ΠΑΡΑΚΛΗΤΙΚΗ
ΤΡΙΤΗ ΠΛ. Δ΄ ΗΧΟΣ




Στιχηρὰ Δεσποτικά, Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τίνι ψυχὴ ἐξωμοίωσαι, ἐν ῥαθυμίᾳ πολλῇ, τὴν ζωήν σου ἐξάγουσα, ὕπνῳ βαθυτάτῳ τε, χαλεπῆς καταπτώσεως, βαρυνομένη; Δράμε καὶ πρόφθασον, καὶ τῷ τὰ πάντα, εἰδότι πρόσπεσον, κλαῦσον καὶ αἴτησαι, καιρὸν μετανοίας σοι, πρὶν τοῦ πυρός, τοῦ ἀσβέστου τάλαινα, γένῃ ὑπέκκαυμα.

Οἶδας Χριστὲ τὴν ἀσθένειαν, τῆς ἀνθρωπίνης σαρκός, καὶ τὸ χαῦνον τῆς φύσεως, ἐπίστασαι Δέσποτα, ὡς ποιητὴς καὶ Θεὸς ἡμῶν, τὸν σάλον κόπασον τῆς καρδίας μου, διδοὺς γαλήνην τῇ ταπεινῇ μου ψυχῇ, δίδου διόρθωσιν, τῶν ἀτόπων ἔργων μου, καὶ τοῦ πυρός, τοῦ ἀσβέστου ῥῦσαί με, ὡς μόνος εὔσπλαγχνος.

Ὅλον τὸν βίον ἠνάλωσα, καὶ τὴν ζωήν μου αἰσχρῶς, καὶ ἀσώτως Φιλάνθρωπε, μὴ προσχὼν τὸ σύνολον, ταῖς ἐκεῖθεν κολάσεσιν, ἀλλὰ Θεέ μου, νῦν ἐπιστρέφοντα, δέξαι Σωτήρ μου, ὥσπερ τὸν Ἄσωτον, ταῖς τοῦ Προδρόμου σου, καὶ πάντων Ἁγίων σου, σεπταὶς λιταῖς, καὶ τῆς κυησάσης σε, Χριστὲ καὶ σῶσόν με.
Στιχηρὰ τοῦ Προδρόμου, Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Τῆς στειρευούσης τὸ βλάστημα, τὸ τῆς ἁγνείας φυτόν, τῶν βροτῶν ἐγκαλλώπισμα, τοῦ Δεσπότου Πρόδρομε, Ἰωάννη πανεύφημε, φύλαξ ὁ θεῖος, τῆς ταπεινῆς μου ψυχῆς, τὴν σὴν πρεσβείαν καὶ τὴν βοήθειαν, δίδου λυτρούμενος, μηχανῶν τοῦ ὄφεως, καὶ πονηρᾶς, τούτου με κακώσεως, καὶ ἐπιθέσεως.

Ἵνα δοξάζω καὶ σέβωμαι, ἵνα τιμῶ καὶ ὑμνῶ, καὶ γεραίρω ἐκ πίστεως, σοῦ τὸ θεῖον ὄνομα, τὸ φαιδρὸν χαριτώνυμε, μὴ ἀφιστάνου, ποτὲ τοῦ δούλου σου, μηδὲ χωρίζου μου, θεῖε Πρόδρομε, ἀλλὰ ταῖς πτέρυξι, τῆς σεπτῆς πρεσβείας σου, διὰ παντός, σκέπε με καὶ φύλαττε ἀπὸ παντοίων κακῶν.

Ὅλος ὑπάρχεις ἡδύτητος, καὶ γλυκασμοῦ θεϊκοῦ, πεπλησμένος ἀοίδιμε, καὶ εὐφραίνεις ἅπαντας, τοὺς πιστῶς προσιόντας σοι, καταγλυκαίνων τὰ αἰσθητήρια, τὰ τῆς ψυχῆς τε καὶ τὰ τοῦ σώματος, νόσων καὶ θλίψεων, συμφορῶν κακώσεων, καὶ ὀδυνῶν, ψυχοφθόρων πάντοτε, ἡμᾶς λυτρούμενος.
Θεοτοκίον, Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον Ἄχραντε, χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον, χαῖρε παλάτιον, θεοπάροχον, χαῖρε θησαύρισμα, θάλαμος ἔμψυχος, Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ κατοικητήριον, τοῦ θείου Πνεύματος.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος πλ. δ'ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν Βασιλέα καὶ Δεσπότην,
Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν·
ἐγὼ δέ σοι προσπίπτω
ὡς ὁ Τελώνης κράζων·
ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἀθάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα, πρὸς τὸν σὸν Εὐεργέτην· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν, Ἦχος πλ. δ'
Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.
Θεοτοκίον, Ἦχος πλ. δ'
Ἡ σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. δ'
Ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, ὅτι κατὰ μικρὸν ἡ ζωή μου δαπανᾶται, καὶ ἐξ ἔργων ἐμοί, οὐχ ὑπάρχει σωτηρία· διὰ τοῦτο δέομαι, ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, καὶ σῶσόν με.

Ὡς ἡ Πόρνη προσπίπτω σοι, ἵνα λάβω τὴν ἄφεσιν, καὶ ἀντὶ μύρου τὰ δάκρυα ἐκ καρδίας, προσφέρω σοι Χριστὲ ὁ Θεός, ἵνα ὡς ἐκείνην, οἰκτειρήσῃς με Σωτήρ, καὶ παράσχῃς μοι ἱλασμὸν ἁμαρτιῶν· ὡς αὐτὴ γὰρ κραυγάζω σοι· Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως, καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί. Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Ἦχος πλ. δ'
Ὡς τοῦ Κριτοῦ παρόντος, μερίμνησον ψυχή, καὶ τῆς φρικτῆς ἡμέρας, τὴν ὥραν ἐννοοῦ· ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι, τοῖς μὴ πράξασιν ἔλεος. Διὸ φεῖσαί μου Σωτήρ· μόνος γὰρ ὑπάρχεις ἀναμάρτητος.
Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τῶν φρονίμων Παρθένων, τὸ ἱλαρόν, καὶ μωρῶν ἀσπλαγχνίαν βλέπε ψυχή, πεινῶσιν ἀπάρκεσον, καὶ τοὺς ξένους εἰσάγαγε, εὐποιΐας ἐλαίῳ, τὴν λαμπάδα φαιδρύνουσα, καὶ μὴ μάτην φρόνει, μικροῖς κατορθώμασιν· ἔλεον γὰρ μᾶλλον, ἢ θυσίαν λαμβάνει, καὶ δίδωσι χρηστότητα, τὸν μισθὸν πολυπλάσιον, ὁ Δεσπότης ὁ εὔσπλαγχνος, πᾶσι τοῖς σκορπίζουσι, καλῶς ἐπὶ γῆς τὸν πλοῦτον, παρεχόμενος τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀνέστης ἐκ νεκρῶν
ΤΟ ΑΚΟΥΤΕ
Εἰς πέλαγος δεινῆς, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν, καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι. Δέσποινα Θεοτόκε, αὐτή με σῶσον τῇ εὐσπλαγχνίᾳ σου· ἁμαρτωλῶν σὺ γὰρ εἶ βοηθός, καὶ κάθαρσις σωτήριος.

Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ψυχή μου ἀμελῶς, τὴν ζωὴν δαπανῶσα, ἀνάστηθι ποτέ, πρὸς μετάνοιαν βλέψον, κλαῦσον πικρῶς ἐκ βάθους, μήπως θρηνήσῃς ἐκεῖ ἀνόητα· φρῖξον κατανοοῦσα, τήν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, καὶ πρὸ τῆς δίκης δίκασον σαυτήν, καὶ φεύξῃ δίκην ἔνδικον.
Μαρτυρικὸν
Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Χαριστήριον αἶνον, χρεωστικῶς, ὡς ἡ Χήρα ἐκείνη, δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς
Πλήρωμα Χριστὲ τῶν ὀδυρμῶν μου δέχου. Ἰωσὴφ

ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ,
καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ,
ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ,
ὅτι δεδόξασται.

Πλήρωσόν μου τὴν καρδίαν, κατανύξεως Χριστέ, ὅπως εἰσελεύσωμαι, ἐν μετανοίᾳ εἰς σκηνώματά σου, καὶ ἐξομολόγησιν προσάξω σοι, χρεῶν με λύουσαν.

Λῦσον Λόγε τῶν κακῶν με, τῶν ἀμέτρων τε δεσμῶν, ἵνα βηματίζω σου ἐν μετανοίᾳ, τὰς δικαίας τρίβους, θείαν ὁδηγούσας εἰς κατάπαυσιν, τῶν αἰωνίων τερπνῶν.
Μαρτυρικὰ
Ἤρθη μέγιστον πρὸς ὕψος, τῶν Μαρτύρων σου Χριστέ, ἡ μεγαλοπρέπεια πανευπρεπῶς· καὶ γὰρ διηθληκότες, τοῖς ὑπερφυέσι σου χαρίσμασιν, ἐμεγαλύνθησαν.

Ῥαντισμῷ θείων αἱμάτων, τῶν ἁγίων Ἀθλητῶν, αἷμα ἐπιβώμιον, τῷ δυσμενεῖ φερόμενον ἐπαύθη, καὶ καθηγιάσθη τὰ ἐπίγεια, Πνεύματος χάριτι.
Θεοτοκίον
Μετανοίας μοι Παρθένε, καθυπόδειξον ὁδούς, καὶ τῆς ἀπαγούσης με, πρὸς ἁμαρτίαν ἀπόστρεψον τρίβου, ἵνα σε ὑμνῶ τὴν πολυΰμνητον, καὶ παμμακάριστον.

Κανὼν τοῦ Τιμίου Προδρόμου, ᾨδὴ α'
Ἦχος πλ. δ'
Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ ΤΟ ΑΚΟΥΤΕ
Πρόδρομε κήρυξ τῆς μετανοίας, μετανοεῖν με ἐκ ψυχῆς, πάντοτε δυσώπει τὸν Δεσπότην καὶ Κύριον, τὸν νοῦν μου φωταγωγῶν, καὶ τὴν καρδίαν, τοῦ πίστει σε τιμῶντος.

Ὡς τῆς ἐρήμου κάλλιστον θρέμμα, Πρόδρομε Μάρτυς τοῦ Χριστοῦ, νῦν ἐν ἐρημίᾳ με παθῶν αὐλιζόμενον, ὁδήγησον εἰς ὁδὸν τῆς σωτηρίας, θείᾳ σου ἐντεύξει.

Τῆς τυραννούσης με ἁμαρτίας, τῇ μεσιτείᾳ σου σοφέ, Πρόδρομε ἐν τάχει δυσωπῶ ἐλευθέρωσον, καὶ θραῦσον τὴν κατ' ἐμοῦ ἐγειρομένην, δαιμόνων καταιγίδα.
Θεοτοκίον
Σῶσόν με ἁγνὴ Μῆτερ τῆς ἀληθείας, κλυδωνιζόμενον δεινῶς, ὑπὸ τῶν παθῶν, καὶ συνεχῶς βυθιζόμενον, καὶ ἴθυνόν με Σεμνὴ πρὸς σωτηρίας, τὸν εὔδιον λιμένα.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ γ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,
ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου,
ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου,
εὐφράνθη ἐν σωτηρίῳ σου.

Ῥύπου κακίας, ἀποπλύνας μου τὴν καρδίαν, ὀφθῆναι ἄμεμπτον ἐναντίον σου, ἐν ἡμέρᾳ φοβερᾷ καταξίωσον, Χριστέ μου ὡς ὑπεράγαθος.

Ἴσχυσε δόλῳ, θανατῶσαί με ὁ Βελίαρ, τῷ κέντρῳ Λόγε τῆς ἁμαρτίας, ἀλλ' αὐτός με, ζωηφόροις ἰάτρευσον, φαρμάκοις τῆς μετανοίας Χριστέ.
Μαρτυρικὰ
Στῶμεν ἀνδρείως, ἐπεφώνουν οἱ Ἀθλοφόροι, ἀθλοῦντες, μή τις ἀποστρατεύσῃ, ὁ Δεσπότης, βοηθὸς ἡμῖν πάρεστιν, ἀθλοῦσι γενναιοτάτῳ νοΐ.

Τοὺς ὑπερτίμους, λίθους πάντες τῆς Ἐκκλησίας, τοὺς θείους πύργους τῆς εὐσεβείας, τοὺς τῆς πλάνης, καθαιρέτας, ἐν ᾄσμασι, τιμῶμεν πιστοὶ τοὺς Μάρτυρας.
Θεοτοκίον
Κατερραγμένων, ἐπανόρθωσις Θεοτόκε, πτωθέντα, ἔγειρον ἐκ βόθρου, τῶν κακῶν μου, καὶ ἑδραίωσον Δέσποινα ἐν πέτρᾳ τῶν τοῦ Θεοῦ ἐντολῶν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ γ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Στερέωσον ἡμῶν τὸν νοῦν καὶ τὴν καρδίαν,
ὁ τοὺς οὐρανοὺς τῷ λόγῳ στερεώσας,
εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε τὸν Σωτῆρα,
καὶ λυτρωτὴν καὶ πανοικτίρμονα.

Ὄμβρησον κᾀμοί, σταγόνα μετανοίας, ὁ ἐν ποταμῷ, τὴν ἄβυσσον βαπτίσας, τῆς εὐσπλαγχνίας τὸν Κύριον τῶν ἁπάντων, Πρόδρομε Μάρτυς ἀξιάγαστε.

Περιστατικαῖς, συγχύσεσι του βίου, πάντοτε τὸν νοῦν, κλονούμενος προσφεύγω, ὑπὸ τὴν σκέπην σου Πρόδρομε τοῦ Σωτῆρος, σπεῦσον βοήθησον τῷ δούλῳ σου.

Ἐν νυκτεριναῖς, εὐχαῖς ἐπικαλοῦμαι, τὸν ἡμερινόν, λαμπτῆρά σε τοῦ κόσμου, θεομακάριστε Πρόδρομε φώτισόν μου, τὰ τῆς καρδίας αἰσθητήρια.
Θεοτοκίον
Φώτισον ἁγνή, Παρθένε τὴν ψυχήν μου, φῶς τὸ ἐκ φωτός, τεκοῦσα Θεοτόκε, καὶ τῆς μερίδος με δεῖξον τῶν σῳζομένων, ἵνα ὑμνῶ σε τὴν πανύμνητον.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ δ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀκήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην,
ὅτι ἀρρήτῳ βουλῇ,
Θεὸς ὢν ἀΐδιος,
ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς.
Δόξα τῇ δόξῃ σου Χριστέ,
δόξα τῇ δυνάμει σου.

Ἐπλάνησε γεύσει με, τῆς ἁμαρτίας ἐχθρὸς ὁ πλάνος, καὶ ἀπὸ σοῦ Ἀγαθὲ πόρρω ἀπεμάκρυνε, καὶ τοῖς ὁδοῦσι κατάβρωμα αὐτοῦ, εἰργάσατο μόνε Σωτήρ, σπεῦσον ἐξελέσθαι με.

Τὰ ἄδηλα Κύριε, καὶ κρύφιά μου αὐτὸς γινώσκεις, ἡμαρτηκότα πολλὰ τοῖς πολλοῖς σου οἴκτειρον, ὡς συμπαθὴς οἰκτιρμοῖς μόνε Σωτήρ, καὶ μετανοίας μοι καιρόν, δίδου καθαρτήριον.
Μαρτυρικὰ
Ὡς κύμασι Μάρτυρες, περικυκλούμενοι ταῖς βασάνοις, τῇ κυβερνήσει Χριστοῦ, πρὸς λιμένας ἤχθητε, τῆς οὐρανῶν Βασιλείας, παρ' αὐτοῦ, νίκης στεφάνοις ἀληθῶς, κατακλεϊζόμενοι.

Νεώσαντες Μάρτυρες, τῇ εὐσεβείᾳ γῆν τῆς καρδίας, ὁμολογίας αὐτῇ σπόρον κατεβάλετε, καὶ μαρτυρίου ἐδρέψασθε σαφῶς, ἑκατοστεύοντα ἐκ Θεοῦ, ἄσταχυν Πανεύφημοι.
Θεοτοκίον
Πανύμνητε Δέσποινα, μεγαλοφώνως ἀναβοῶ σοι· πλήρωσον πάσης χαρᾶς, τὴν ἐμὴν διάνοιαν, παρεχομένη μοι πένθος ἀγαθόν, καὶ μετανοίας ἀφορμάς, καὶ γνῶσιν σωτήριον.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ δ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα.

Ἐμαυτὸν ἀποκλαίομαι, βίον ἀδιόρθωτον ἔχων Ἅγιε, σῶσον, οἴκτειρόν με δέομαι, τὸν ἐν ἁμαρτίαις, ἀπολλύμενον.

Ἐν εὐχαῖς καὶ δεήσεσιν, εὕροιμι συλλήπτορά σε Μακάριε, τὴν ψυχήν μου ἐνισχύοντα, καὶ τὸν λογισμόν μου, καταυγάζοντα.

Βαπτιζόμενον κλύδωνι, τῶν ἁμαρτημάτων καὶ κινδυνεύοντα, Βαπτιστὰ Θεοῦ κυβέρνησον, πρὸς γαλήνην θείας, ἐπιγνώσεως.
Θεοτοκίον
Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευόμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν, φύσιν Πάναγνε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ζόφον τῆς ψυχῆς μου διασκέδασον,
φωτοδότα Χριστὲ ὁ Θεός,
τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου,
καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε,
ἵνα ὀρθρίζων δοξάζω σε.

Ὁ Πόρνην καθαρίσας, τῇ προστάξει σου Δημιουργέ, τὴν ἐμὴν ψυχήν, τῆς εἰδεχθοῦς ἁμαρτίας, ὡς μόνος Ἐλεήμων, καθάρισον, καὶ στολαῖς ἐξαστραπτούσαις ὡραίαν, ἀπέργασαι δέομαι.

Δεσμῶν με ἀπολύσας, τῶν πολλῶν μου, ἁμαρτημάτων Χριστὲ ὁ Θεός, ἀνεμποδίστως βαδίζειν, εὔθυνον τὰς ὁδούς σου, ὅπως λυθεὶς τῆς σαρκός, εἰς καταπαύσεις ἁγίας, σκηνώσας δοξάζω σε.
Μαρτυρικὰ
Ὑφάναντες ἐκ πόνων, ἑαυτοῖς ἱμάτιον δόξης οἱ Μάρτυρες, καὶ στολισθέντες κοσμίως, τὰ ἄνω κατοικοῦσι, βασίλεια ἐν χαρᾷ, νίκης στεφάνοις ὡραίοις, ἐγκαλλωπιζόμενοι.

Ῥεόντων τὰ ἑστῶτα, ἀντηλλάξασθε, θεοφρόνως Πανεύφημοι· στενοχωρίᾳ γὰρ πόνων, ποικίλων συσχεθέντες, πρὸς πλατυσμὸν ἀληθῆ, τῆς οὐρανίου Βασιλείας, σοφοὶ κατηντήσατε.
Θεοτοκίον
Ἁγία Θεοτόκε, ἡ τὸν ἅγιον Λόγον ἀποτεκοῦσα σαρκί, ἀναπαυόμενον μόνον, ἐν πᾶσι τοῖς Ἁγίοις, ἁγίασόν μου τὸν νοῦν, ταῖς πονηραῖς ἐργασίαις, ἀεὶ ἐπιμένοντα.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἐκ νυκτὸς ἀγνοίας,
θεογνωσίᾳ φαιδρύνας τὰ πέρατα,
φώτισόν με τῷ ὄρθρῳ,
τῆς φιλανθρωπίας σου Κύριε.

Ἐν τῇ νυκτὶ τοῦ βίου, περιπλανώμενον ἔνδοξε Πρόδρομε, λύχνος ὢν τοῦ Ἡλίου, τῆς δικαιοσύνης καταύγασον.

Περιστατούμενόν με, καὶ ἐπηρείαις δαιμόνων κλονούμενον, στήριξόν με ἐν πέτρᾳ, θείων θελημάτων ἀοίδιμε.

Ἐν τῇ μελλούσῃ κρίσει, ἡνίκα μέλλω, Κυρίῳ παρίστασθαι, εὕροιμί σε προστάτην, δίκης με φρικτῆς ἐξαιρούμενον.
Θεοτοκίον
Ὡς ὑπερτέρα ἁπάντων, τῶν ποιημάτων, ὑπέρτερον δεῖξόν με, τοῦ ἐχθροῦ τῶν παγίδων, Μήτηρ τοῦ Θεοῦ ἀειπάρθενε.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ς'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡς τὸν Προφήτην ἐρρύσω,
ἐκ βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός,
κἀμὲ τῶν πταισμάτων μου,
ῥῦσαι ὡς φιλάνθρωπος,
καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.

Μετανοοῦντά με δέξαι, ὡς ποτὲ Νινευΐτας, πειθήσαντας, τῷ θείῳ κηρύγματι, Χριστὲ τοῦ Προφήτου σου, καὶ κυβέρνησον, τὴν ζωήν μου, δέομαι.

Ὡς ὁ Τελώνης στενάζω, ὡς ἡ Πόρνη δακρύω, ὡς ὁ Πέτρος βοῶ, πολλοῖς βυθιζόμενος, Χριστὲ πλημμελήμασι. Βοηθείας μοι, χεῖρα δὸς καὶ σῶσόν με.
Μαρτυρικὰ
Νεοφανεῖς ὡς ἀστέρες, φρυκτωρίαις τῶν ἄθλων αὐγάζετε, πάντα τὸν περίγειον, κόσμον καὶ διώκετε, πλάνης Μάρτυρες, σκότος τὸ βαθύτατον.

Μακαριώτατον τέλος, εὑρηκότες μακάριοι Μάρτυρες, Θεὸν τὸν μακάριον, γεραίρετε πάντοτε, ἐνηδόμενοι, τούτου ταῖς λαμπρότησι.
Θεοτοκίον
Ἡ μανναδόχος σε στάμνος, Θεοτόκε ποτὲ προεικόνισε· Χριστὸν γὰρ ἐβλάστησας, τὸ μάννα τῆς γνώσεως, ἑπομβρίζοντα, πᾶσι τοῖς τιμῶσί σε.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ς'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Χιτῶνά μοι παράσχου φωτεινόν,
ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον,
πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Τῷ κήτει συσχεθεὶς τῶν πειρασμῶν, ἐκ βάθους καρδίας μου, κραυγάζω σοι Πρόδρομε, ὀδυνῶν με χαλεπῶν, ἐλευθέρωσον.

Ἀξίνῃ μετανοίας ἀληθοῦς, τὴν ὕλην καθάρισον, Σοφὲ τῆς καρδίας μου, καρποφόρον ἀρεταῖς, ἐργαζόμενος.

Ψυχή μου μετανόησον θερμῶς, ἡ κρίσις ἐφέστηκεν, ἀνάνηψον κράζουσα, Ἰησοῦ μου ὁ Θεός, σύ με οἴκτειρον.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ δι' Ἀγγέλου Παῖδας,
δροσίσας ἐν καμίνῳ,
καὶ τὴν βροντῶσαν κάμινον,
μεταβαλὼν εἰς δρόσον,
εὐλογητὸς εἶ ὁ Θεός,
ὁ τῶν Πατέρων ἡμῶν.

Ὅτι ἐν ἀνομίαις, συνελήφθην οἰκτίρμον, καὶ γεννηθεὶς ἡμάρτηκα ὑπὲρ ἀνθρώπους πάντας, ἐπιστροφῆς μοι δὸς καιρόν, δικαιοῦντά με.

Ὑπεραρθεὶς ἀφρόνως, ὡς ὁ πρὶν Φαρισαῖος, πτῶμα δεινὸν κατέπεσα, καὶ καθορῶν με χαίρει, ὁ δυσμενής Λόγε Θεοῦ, μὴ παρίδῃς με.
Μαρτυρικὰ
Δῆμος σεπτῶν Μαρτύρων, στρατὸς δυσμαχώτατος, παρεμβολὴ ἁγία τε, ἐπολιτογραφήθη, ἐν οὐρανοῖς ἐπὶ γῆς, ἀριστεύσασα.

Ἐθελουσίως πάθος, ὑπελθόντες γενναῖοι, ἀθανασίας πρόξενον, ῥεῖθρα τῶν ἰαμάτων, ἀναπηγάζετε βροτῶν, πάθη παύοντες.
Θεοτοκίον
Ὑπὲρ αἰτίαν τίκτεις, τοῦ παντὸς τὸν αἴτιον, ὑπερβολῇ χρηστότητος βροτὸν γεγενημένον· ὅθεν συμφώνως σε Ἁγνή, μακαρίζομεν.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Ὁ ἐν ἀρχῇ τὴν γῆν ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὰς ὁδούς, Κυρίου ἑτοιμάσας, τὰς πρὸς Θεόν, κατεύθυνόν μου τρίβους, ἵνα κραυγάζω· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κήρυξ φωτός, φώτισον τὴν ψυχήν μου, καὶ τοῦ δεινοῦ, ἀπάλλαξόν με σκότους, καὶ τῆς γεέννης τῆς φλογιζούσης, τὸν προσφεύγοντα εἰς σέ, ἀδιστάκτῳ ψυχῇ.

Στείρας βλαστός, κατάκαρπος ὑπάρχων, τὴν τῆς ἐμῆς καρδίας ἀκαρπίαν, εὔκαρπον δεῖξον ταῖς σαῖς πρεσβείαις, μεταποιούμενος σοφέ, Βαπτιστὰ τοῦ Χριστοῦ.
Θεοτοκίον
Ἡ ἐκλεκτή, Ἀμνὰς τοῦ Θεοῦ Λόγου, τοῖς ἐκλεκτοῖς, προβάτοις με ἐν ὥρᾳ φοβερωτάτῃ καταριθμῆσαι, ἱκέτευε τὸν ἐκ σοῦ, σαρκωθέντα Θεόν.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ η'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Χριστέ,
ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον,
καὶ συνέχων τὸ πᾶν,
σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη,
σοὶ προσφέρει, ὕμνον πᾶσα ἡ κτίσις,
ὡς Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας.

Χεῖρας πάσας ἐμόλυνας, ἀκαθαρσίᾳ ψυχή, καὶ πῶς ταύτας αἴρεις ἐπὶ τὸ ὕψος, ὁμιλοῦσα Θεῷ; Πόδας ἠχρείωσας, ἐπὶ ἔργα βαδίζοντας αἰσχύνης, σπεῦσον πορευθῆναι διὰ μετανοίας, εἰς τρίβους σωτηρίας.

Οὐκ ἐνέμεινα Κύριε, ταῖς ἐντολαῖς σου ποτέ· οὐκ ἐποίησά σου ἡμέραν μίαν, θέλημα Ἀγαθέ· ποίοις, οὖν ὄμμασιν ἀτενίσω σοι, ποιουμένῳ κρίσιν τὴν δικαίαν, καὶ τοὺς ὑπευθύνους, ἐκπέμποντι εἰς κρίσιν;
Μαρτυρικὰ
Ὑφαπτούσας ἐσβέσατε, πολυθεΐας σοφοί, Ἀθληταὶ καμίνους καθάπερ ὕδωρ, ἐκκενοῦντες πολύ, τὰ ὑμῶν αἵματα, τὰ ἀδίκως χυθέντα δι' ἀγάπην, τοῦ πεποιηκότος· ὅθεν τὸν χειμάρρουν, τρυφῆς κληρονομεῖτε.

Ὑπερέβητε Ἅγιοι, τῆς ταπεινώσεως, τὸ γεῶδες σῶμα, καὶ τὰς βασάνους, ὥσπερ πάσχοντος, ἄλλου ἠνέγκατε ἐκτεμνόμενοι, χεῖράς τε καὶ πόδας· ὅθεν ὑπερτέρας, νῦν καταξιοῦσθε, ζωῆς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Κυματούμενον σάλῳ με, τῆς ἁμαρτίας Ἁγνή, τῇ σῇ μεσιτείᾳ, πρὸς σωτηρίου, μετανοίας βοῶ, ἴθυνον Δέσποινα, παγγαλήνους λιμένας, ὅπως βλέψω, φῶς σωτηρίας ἐσκοτισμένος, ἀεὶ τῇ ῥαθυμίᾳ.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ η'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἄναρχον Βασιλέα τῆς δόξης,
ὂν φρίττουσι στρατιαὶ τῶν Ἀγγέλων,
ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.

Τὸν αἴροντα, ἁμαρτίας τοῦ κόσμου, Ἀμνὸν Θεοῦ, ὃν ὑπέδειξας πᾶσι, δυσώπει Βαπτιστά, τὰ πάθη μου νεκρῶσαι, καὶ σῶσαι τὴν ψυχήν μου.

Ἐμάκρυνας, φυγαδεύων Προφῆτα, ηὐλίσθης δὲ ἐν ἐρήμῳ ἀβάτῳ· διό σε δυσωπῶ, τὰ πάθη τῆς ψυχῆς μου, ἐρήμωσον ἐν τάχει.

Ἐλάφρυνον, τὸν κλοιὸν τῆς ψυχῆς μου, πολέμησον τοὺς ἐμὲ πολεμοῦντας, Κυρίου Βαπτιστά, καὶ ἄτρωτρόν με δεῖξον, τῆς τούτων κακουργίας.
Θεοτοκίον
Ἡ ἄμπελος, ἡ τὸν βότρυν τεκοῦσα, τὸν πέπειρον κατανύξεως πόμα, ποτίζουσά με νῦν, ἀνάστειλον τὴν μέθην, Παρθένε τῶν κακῶν μου.

Κανὼν Κατανυκτικὸς, ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ,
ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν,
ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,
ἐν οἷς ἐπεσκέψατο ἡμᾶς,
ἀνατολὴ ἐξ ὕψους,
καὶ κατεύθυνεν ἡμᾶς,
εἰς ὁδὸν εἰρήνης.

Ἵνα κᾀγὼ σῳζόμενος, εὐχαρίστως σε Χριστέ, μεγαλύνω, βλέψον εἰς ἐμέ, τὸν πολλὰς πληγὰς ἐπὶ νώτου δεξάμενον, καὶ ἴασαι, οἶνον ἐπ' αὐτάς, καὶ ἔλαιον προχέων, τά της σῆς γνωρίσματα, Σῶτερ εὐσπλαγχνίας.

Ὡς τὸν Λῃστὴν εὐγνώμονα, ἀναπέμψαντα φωνήν, ἐλυτρώσω φόνων καὶ μυρίων κακῶν, ὡς ᾤκτειρας Πόρνην δακρύσασαν, ὡς Πέτρον τὸν μέγαν μαθητήν, καὶ Δαυῒδ τὸν Προφήτην, καὶ ἐμὲ ἐλέησον, τὸν ἀπεγνωσμένον.
Μαρτυρικὰ
Συμμορφωθέντες πάθεσι, τοῦ παθόντος δι' ἡμᾶς, Ἀθλοφόροι τούτῳ συνδοξάζεσθε, νῦν θεούμενοι θείαις μεθέξεσι, καὶ λάμποντες ὑπὲρ τὰς αὐγάς, τοῦ αἰσθητοῦ ἡλίου, καὶ καταφωτίζοντες, πάντων τὰς καρδίας.

Ἡ ἀρετὴ ἐξέλαμψε, τῶν ἁγίων Ἀθλητῶν, πᾶσα πόλις, τούτους θησαυροὺς ἀληθῶς, ἀσύλους πλουτεῖ διὰ πίστεως, ἀστράπτοντας χάριν δαψιλῆ, θαυμάτων παραδόξων, οὕς ὑμνολογήσωμεν, ὡς κοινοὺς προστάτας.
Θεοτοκίον
Φωτιστικαῖς Πανάμωμε, ἀστραπαῖς τοῦ ἐκ τῆς σῆς, προελθόντος, μήτρας Υἱοῦ καὶ Θεοῦ, τοὺς πίστει ὑμνοῦντάς σε φαίδρυνον, καὶ σκότους ἡμᾶς τοῦ ἀφεγγοῦς, καὶ τῆς αἰωνιζούσης, ἐξελοῦ κολάσεως, τῇ σῇ μεσιτείᾳ.

Κανὼν τοῦ Προδρόμου, ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ,
ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου,
εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν,
ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.

Μέλλων τῷ φρικτῷ σου, παρίστασθαι Λόγε θρόνῳ, καὶ τῶν πράξεων τῶν ἐμῶν, εἰσπράττεσθαι εὐθύνας, ποίαν εὕρω ἀπολογίαν ὁ τάλας; Κύριε Θεέ μου, τότε φεῖσαί μου.

Ἡ φωνὴ τοῦ Λόγου, κατεύθυνον τὰς φωνάς μου πρὸς Θεὸν σοφὲ Βαπτιστά, καὶ ῥῦσαί με κακίας, τῶν δαιμόνων, καὶ ἐπηρείας ἀνθρώπων, ἵνα κατὰ χρέος μακαρίζω σε.

Θρέψον με Χριστοῦ, ἐντολῶν τροφῇ ἀθανάτῳ, πότισόν με πόμα ζωῆς, Βαπτιστὰ καὶ Προφῆτα, καὶ παράστησον τῷ Θεῷ σεσωσμένον, τὸν ὑπὸ τὴν σκέπην σου προστρέχοντα.
Θεοτοκίον
Δέσποινα Παρθένε, ἁγνὴ καὶ δεδοξασμένη, μετὰ τοῦ Προδρόμου τὸν σὸν Υἱὸν καὶ Βασιλέα, καθικέτευε ἀπὸ πάσης ἀνάγκης, σῶσαι τοὺς πιστῶς σε μακαρίζοντας.

Ἀπόστιχα Κατανυκτικὰ, Ἦχος πλ. δ'
Ὅταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε, μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς, καὶ σῶσόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ, τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν, Ἦχος πλ. δ'
Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, καὶ Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον, Ἦχος πλ. δ'
Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ Ἁγνὴ βοηθῆσαί μοι.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἦχος πλ. δ'

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου
ὥσπερ τοῦ Λῃστοῦ ἐμνήσθης ἐπὶ ξύλου,
καὶ καταξίωσον πάντας, μόνε οἰκτίρμον,
τῆς οὐρανίου βασιλείας σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Πέλαγος Χριστέ, ὑπάρχων εὐσπλαγχνίας, ψῦξον τῶν ἐμῶν, πταισμάτων τὰ πελάγη, καὶ κατανύξεως δάκρυσί με ἐκπλύνας, ὅλον καθάρισον ὡς Εὔσπλαγχνος.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Πάλαι τὸν Χριστόν, ἐν ὕδασι βαπτίσας, θεῖε Βαπτιστά, παθῶν με τρικυμίαις, κλυδωνιζόμενον ὅρμῳ τῆς μετανοίας, σαῖς ἱκεσίαις ἐγκαθόρμισον.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Αἵμασιν ὑμῶν, ἁγίοις Ἀθλοφόροι, σβέσαντες πυράν, τῆς εἰδωλομανίας, ῥεῖθρα πηγάζετε, πάντοτε ἰαμάτων, πάθη ποικίλα θεραπεύοντες.
Δόξα...
Ἄναρχε Πατήρ, Υἱὲ καὶ θεῖον Πνεῦμα, ταῖς τοῦ Βαπτιστοῦ, πρεσβείαις δυσωπῶ σε. Τὰ πολυχρόνια πάθη τὰ τῆς ψυχῆς μου, παῦσον καὶ σῶσόν με τὸν δοῦλόν σου.
Καὶ νῦν... Θεοτοκίον
Λύτρωσαι ἡμᾶς, παθῶν τῆς ἀτιμίας, καὶ τῆς χαλεπῆς, ἐν ἅδῃ τιμωρίας, ταῖς ἱκεσίαις σου Ἄχραντε Θεοτόκε, τοὺς εὐσεβῶς σε μακαρίζοντας.