποινα, καὶ ἀθυμίᾳ καὶ θλίψει, καὶ δεινῇ περιστάσει, ἀπογνωσθέντες ἡμεῖς, εὐφροσύνης ἐλπίδα, σὲ ἐπλουτήσαμεν.

Ὡς σωτηρίας φύλαξ τῶν πιστῶν, καὶ οἰκετῶν σου Ἁγνή, ἀποδιώκεις κινδύνους, καὶ φρουρεῖς ἀπημάντους∙ διὸ οἱ μέτοχοι, τῶν πολλῶν ἀγαθῶν σου, εὐχαριστοῦμεν ᾠδαῖς.

Εὐχαριστοῦμέν σοὶ ῥυσθέντες διὰ σοῦ, ἁμαρτημάτων πολλῶν, καὶ ἀσθενείας καὶ πόνων, καὶ κινδύνων χαλεπῶν, ἄχραντε Δέσποινα, ἡ ἐλπὶς ἡ βεβαία, τῶν πιστῶν σου οἰκετῶν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ς'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα∙ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν∙ Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

Νοσήσασαν τῶν ἀνθρώπων τὴν φύσιν, ἐπέφανας διὰ σπλάγχνα ἐλέους, ἰατρὲ τῶν νοσούντων, καὶ ἰάσω τῷ Σταυρῷ καὶ τῷ πάθει σου.

Ξύλῳ τὸ πρὶν ὁ Ἀδὰμ κατεκρίθη, ξύλῳ δὲ νῦν τοῦ Σταυροῦ δικαιοῦται, τὴν εἴσοδον λαμβάνων, Παραδείσου καὶ τρυφῆς τὴν ἀπόλαυσιν.

Ὑμνοῦμέν σε τὸν Σταυρῷ ὑψωθέντα, δοξάζομεν τὸν ἀκάνθαις στεφθέντα, καὶ δόξῃ στεφανοῦντα, τοὺς ἀνθρώπους Βασιλεῦ ὑπεράγαθε.
Μαρτυρικὰ
Λυμαντικὴν ἀπωσάμενοι βλάβην, οἱ Ἀθληταὶ τῆς εἰδωλομανίας, βασάνοις ὁμιλοῦντες καὶ θανόντες, σὺν Χριστῷ βασιλεύουσιν.

Οὐ διωγμός, οὐ λιμός, οὐ γυμνότης, οὐ κίνδυνοι, οὐδὲ θάνατος ὅλως, τοὺς θείους Ἀθλοφόρους, τῆς ἀγάπης τοῦ Χριστοῦ διεχώρισαν.
Σταυροθεοτοκίον
Ὑμνολογεῖς τὸν ἐκ σοῦ σαρκωθέντα, καὶ θρηνῳδεῖς, ἐν Σταυρῷ ὑψωθέντα, αὐτὸν κατανοοῦσα, Μητροπάρθενε ἁγνὴ παναμώμητε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ς'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ, ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι∙ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, καὶ σῶσόν με φιλάνθρωπε.

Ἀγγέλων γλῶσσαι Κόρη, τὰ σὰ ἐγκώμια, ἀνακηρύττειν οὐ σθένουσιν Ἁγνή, ἡμεῖς δὲ νῦν δουλικῶς, δανεισάμενοι τὸ Χαῖρε, τοῦ Γαβριὴλ προσφέρομεν.

Εἰς βάθος ἀθυμίας, καὶ περιστάσεως, ταῖς ἁμαρτίαις ἡμῶν, πεπτωκότες ἐρρύσθημεν, διὰ σοῦ τῆς ἀνάγκης τῶν κινδύνων, Παρθένε Θεοτόκε Ἁγνή.

Ὑπόχρεων εἰργάσω, πάντα τὸν κόσμον Ἁγνή, εὐχαριστεῖν καὶ αἰνεῖν καὶ δοξάζειν, τὴν χάριν σου εὐσεβῶς∙ διὰ σοῦ γὰρ τῶν κινδύνων, καὶ θλίψεων λυτρούμεθα.

Ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ φανερῶς καὶ κρυπτῶς, ἐπὶ τὴν σὴν καταφεύγομεν, πάντες βοήθειαν, Παναγία Θεοτόκε Ἁγνή, καὶ σεπτῶς σε γεραίρομεν.

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες∙ ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Βάρος κουφίζων, τῶν ἀνομιῶν μου, μέσον, ἀνόμων ἀνήρτησαι, ἐπὶ Σταυροῦ Ἰησοῦ ὑπεράγαθε, ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπεράγαθος.

Λόγχῃ ἐνύγης, τὴν θείαν πλευράν σου, καὶ τῆς πλευρᾶς τὸ ὀλίσθημα, ἐπανορθώσω∙ φλογίνῃ ῥομφαίᾳ δέ, διδόναι μοι εἴσοδον, Παραδείσου, Σῶτερ προστάττεις πάντοτε.
Μαρτυρικὰ
Ἄστρα ἐν ὕψει, τεθεμελιωμένα, τῆς Ἐκκλησίας οἱ Ἅγιοι, γεγενημένοι τὴν κτίσιν αὐγάζουσιν, ἄθλων ταῖς λαμπρότησι, καὶ τῶν ἰαμάτων φαιδρότησι.

Βίβλος προσφέρει, ἀεὶ γεγραμμένους, ζώντων Κυρίου τοὺς Μάρτυρας, τὰ γεγραμμένα Θεοῦ δικαιώματα, προθύμως φυλάξαντας, καὶ ἐνηθληκότας στερρότατα.
Σταυροθεοτοκίον
Ἡ Παναγία, πανάγιον Λόγον, τὸν ἐξ αὐτῆς ἀνατείλαντα, ἐν τῷ ἁγίῳ Σταυρῷ ἀνυψούμενον, καὶ καθαγιάζοντα τοὺς ἀνθρώπους, ὁρῶσα ἐπωδύρετο.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς ἐν Καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν ∙ Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τὸ Χαίρειν εὐχαρίστως σοι προσφέρομεν, πάσης δυσχερείας διὰ σοῦ, Μήτηρ Θεοῦ ὡς ἀληθῶς λελυτρωμένοι καὶ συμφώνως κράζοντες, ἐν εὐφροσύνῃ καὶ χαρᾷ, σὲ μεγαλύνομεν.

Ηὐλίσθημεν ἑσπέρας, κλαυθμῷ πολλῷ, ἐπὶ τῇ προσδοκίᾳ τῶν κακῶν, ἀλλὰ τὴν σὴν θεοπρεπῆ σκέπην Παρθένε, δεηθέντες εὕρομεν, ἀγαλλίασιν καὶ λύσιν, ἀπάσης θλίψεως.

Ὡς θεῖον καταφύγιον, τὴν σκέπην σου, πάντες κεκτημένοι πρὸς Θεόν, ἐν πειρασμοῖς καὶ διωγμοῖς, καὶ ἁμαρτίαις, ἐπὶ σοὶ προσπίπτομεν, καὶ διὰ σοῦ ἀπαλλαγήν, πλουτοῦμεν Ἄχραντε.

Τὴν χάριν τῆς πρεσβείας σου κηρύττομεν, στόματι καὶ πνεύματι ἀεί, ὡς δι' αὐτῆς καὶ πειρασμῶν καὶ τυραννίδος, καὶ βαρείας θλίψεως, καὶ παντοίων παθῶν, οἱ δοῦλοί σου λυτρούμενοι.

Κανὼν Σταυρώσιμος, ᾨδὴ η'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεκρόν με ἔδειξε, τὸ τῆς γνώσεως ξύλον, σὺ δὲ Χριστέ μου νεκρωθεὶς ἐπὶ ξύλου, ἐζώωσας καὶ ἐφώτισας ψάλλειν∙ Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀκάνθαις ἔστεψεν, ὁ παράνομος δῆμος, σὲ Βασιλεῦ παρακοῆς ἐκριζοῦντα, τὴν ἄκανθαν, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ ὕψωσε Σταυρῷ, τὸν πάντας ἐκ τοῦ βάθους, ἑλκύσαντα τῆς πλάνης.

Συνέσει τείναντα, οὐρανούς σε τανύει, ἐπὶ τοῦ ξύλου ὁ λαὸς ὁ ἀγνώμων, ἰώμενον τὰς ἡμῶν ἁμαρτίας, τῷ πάθει σου Σωτήρ, καὶ παύσαντα τοὺς πόνους, τοῖς ἐκ τῶν ἥλων πόνοις.
Μαρτυρικὸν
Μαρτύρων λείψανα, εὐωδίαν θαυμάτων, τοῖς προσιοῦσιν ἀδιστάκτῳ καρδίᾳ, ἐκπέμπουσι, καὶ παθῶν δυσωδίαν, διώκουσιν ἀεί, καὶ πᾶσιν εὐρωστίαν, ἐνθέως χορηγοῦσι.
Σταυροθεοτοκίον
Ἁγίων τάγματα, λιτανεύουσι Κόρη, τὸν ἐκ γαστρός σου προελθόντα Δεσπότην, τὸν δείξαντα, ἐν Σταυρῷ τούτοις τρίβον, ἀθλήσεως Ἁγνή, καὶ σὲ δοξολογοῦσιν, ὡς πάντων Βασιλίδα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ η'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄροι καὶ βουνοὶ καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.

Ὡς λυτρωθέντες καταιγίδος, ἁμαρτίας καὶ παθῶν καὶ πειρασμῶν, ταῖς σαῖς πρεσβείαις ἀγαθή, Θεοτόκε εὐχαρίστῳ φωνῇ, τὸ Χαῖρέ σοι βοῶμεν, ὡς διὰ σοῦ ἐκ θλίψεως, εἰς χαρὰν μετελθόντες.

Ἐν τῇ ὀδύνῃ τῶν κινδύνων, κεκραγότας οὐ παρεῖδες Ἀγαθή, ἀλλὰ δεήσεως πτωχῆς, ἐπακούσασα ἐρρύσω ἡμᾶς, ἐκ θλίψεως μεγάλης∙ ὅθεν πιστῶς τὴν σὴν πρεσβείαν, Ἁγνὴ ἀνυμνοῦμεν.

Ἁμαρτημάτων καὶ πταισμάτων, ἡ αἰτία νῦν ἐπήγειρεν ἡμῖν, θλίψεις κινδύνων καὶ παθῶν, καὶ ἀνθρώπων πειρασμοὺς ἀπηνεῖς, ταῖς σαῖς Θεοκυῆτορ, θείαις λιταῖς ἐρρύσθημεν, ἐξ ἐχθρῶν παραδόξως.

Οἱ οἰκτιρμοί σου ἐπὶ πάντας, ἀενάως καταπέμπονται Χριστέ, ἀγαθοδότως ἀληθῶς, ταῖς πρεσβείαις τῆς Τεκούσης σε∙ ἐν ταύτῃ γὰρ πλουτοῦμεν, Χριστιανοὶ τὸ ἔλεός σου, Σωτὴρ ἐλεῆμον.

Κανὼν Σταυρώσιμος, ᾨδὴ θ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμένον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, ᾠδαῖς πάντες σε πιστοὶ μεγαλύνομεν.

Ἰκρίῳ σε, ἀνυψωθέντα ὡς ἑώρα, Βασιλεῦ τῶν ἁπάντων ὁ ἥλιος ἐσβέσθη, καὶ τὸ καταπέτασμα τὸ τοῦ ναοῦ, ἐρράγη, ἡ φαιδρότης Ἰησοῦ παντοδύναμε.

Ὤρυξάν σου, χεῖρας, οἱ ἄνομοι καὶ πόδας, καὶ πλευρὰν ζωηφόρον, ἐκέντησαν τῇ λόγχῃ, καὶ χολὴν καὶ ὄξος σε, ἐπότισαν Οἰκτίρμον, τοῦ παντὸς τὸν γλυκασμόν καὶ Θεὸν ἡμῶν.
Μαρτυρικὰ
Συνέτριψαν, τοῦ ἀρχεκάκου τὰς παγίδας, συντριβόμενοι πάσαις, ἰδέαις τῶν βασάνων, καὶ στεφανηφόροι τῇ νίκῃ γεγονότες, οἱ γενναῖοι Ἀθληταὶ μακαρίζονται.

Ἡγίασαν, τῇ καταθέσει τῶν λειψάνων, πᾶσαν γῆν οἱ Ἀθλοφόροι καὶ ἔπαυσαν τὰς κνίσσας, τῶν εἰδωλοθύτων, πυρὶ προσομιλοῦντες, καὶ ἐν τούτῳ μυστικῶς, ὁλοκαυτούμενοι.
Σταυροθεοτοκίον
Φιλάγαθε, τῶν Χερουβεὶμ ἁγιωτέρα, ἡ Θεοῦ Θεὸν Λόγον σαρκί, ἀποτεκοῦσα, τὸν ἀνυψωθέντα σαρκὶ Σταυρῷ ἐθελουσίως, ὑπὲρ πάντων ἐκτενῶς, τοῦτον πρέσβευε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θ'
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀσπόρου τόκου σύλληψιν, τίς ἑρμηνεύσει βροτῶν; ἀφθόνου τόκου γέννησιν, τίς μὴ θαυμάσει γηγενῶν; διὸ σὲ αἱ φυλαὶ τῆς γῆς, Θεοτόκε μεγαλύνομεν.

Τὸ Χαῖρε ἐπαξίως σοι, μετὰ φωνῆς ἀλαλαγμοῦ, Παρθένε νῦν προσφέρομεν, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ῥυσθέντες ἐκ ποικίλων πειρασμῶν, Θεοτόκε ταῖς πρεσβείαις σου.

Χαρὰ καὶ ἀγαλλίασις, καὶ εὐφροσύνη θεϊκή, Παρθένε ἀπειρόγαμε ἡμῖν ἐπλήθυνε Θεοῦ∙ ἰδοὺ γὰρ οἱ πενθοῦντες χαλεπῶς, ἀγαλλόμεθα πρεσβείαις σου.

Θυσίαν σοι αἰνέσεως, θύω καὶ γλώσσῃ καὶ φωνῇ, ᾠδὴν εὐχαριστήριον, ἀποδιδούς σοι ἐκτενῶς, Παρθένε ὡς ηὐξάμην διὰ σοῦ, ἐν ἡμέρᾳ ῥυσθεὶς ἐκ θλίψεως.

Συγχαίρομέν σοὶ Ἄχραντε, τῷ θείῳ τόκῳ εὐσεβῶς, χαρὰν ἡμῖν ἔβλυσας, ἐκ θλίψεως καὶ πειρασμοῦ∙ διό σοι εὐχαρίστως καὶ ἡμεῖς, τὴν ᾠδὴν ἀποπληροῦμεν.

Ἀπόστιχα Σταυρώσιμα
Ἦχος βαρὺς
Δεσπότης ὢν φιλάνθρωπε Ζωοδότα, ἐξηγόρασας διὰ Σταυροῦ σου τὴν οἰκουμένην, Κύριε δόξα σοι.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Σταυρῷ προσηλώθη, ἡ ἄμπελος ἡ ἀληθινή, ἐτρύγησαν τὰ ἔθνη, Παράδεισον μετὰ Λῃστοῦ. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς βασιλείας, ὁ παθὼν δι' ἡμᾶς, Κύριε δόξα σοι.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Τὴν μνήμην τῶν ἁγίων σου, Ἀθλοφόρων ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν Χριστὲ βοῶντες∙ Κύριε δόξα σοι.
Σταυροθεοτοκίον, Ἦχος βαρὺς
Σήμερον γρηγορεῖ ὁ Ἰούδας ΤΟ ΑΚΟΥΤΕ
Σταύρωσιν καὶ σφαγὴν ὡς κακοῦργος, κατεδέξω Μακρόθυμε, ἵνα πεπτωκότας ἡμᾶς διὰ ξύλου, πάλιν διὰ ξύλου Σταυροῦ σου ὑψώσῃς, ἀλλ' ἡ τετοκυῖά σε Παρθένος ἐξεπλήττετο, νεκρὸν καθορῶσά σε, καὶ στένουσα ἔκραζεν ∙ Ὢ μανία ἄδικος! πῶς κτείνουσιν ἄνομοι τὸν Δίκαιον;

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος βαρὺς

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστός ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ∙ Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἰώμενος τοῦ Ἀδὰμ τὸ ἄλγος, ὃ ὑπέστη ἐχθροῦ συμβουλῇ, ὑψώθης ἐπὶ ξύλου Βασιλεῦ, καὶ ἄλγος καθυπέστης, χεῖρας καὶ πόδας, ἡλωθείς∙ ὅθεν σου δοξάζομεν, Λόγε τὸ μακρόθυμον.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ἐν μέσῳ σε τῶν ἀνόμων δῆμος, τῶν Ἑβραίων ἐσταύρωσε, τὸν μόνον Νομοδότην Λυτρωτά, πάσης παρανομίας, ἐκλυτρούμενον Χριστέ, γένος τὸ ἀνθρώπινον∙ ὅθεν ἀνυμνοῦμέν σε.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὰ στίγματα τῶν πολλῶν βασάνων, ὡς τερπνὰ ὡραΐσματα, προσφέροντες οἱ θεῖοι Ἀθληταί, κόσμος τῆς Ἐκκλησίας, ἐγνωρίσθησαν φαιδρός, πάντοτε πρεσβεύοντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Δόξα...
Διάσωσον ὦ Τριὰς ἁγία, τοὺς σοὺς δούλους ὑμνοῦντάς σε, δυνάμωσον ἰσχύϊ τοῦ Σταυροῦ, καὶ πρὸς τὴν ἄνω Πόλιν, βαίνειν ὁδήγησον ἡμᾶς, ἔνθα καὶ γενόμενοι, εὕροιμεν τὸ ἔλεος.
Καὶ νῦν... Σταυροθεοτοκίον
Μὴ ἔχοντα καθορῶσα εἶδος, οὐδὲ κάλλος Χριστέ, σὲ σαρκὶ ὑψούμενον ἐν ξύλῳ τοῦ Σταυροῦ, ἡ πάναγνος Παρθένος, ἀνεβόα ὀδυνηρῶς∙ Οἴμοι! πῶς σε ἄνομοι, Τέκνον κατεσπάραξαν;